← 辛普里丘

亚里士多德《物理学》注释

§495.18-496.11

附加之无限与分割之无限的互逆关系

注解亚里士多德《物理学》第3卷第6章(206b3),论述依据附加的无限与依据分割的无限具有互逆关系,并阐明为何只有依据确定的比率而非固定的大小进行分割时,才具有无止境的无限性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.56#1

" Τὸ δὲ κατὰ πρόσθεσιν τὸ αὐτό πώς ἐστιν ἕως τοῦ δυνάμει τε καὶ ἐπὶ καθαιρέσει." Εἰπὼν πρότερον ὅτι1 τὸ ἄπειρον ἔστι μὲν κατὰ πρόσθεσιν, ἔστι δὲ καὶ κατὰ διαίρεσιν, καὶ παραδοὺς τὸν τρόπον καθ’ ὃν ἐν τῇ διαιρέσει τὸ ἄπειρον ὑφέστηκε, λέγει ὅτι καὶ τὸ κατὰ πρόσθεσιν ταὐτό πώς ἐστι τῷ κατὰ διαίρεσιν πλὴν ἀντεστραμμένως. ὡς γὰρ τὸ ἀεὶ ληφθὲν πεπερασμένον διαιρεῖται, οὕτως καὶ τῷ ἀεὶ ληφθέντι ἀτμήτῳ καὶ πεπερασμένῳ προστίθεται τὰ διαιρέματα τοῦ διαιρουμένου. καὶ ἐπὶ τοσοῦτον προστίθεται, ἐφ’ ὅσον τὸ ἕτερον διαιρεῖται. τὸ δὲ ἀντεστραμμένως δύναται μὲν καὶ κατὰ τοῦτο λέγεσθαι, ὅτι ἀντίστροφός ἐστι τῇ διαιρέσει ἡ πρόσθεσις, δύναται δὲ καὶ ὅτι κατὰ θάτερον μέρος τὸ μὴ τεμνόμενον γίνεται ἡ πρόσθεσις. ἔτι δὲ ἀμφότεραι ὁμοίως τὸ ἄπειρον ἔχουσιν ἥ τε διαίρεσις καὶ ἡ πρόσθεσις καὶ ἐκ τῶν αὐτῶν, ἀλλ’ ἡ μὲν τῇ συνθέσει, ἡ δὲ τῇ διαιρέσει. τὴν δὲ διαφορὰν ἀμφοῖν σαφέστερον αὐτὸς ἐν τοῖς ἑξῆς παραδώσει. εἰπὼν δὲ πῶς καὶ ἡ διαίρεσις καὶ ἡ πρόσθεσις τὸ ἐπ’ ἄπειρον ἔχουσι, προστίθησι καλῶς ὅτι οὐ πᾶσα διαίρεσις καὶ πρόσθεσις τὸ ἐπ’ ἄπειρον ἔχουσιν· ἂν μὲν γὰρ ἴσα τις τὰ διαιρέματα λαμβάνῃ, οἷον εἰ δακτυλιαῖον ἀεί, πληρώσει καὶ διεξελεύσεται τὸ μέγεθος καὶ οὐκέτι ἔσται ἄπειρον διὰ τὸ πᾶν τὸ πεπερασμένον δαπανᾶσθαι, καὶ ὑπὸ ἐλαχίστου ὡρισμένου δὲ καταμετρούμενον·2 ἐὰν δὲ μὴ τῷ μεγέθει ὡρισμένα λαμβάνῃ τὰ διαιρούμενα καὶ τὰ προστιθέμενα, ἀλλὰ τῷ λόγῳ, οἷον ἥμισυ ἢ τρίτον ἤ τι τοιοῦτον μέρος τοῦ ἀεὶ ὑπολειπομένου, οὐκ ἐπιλείψει ἡ διαίρεσις καὶ διὰ τοῦτο οὐδὲ ἡ πρόσθεσις. αὕτη μὲν ἡ τῶν λεγομένων ἔννοια. Κατὰ δὲ τὴν λέξιν τὸ μὲν ἐν γὰρ τῷ πεπερασμένῳ μεγέθει δοκοῦν μάτην ἔχειν τὸν αἰτιολογικὸν σύνδεσμον τοιοῦτόν ἐστιν·3 εἰπὼν διαιρεῖσθαι καὶ προστίθεσθαι ἐπ’ ἄπειρον αἰτίαν ἐπάγει τούτου τὴν ἐν λόγῳ ὡρισμένῳ ἀλλ’ οὐκ ἐν μεγέθει ὡρισμένῳ γινομένην διαίρεσιν, ὡς εἰ ἔλεγεν, ἐὰν γάρ τις τοιῶσδε ποιήσηται τὴν διαίρεσιν, ἀλλὰ μὴ τοιῶσδε, εἰς ἄπειρον διελεῖ.

“依据附加的[无限]在某种方式上是相同的”直到“既在潜能上也在缩减中”。 在先前说明了无限者既依据附加而存在,又依据分割而存在,并传授了无限者在分割中得以成立的方式之后,[亚里士多德]说依据附加的[无限]在某种方式上也与依据分割的相同,只是反过来。因为正如总是作为有限者被取出的东西被分割一样,从正被分割者上分割出的各部分也同样被附加到总是作为未分割且有限者而被取出的东西上。并且,另一部分被分割多少,它就被附加多少。所谓“反过来”,既可以据此而言,即附加是分割的反向;也可以因为附加发生于未被切分的另一部分。此外,分割与附加同样拥有无限,并且是从相同的事物中拥有,但一者是通过组合,另一者则是通过分割。而关于二者的差别,他自己在下文中将更清晰地阐明。在说明了分割与附加如何拥有至无限之后,他恰切地补充道:并非一切分割与附加都拥有至无限。因为,如果有人取相等的分割片,例如每次都取一指宽,那么他将填满并穿尽该大小,并且不再会是无限的,因为凡有限者都会被耗尽,即便是被一个确定的最小值所量尽;但如果取正被分割之物与正被附加之物不是取在大小上被确定的,而是取在比率上被确定的,例如总是剩余之物的一半或三分之一或诸如此类的部分,那么分割就不会穷尽,从而附加也不会穷尽。这是所言内容的意义。就字句而言,“因为在有限的大小中”这句看似徒劳地带有因果连词的话,乃是如下情形:在说了至无限地被分割和被附加之后,他引出在确定的比率中而非在确定的大小中所发生的分割作为其原因,这犹如他在说:因为如果有人如此进行分割,而不是那样进行分割,他就将至无限地分割。

语法注3 条
  1. 3.56τὸ δὲ ἀντεστραμμένως δύναται μὲν καὶ κατὰ τοῦτο λέγεσθαι, ὅτι... δύναται δὲ καὶ ὅτι...

    引自底文的副词短语 τὸ ἀντεστραμμένως 用作名词性主语,其谓语动词 δύναται 支配两个由 μέν... δέ 并列对举的解释从句(一为 κατὰ τοῦτο... ὅτι,另一为直接的 ὅτι 从句),分别说明“反过来”一词的两种成立理据。

  2. 3.56διὰ τὸ πᾶν τὸ πεπερασμένον δαπανᾶσθαι, καὶ ὑπὸ ἐλαχίστου ὡρισμένου δὲ καταμετρούμενον

    在表示原因的前置词短语 διὰ τὸ ... δαπανᾶσθαι 中,主格内容由带冠词不定式的宾格主语 πᾶν τὸ πεπερασμένον 充任,分词 καταμετρούμενον 作该主语的修饰语,带有让步或附随解释的意味(“即使被确定的最小值所量尽”)。

  3. 3.56τὸ μὲν ἐν γὰρ τῷ πεπερασμένῳ μεγέθει δοκοῦν μάτην ἔχειν τὸν αἰτιολογικὸν σύνδεσμον τοιοῦτόν ἐστιν

    该句骨架为主谓结构:τὸ μὲν [引文] δοκοῦν... τοιοῦτόν ἐστιν(“看似……的文句乃是如下情形”)。中性单数冠词 τὸ 将紧随其后的原著文句 ἐν γὰρ τῷ πεπερασμένῳ μεγέθει 名词化,并由分词短语 δοκοῦν μάτην ἔχειν... 作定语修饰,整体构成全句的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:495.18-496.11