← 辛普里丘

亚里士多德《物理学》注释

§494.12-495.17

大小分割与时间中无限者的存在方式

辛普利丘注解亚里士多德(206a25),阐明无限者在大小的分割、时间的持续与生成中如何成立,梳理其共性与差异(部分的存留与时间的毁灭),并探讨了文本中看似重复之处的文献学异文与解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.55

" Ἄλλως δὲ ἔν τε τῷ χρόνῳ ἕως τοῦ οὕτως ὥστε μὴ ἐπιλείπειν." Δείξας τὸ ἄπειρον ὑπάρχον κατὰ τὸ ἐπ’ ἄπειρον ἔν τε τῇ τῶν μεγεθῶν διαιρέσει καὶ τῇ τῶν ἀριθμῶν αὐξήσει καὶ τῇ τοῦ χρόνου παρατάσει, πρότερον δὲ καὶ ἐν τῷ ἀνεκλείπτῳ τῆς γενέσεως, κοινὰ μὲν πᾶσιν εἶναί φησι τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν καὶ διὰ τοῦτο μὴ ἀθρόον, ἀλλ’ ἀπὸ μέρους εἶναι, καὶ τὸ ἄλλο καὶ ἄλλο ἀεὶ τὸ λαμβανόμενον εἶναι καὶ τοῦτο πεπερασμένον. διαφέρειν δέ φησιν ἐπὶ τῆς τῶν μεγεθῶν διαιρέσεως καὶ τοῦ χρόνου, ὅτι ἐπὶ μὲν τοῦ χρόνου τὸ ληφθὲν ἀεὶ μέρος ἐφθάρη (ἀεὶ γὰρ τὸ παρεληλυθὸς ἔφθαρται), ἐπὶ δὲ τῆς διαιρέσεως ὑπομένει τὸ ληφθέν. οὔτε δὲ χρόνος ἀπαγορεύει πρὸς γένεσιν οὔτε μέγεθος πρὸς διαίρεσιν. αἴτιον δὲ τῆς τοῦ ἀπείρου ὑποστάσεως εἰπὼν τὸ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι καὶ μὴ ἀθρόον καὶ διὰ τοῦτο ὑφίστασθαι τὸ ἐπ’ ἄπειρον, προστίθησι καὶ τὴν ἑτέραν.1 εἰ μὲν γὰρ πάντα τὸ εἶναι εἶχεν ἐν τῇ ἀθρόᾳ ἑαυτῶν ὑποστάσει, οὐκ ἂν ἦν ἐν τῇ γενέσει τὸ ἐπ’ ἄπειρον· ἐπεὶ δέ τινα ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα κατὰ μέρος ὑφίσταται ὡς ἡ ἡμέρα καὶ ὁ ἀγών, τὸ μὲν ληφθὲν ἀεὶ πεπερασμένον ἔχει, ἕτερον δὲ καὶ ἕτερον, ἅπερ ἀνέκλειπτα ὄντα τὸ ἐπ’ ἄπειρον ποιεῖ διαφέρον, ὡς εἴρηται, ἐπὶ τῆς τοῦ μεγέθους διαιρέσεως καὶ τῆς τῶν γινομένων καὶ φθειρομένων παρατάσεως, ἐν οἷς ἐστι καὶ ὁ χρόνος καὶ τὸ μὴ ἐπιλεῖπον τῆς τῶν ἀνθρώπων διαδοχῆς, τῷ ἐπὶ μὲν τοῦ μεγέθους ὑπομένειν τὰ διαιρέματα, ἐπὶ δὲ τῶν ἄλλων οὐκέτι. κἂν ὑπομένῃ δέ, ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ἡ ἐπ’ ἄπειρον διαίρεσις, ἀλλ’ οὐκ ἀθρόα ὑφέστηκε. τὰ δὲ μὴ ὑπομένοντα οὐκ ἐν τῷ γίνεσθαι μόνον, ἀλλὰ καὶ ἐν τῷ φθείρεσθαι ἔχει τὴν ἐπ’ ἄπειρον πρόοδον. τοῦτο δὲ τὸ ἐν τῷ γίνεσθαι ἔχον τὸ εἶναι ἀντέθηκε τῷ εἶναι, ὅπερ ὡς οὐσία γέγονεν οἷον ἄνθρωπος ἢ οἰκία, ἀθρόας ὑφισταμένης ποτὲ τῆς γενομένης οὐσίας καὶ μὴ ἀεὶ κατὰ μέρος, ὥσπερ τῶν ἐπ’ ἄπειρον τὸ μὲν ἀεὶ λαμβανόμενον πεπέρανται, τῷ δὲ δύνασθαι ἀεί τι ἄλλο προσλαμβάνεσθαι ἡ ἀπειρία ὑπάρχει. Δοκεῖ δὲ δίς πως τὰ αὐτὰ λέγεσθαι ἀπὸ τοῦ ἔτι τὸ εἶναι πλεοναχῶς λέγεται τῶν αὐτῶν πάλιν ἐπαγομένων καὶ ἐπ’ αὐτῆς λέξεως τῶν πλειόνων. ἀλλ’ εἰ μέν, ὡς καὶ πολλὰ τῶν ἀντιγράφων ἔχει καὶ ὁ Ἀλέξανδρος καὶ ταύτην οἶδε τὴν γραφήν, μετὰ τὸ καὶ τὸ λαμβανόμενον μὲν ἀεὶ πεπερασμένον εἶναι συνῆπται τὸ ἀλλ’ ἀεί γε ἕτερον καὶ ἕτερον, οὐ τὸ προσεχές, ἀλλὰ τὸ κατωτέρω, γεγενημένων τῶν μεταξὺ πάντων ἐξῃρημένων,2 ἁπλοῦς ἂν εἴη καὶ σαφὴς ὁ λόγος. εἰ δὲ πρόσκειται τὸ ἔτι τὸ εἶναι πλεοναχῶς λέγεται καὶ τὰ ἑξῆς, μήποτε3 τὸ ἔτι οὐκ ἄλλης ἐστὶν ἐπιχειρήσεως δηλωτικόν, ἀλλὰ σαφεστέραν τῆς αὐτῆς ἔκθεσιν ποιεῖται, ὅπερ οὐ πάνυ τῷ Ἀριστοτέλει συνείθισται βραχυλογίαν τιμῶντι, εἰ μὴ ἄρα τὴν αἰτίαν τοῦ ἀπείρου προσθεὶς τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν συμφαίνει τὰ ἐφεξῆς.

“但是在时间中以另一种方式”直到“以便不致穷尽”。 在指明无限者在大小的分割、数目的增加以及时间的持续中,并且在此前也在生成的无止境中,都是按照至无限而存在之后,[亚里士多德]说所有这些所共有的,就是在生成中具有其存在,且因此不是一下子、而是逐部分地存在,并且被取出的总是又一个不同的东西,而这也是有限的。但他指出在大小的分割与时间的情形中存在差别,因为在时间的情形中,每次取出的部分已经毁灭(因为过去的事物总是已经毁灭了),而在分割中,取出的部分则存留下来。时间对于生成并不耗尽,大小对于分割也不耗尽。在指出了无限者得以成立的原因在于总是有又一个不同的东西被取出而不是一下子被取出,且正因如此至无限者才得以成立之后,他进一步补充了另一个[原因]。因为如果一切事物都在它们自身的一下子的成立中具有其存在,那么在生成中就不会有至无限者;但由于某些事物在生成中具有其存在,逐部分地成立,正如日子与竞技一样,它们所具有的被取出的每次都是有限的,却是又一个不同的东西,而这些东西既然无止境,便使至无限者如前所述在大小的分割与生灭事物的持续中有所不同——在这些事物中也包括时间以及人类延续的无止境——其差别在于:在大小的情形中分割出的各部分存留下来,而在其余事物的情形中则不再存留。即便存留下来,至无限的分割也是在生成中具有其存在,而不是一下子成立的。至于不存留的事物,则不仅在生成中,而且在毁灭中具有其走向无限的进程。他将这种“在生成中具有存在”与作为实体生成了的“存在”——例如人或房屋——相对比,后一种生成了的实体有时是一下子成立的,而不是始终逐部分地成立;相反,在至无限的事物中,每次被取出的固然是有限的,但由于总是能够额外取出别的东西,无限性便归属于它们。然而,从“此外,存在以多种方式被言说”起,似乎在某种程度上两次说了同样的事情,因为同样的内容再次被引出,并且大部分在字面上也是相同的。但是,如果正如许多抄本所载、亚历山大也知道这一异文那样,在“并且被取出的固然总是有限的”之后,接续的不是紧接着的文句,而是更后面的“但总是又一个不同的东西”,并把中间的一切全都视作已被剔除,那么这一说法就会是简朴而明确的。但如果“此外,存在以多种方式被言说”及随后的文句确实是附加上去的,那么或许“此外”一词并不指示另一番推论,而是对同一论点作了更清晰的阐述——这对于崇尚简练的亚里士多德而言并非十分习以为常,除非他在补充了无限者的原因即“在生成中具有存在”之后,正是在阐明随后的文句。

语法注3 条
  1. 3.55προστίθησι καὶ τὴν ἑτέραν

    阴性单数宾语短语 τὴν ἑτέραν 作为 προστίθησι 的直接宾语,根据前文的 αἴτιον... εἰπών,补充省略的阴性名词 αἰτίαν(与中性词 αἴτιον 同义)。

  2. 3.55γεγενημένων τῶν μεταξὺ πάντων ἐξῃρημένων

    属格独立结构,τῶν μεταξὺ πάντων 为主语,ἐξῃρημένων 为谓词分词,γεγενημένων 则作为系动词性质的分词表示状态的达成(“中间的一切均已成为被删除的”),在 εἰ μέν 从句中带有条件假定的意味。

  3. 3.55μήποτε

    小词 μήποτε 在此搭配现在时直陈式(ἐστί, ποιεῖται),引导委婉、审慎的断言或推测,意为“或许并非……而是作出了……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:494.12-495.17