← 辛普里丘

亚里士多德《物理学》注释

§493.11-494.11

无限者的现实活动与反复分割的存在

辛普里丘阐明无限者在潜能中存在意味着其现实活动悖论性地在于“总能够有更多”,并探讨了自然中的无限分割如何能通过反复但不同位置的再切分而得以实现,而不致因微屑过小而导致身体构造的崩溃。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.54#2

διὸ οὐδὲ χρόνος ὁ κατ’ ἀριθμὸν κινούμενος, ἀλλ’ αἰὼν ὁ ἐν ἑνὶ μένων. Εἰκότως ἄρα ἐν τῷ δυνάμει λέγεται εἶναι τὸ ἄπειρον καὶ οὐκ ἐν τῷ ἐνεργείᾳ· τὸ μὲν γὰρ μερισθὲν ὥρισται ἀεί, ὥς φησιν ὁ Εὔδημος, καὶ οὐκ ἔστιν ἄπειρον· πεπερασμένῳ γὰρ πεπερασμένον προστίθεται, ἡ δὲ διαίρεσις οὐχ ὑπολείπει· ὃ γὰρ γένοιτ’ ἂν οὐχ ὥρισται, τὸ δὲ ἀόριστον ποσὸν ἄπειρον. ἐντεῦθεν δὲ ἔοικε καὶ Πλάτων τὸ μέγα καὶ τὸ μικρὸν ἄπειρον λέγειν,1 ὅτι ἐφ’ ἑκάτερόν ἐστιν ἡ ἀπειρία δυνάμει. ἐνεργείᾳ γὰρ οὔτε πλῆθος οὔτε μέγεθός ἐστιν ἄπειρον. καὶ ἔοικεν ἐπὶ τοῦ ἀπείρου ταὐτὸν εἶναι τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ. ἡ γὰρ τοῦ ἀπείρου ἐνέργεια ὡς ἀπείρου τὸ δύνασθαι ἀεί τι πλέον,2 ἐπεὶ εἴ τις ἐντελέχειαν ἐπιζητοίη ἐπὶ τοῦ ἀπείρου οἷον στάσιν τινὰ καὶ εἶδος, οὗτος οὐδὲν ἄλλο ἢ πέρας ἐπιζητεῖ τοῦ ἀπείρου, ταὐτὸν δὲ εἰπεῖν φθοράν· τοῦτο δὲ ἀδύνατον. πᾶσα γὰρ ἐντελέχεια σῴζειν ὀφείλει τὸ ὑποκείμενον. καὶ ὥσπερ ἡ τοῦ κινητοῦ ἐντελέχεια φυλάττουσα τὸ δυνάμει κίνησις ἦν, οὕτως καὶ ἡ τοῦ ἀπείρου. ὥσπερ γὰρ τὰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα ἀπολέσαντα τὸ γίνεσθαι ἀπόλλυσι καὶ τὸ εἶναι, οὕτως καὶ τὰ ἐν τῷ δύνασθαι ἕως τότε ἐστίν, ἕως ὅτε ἐστὶ τὸ δύνασθαι. εἰ δέ τις, φησί, καὶ τὸ καθ’ αὑτὸ δυνάμει ζητεῖ ἐπὶ τούτων, λαμβανέτω ἐκεῖνο τὸ ὅτε μήπω διαιρεῖται τὸ μέγεθος καὶ ὅτε δύναται ὁ ἀγὼν ἐπιτελεῖσθαι μήπω τελούμενος. ἐνεργείᾳ δὲ τὸ ἐν τῷ ἐπιτελεῖσθαι συνὸν τῷ δυνάμει, ἀλλ’ οὐχὶ τὸ ἐν τῷ ἐπιτετελέσθαι ὡς ἐπὶ ἀνδριάντος. οὐ γὰρ ὅλον, ἀλλὰ κατὰ μέρος τὸ ἐπ’ ἄπειρον. Ἀλλ’ ἔστω μὲν δυνάμει τὸ ἄπειρον ἐν τῇ τῶν μεγεθῶν διαιρέσει κατὰ τὴν ἐπ’ ἄπειρον τομήν. πῶς δὲ ὅλως διαιρεῖταί τι ἐπ’ ἄπειρον ἢ τί τὸ διαιροῦν ἐστι; τέχνη μὲν γὰρ οὐκ ἂν ἐπ’ ἄπειρον τέμνοι (καὶ ὁ βίος γὰρ ἀπαγορεύσει τοῦ τεχνίτου καὶ τὰ ὄργανα οὐκ ἰσχύσει), ἡ δὲ φύσις εἰ ἐπ’ ἄπειρον τέμνοι τι μέγεθος, πολλὰ ἂν ἤδη τμήματα ἄχρηστα πρὸς σύστασιν ἐποίησε διὰ σμικρότητα. εἰ δὲ πρὸ τοῦ εἰς ἐλάχιστον καὶ ἄχρηστον κατατεμεῖν πάλιν αὐτὰ συντίθησιν, οὐκ ἔσται ἡ ἐπ’ ἄπειρον τομή. μήποτε οὖν ῥητέον ὅτι3 ἡ φύσις ποιεῖται μὲν τὰς διαιρέσεις μέχρι τῆς χρείας, τεμοῦσα δὲ δύο τμήματα, εἰ τύχοι τὰ ἐλάχιστα, καὶ αὖθις αὐτὰ συντιθεῖσα, εἰ πάλιν δέοι τεμεῖν, οὐ πάντως κατὰ τὴν συμβολὴν τέμνει, ἀλλὰ καὶ κατ’ ἄλλο μέρος οὐδὲν ἄτομον ἀπολιμπάνουσα, εἰ καὶ ἄλλοτε κατ’ ἄλλα μέρη διαιρεῖ. καὶ οὕτως ἡ ἐπ’ ἄπειρον τομὴ καὶ ἐνεργουμένη φανήσεται, καὶ οὐδὲν ἴσως ἄτοπον ἀκολουθήσει.

因此,也不存在按照数目运动的时间,而是存在停留于一之中的永恒。因此,无限者合理地被说成是在潜能中存在而不是在现实活动中存在;因为正如欧德谟所说,被分出部分者总是被限定的,并不是无限的;因为在有限者上增加了有限者,而分割并未穷尽;因为可能生成者并未被限定,而未被限定的量是无限的。由此看来,柏拉图似乎也把“大与小”称为无限,因为无限性在两者之中都是潜能地存在的。因为在现实活动中,无论数量还是大小都不是无限的。而且看来在无限者这里,潜能中的东西与现实活动中的东西是同一的。因为无限者作为无限者的现实活动就在于总是能够有某种更多的东西;因为如果有人在无限者身上寻求一种完全现实态,比如某种静止和形式,那么他所寻求的无非就是无限者的界限,也就是说是其毁灭;但这却是不可能的。因为一切完全现实态都应当保全其底层基质。并且,正如可运动者的完全现实态在保持潜能的同时就是运动一样,无限者的完全现实态亦复如是。因为正如在生成中具有其存在者一旦失去了生成便也失去了存在,在能够之中[具有存在]者也同样唯当能够尚存时才存在。他说,如果有人在这些事物上也寻求潜能本身的独立存在,就让他假定那个大小尚未被分割的时刻,以及竞技虽尚未举行却能够举行的时刻。而在现实活动中的,则是在于正在完成之中且伴随着潜能的东西,而不是像在雕像的情形中那样在于已经完成之中的东西。因为“至无限”并非作为整体,而是逐部分地存在的。然而,姑且承认大小的分割中的无限者是按照至无限的切分而处于潜能之中。但是,究竟如何会有事物被至无限地分割,或者究竟是什么在分割呢?因为技术是不可能至无限地切分的(因为匠人的寿命会终结,工具也不会有足够力量),而自然如果将某种大小至无限地切分,由于微小,它早就造成了许多对于身体构造毫无用处的切分碎片。但如果自然在将其切分到最小和无用之前又重新将它们结合起来,那么至无限的切分便不复存在。那么,或许应当说,自然是按照需要的限度来进行分割的,而即使切出了两个切片——假定是最微小的——并将它们重新结合,如果需要再次切分,它并非总是沿着接合线切分,而是也沿着另一部分切分,并不留下任何不可分的部分,哪怕它在不同的时间沿着不同的部分进行分割。这样一来,至无限的切分就会显现为也是在现实中运作的,而且或许不会随之产生任何荒谬的后果。

语法注3 条
  1. 3.54ἐντεῦθεν δὲ ἔοικε καὶ Πλάτων τὸ μέγα καὶ τὸ μικρὸν ἄπειρον λέγειν

    ἔοικε 在此处不是支配带不定词的宾格的非人称结构,而是以 Πλάτων 作主语的人称结构(主格与不定词结构),意思是“柏拉图似乎也称……”。

  2. 3.54ἡ γὰρ τοῦ ἀπείρου ἐνέργεια ὡς ἀπείρου τὸ δύνασθαι ἀεί τι πλέον

    主语是 ἡ τοῦ ἀπείρου ἐνέργεια ὡς ἀπείρου(“无限者作为无限者的现实活动”),省略了系动词 ἐστί,带冠词的不定词短语 τὸ δύνασθαι ἀεί τι πλέον(“总能够有某种更多之物”)作表语补足语,表明无限者的现实活动恰恰在于其潜能的永恒持续。

  3. 3.54μήποτε οὖν ῥητέον ὅτι

    μήποτε 与动形容词 ῥητέον 连用,构成表达委婉提议或审慎推测的习惯用法(“那么或许应当说……”),用以引出注解者对于疑难的解决构想。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:493.11-494.11