← 辛普里丘

亚里士多德《物理学》注释

§492.12-493.11

潜能存在的两重性与无限分割

辛普里丘针对亚里士多德《物理学》206a18的引文,阐明了潜能存在按照现实活动存在的区分而具有两重性(指向自立存在的整体或指向生成过程),并论证了大小的无限分割为何不会导致现实的无限大小。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.54#1

" Οὐ δεῖ δὲ τὸ δυνάμει ὂν λαμβάνειν ἕως τοῦ καὶ τῷ δύνασθαι καὶ τῷ γίνεσθαι." Εἰπὼν δυνάμει εἶναι τὸ ἄπειρον ἐν τῇ τῶν μεγεθῶν διαιρέσει κατὰ τὸ ἐπ’ ἄπειρον, ἐπειδὴ καὶ τὸ δυνάμει πᾶν ἐκβῆναι δεῖ ποτε εἰς ἐνέργειαν, εἰ μὴ μάτην εἴη, ἐὰν δὲ γένηται ἐνεργείᾳ ἄπειρα διαιρέματα μεγέθη ἔχοντα, καὶ μέγεθος ἄπειρον ἂν γένοιτο (τὸ γὰρ ἐξ ἀπείρων τῷ πλήθει μεγεθῶν ἄπειρον ἔσται μέγεθος, ὡς εἴρηται πολλάκις), ἀποδέδεικται δὲ διὰ πολλῶν μὴ ὂν ἄπειρον μέγεθος, καὶ ταύτην λύων τὴν ἔνστασιν καὶ τὴν φύσιν τοῦ ἀπείρου παραδεικνὺς ἐναργέστερον, φησὶν ὅτι διχῇ διαιρεῖται τὸ δυνάμει κατὰ τὴν τοῦ ἐνεργείᾳ διαίρεσιν· ἐπειδὴ γὰρ τὸ δυνάμει πρὸς τὸ ἐνεργείᾳ λέγεται, ὁσαχῶς τὸ ἐνεργείᾳ τοσαυταχῶς καὶ τὸ δυνάμει ῥηθήσεται. τὸ δὲ ἐνεργείᾳ διχῶς· ἢ γὰρ ὡς τὸ ὑφεστὼς ὅλον τοῦτο ὅπερ ἐστίν, ὥσπερ ἄνθρωπος ἢ οἰκία, ἢ ὡς τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον, ὡς ὁ ἀγὼν καὶ ἡ ἡμέρα· καὶ γὰρ καὶ ταῦτα εἶναι λέγομεν ἐνεργείᾳ, ὅταν ᾖ. διττὸν ἄρα καὶ τὸ δυνάμει, τὸ μὲν ὡς πρὸς τὸ ὅλον ἅμα ὑφιστάμενον, ὡς λέγομεν τὸν χαλκὸν δυνάμει ἀνδριάντα, ὅτι ἐκβαίνει ποτὲ εἰς τὸ εἶναι ἀνδριάς, ὃς ὅλος ὁμοῦ ὑφέστηκε, τὸ δὲ πρὸς τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον. δυνάμει οὖν τὸ ἐν τῇ διαιρέσει τῶν μεγεθῶν ἄπειρον, οὐχ ὅτι διαιρεῖταί ποτε εἰς ἄπειρα τὰ μεγέθη, ἀλλ’ ὅτι ἐπ’ ἄπειρον διαιρεῖται, τουτέστιν ὅτι ἀεὶ δύναται διαιρεῖσθαι. τὸ γὰρ ἐπ’ ἄπειρον οὐ κατὰ τὸ ἐνεργείᾳ, ἀλλὰ κατὰ τὸ δυνάμει ἔχει τὸ ἄπειρον· ἐν γὰρ τῷ δύνασθαι ἀεὶ τέμνεσθαι καὶ μηδαμοῦ καταλήγειν τὴν τομὴν τὸ ἄπειρόν ἐστι. τὸ μὲν γὰρ τμηθὲν ἀεὶ πεπέρανται, διότι δὲ πᾶν τμῆμα δύναται πάλιν τμηθῆναι, διὰ τοῦτο ἐπ’ ἄπειρον. εἰ δὲ καὶ ἐπὶ τῆς διαιρέσεως καὶ ἐπὶ τῆς προσθέσεως ἀεί τί ἐστιν ἔξω, ἐπὶ μὲν τῆς διαιρέσεως τὸ διαιρεθησόμενον, ἐπὶ δὲ τῆς προσθέσεως τὸ προστεθησόμενον, κατὰ τὸ δυνάμει ἐστὶ τὸ ἄπειρον. ἐν γὰρ τῷ διαιρετῷ ἐστιν, ἀλλ’ οὐκ ἐν τῷ διαιρουμένῳ. τοιγαροῦν κἂν μὴ διαιρῆται, ἐπ’ ἄπειρόν ἐστι διαιρετόν. εἰ δὲ καὶ ἐν τῷ διαιρεῖσθαι θεωρεῖται τὸ ἐπ’ ἄπειρον, μή τι θαυμάσῃς. τὸ γὰρ τοιοῦτον ἐνεργείᾳ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον σύνεστιν ἀεὶ τῷ δυνάμει,1 καὶ διὰ τοῦτο ἔχει ἀεὶ τὴν ἐν τῷ γίνεσθαι παράτασιν, ὅτι οὐδαμοῦ τοῦ δυνάμει ἀπολύεται· ἀπολυθὲν γάρ ἐστιν ὅπερ ἐστὶν καὶ πέρας ἔχει καὶ οὐδὲν ἄπειρον. διὸ τὰ ἐνεργείᾳ μόνως ὄντα ὅλα ἅμα ἐστί, καὶ οὔτε τὸ δυνάμει ἐστὶν ἐν αὐτοῖς οὔτε τὸ ἐπ’ ἄπειρον.

“不应当把在潜能中存在者理解为……直至:既由于能够,又由于生成。” 在谈到无限者在大小按照至无限的分割中是在潜能中存在之后,由于一切在潜能中存在者若非徒劳就必然在某个时候进入现实活动,而如果在现实活动中生成具有大小的无限多个分割物,无限的大小也会生成(因为正如屡次言及的那样,由数量上无限的大小构成者将是无限的大小),但通过许多论证已经证明了并不存在无限的大小,因此[亚里士多德]在解决这一反对意见并更清楚地展示无限者的本性时说道,在潜能中存在者按照在现实活动中存在者的区分而被区分为两种。因为既然在潜能中存在者是相对于在现实活动中存在者而言的,那么在现实活动中存在者有多少种说法,在潜能中存在者也将以多少种方式被言说。而在现实活动中存在者有两种方式:或者作为整体自立存在、正是其所是的这般事物,如同人或房屋;或者作为在生成中具有其存在的事物,如同竞技节或白昼;因为当这些存在时,我们也说它们是在现实活动中存在的。因此,在潜能中存在者也是双重的:一方面是相对于整体同时自立存在的事物而言的,正如我们说青铜在潜能中是雕像,因为它在某个时候会进入作为雕像的存在,而雕像是作为一个整体同时自立存在的;另一方面则是相对于在生成中具有其存在的事物而言的。因此,在大小的分割中的无限者是在潜能中存在的,并不是因为大小在某个时候会被分割为无限多个部分,而是因为它们被无限地分割,也就是说,因为它们总能够被分割。因为“至无限”不是按照现实活动而是按照潜能具有无限者的;因为无限者就在于总能够被切分以及切分绝不在任何地方终结。因为已经被切分的部分总是有限的,但由于每一个切片都能够被再次切分,正是为此它是至无限的。如果在分割中和在相加中总有某种东西在外部——在分割中是将要被分割的东西,在相加中是将要被相加的东西——那么无限者就是按照潜能而存在的。因为它是存在于可分割者之中的,而不是存在于正被分割者之中的。因此,即使它不被分割,它也是可无限分割的。但如果至无限也在正被分割之中被观察到,你绝不要感到奇怪。因为现实活动中具有这种性质者,即在生成中具有其存在者,总是伴随着潜能,并且正因如此,它在生成中始终具有延续性,因为它绝没有脱离潜能;因为一旦脱离,它就是其所是的事物,具有界限,而绝不是无限的。因此,唯独在现实活动中存在的事物是同时作为一个整体存在的,在它们之中既不存在在潜能中的东西,也不存在至无限的东西。

语法注2 条
  1. 3.54τὸ γὰρ τοιοῦτον ἐνεργείᾳ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον σύνεστιν ἀεὶ τῷ δυνάμει

    主语为中性名词化短语 τὸ τοιοῦτον ἐνεργείᾳ,后接同位语修饰成分 τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον(在生成中具有其存在者)。动词 σύνεστιν 支配与格补足语 τῷ δυνάμει。

  2. 3.54Εἰπὼν δυνάμει εἶναι τὸ ἄπειρον ἐν τῇ τῶν μεγεθῶν διαιρέσει κατὰ τὸ ἐπ’ ἄπειρον, ἐπειδὴ καὶ τὸ δυνάμει πᾶν ἐκβῆναι δεῖ ποτε εἰς ἐνέργειαν, εἰ μὴ μάτην εἴη, ἐὰν δὲ γένηται ἐνεργείᾳ ἄπειρα διαιρέματα μεγέθη ἔχοντα, καὶ μέγεθος ἄπειρον ἂν γένοιτο (τὸ γὰρ ἐξ ἀπείρων τῷ πλήθει μεγεθῶν ἄπειρον ἔσται μέγεθος, ὡς εἴρηται πολλάκις), ἀποδέδεικται δὲ διὰ πολλῶν μὴ ὂν ἄπειρον μέγεθος, καὶ ταύτην λύων τὴν ἔνστασιν καὶ τὴν φύσιν τοῦ ἀπείρου παραδεικνὺς ἐναργέστερον, φησὶν ὅτι

    这是一个通向主句动词 φησίν(省略的主语为亚里士多德)的复合长句结构。开头的分词短语 Εἰπὼν ... 之后,原因从句(ἐπειδὴ ...)及其内部的条件结构(ἐὰν δὲ γένηται ... ἄν γένοιτο)与对偶对比句(ἀποδέδεικται δὲ ...)共同构成了反对意见;随后的并列分词(λύων 与 παραδεικνὺς)修饰主句谓语动词 φησίν,其后引出 ὅτι 宾语从句。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:492.12-493.11