- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:491.3-492.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德指出,由于在现实中肯定无限与彻底否定无限都会招致困难,因而有必要裁定无限是如何存在与不存在的,并提醒人们注意时间有限及连续体分割停滞等荒谬后果。随后他以潜能与现实两重存在方式为前提,论证了大小在现实活动中不能是无限的,而是在分割中作为潜能无限存在,同时指出不可分线论在数学上亦可被驳倒。
" Ὅτι μὲν ἐνεργείᾳ οὐκ ἔστι σῶμα ἄπειρον ἕως τοῦ πῶς μὲν ἔστι, πῶς δὲ οὔ." Εἰπὼν πρότερον ἐπιχειρήματα, ἐξ ὧν εἶναί τις πιστεύσειε τὸ ἄπειρον, εἶτα διὰ πλειόνων δείξας ὅτι οὐκ ἔστι σῶμα ἄπειρον ἐνεργείᾳ, συγκρούει λοιπὸν τοὺς λόγους καί φησιν, ὅτι εἰ καὶ τοῖς τιθεῖσι τὸ ἄπειρον ἐνεργείᾳ ἄτοπά τινα ἀκολουθεῖ καὶ τοῖς ἁπλῶς ἀναιροῦσι τὸ ἄπειρον ἀδύνατα συμβαίνει, δῆλον ὅτι τοῦ διαιτήσοντος χρεία καὶ δείξοντος,1 πῶς μὲν ἔστι πῶς δὲ οὐκ ἔστι τὸ ἄπειρον. εἰ γὰρ τῷ δεικνύντι μὴ εἶναι ἄτοπα ἀκολουθεῖ, δῆλον ὅτι ἀνάγκη εἶναι, καὶ πάλιν εἰ τῷ δεικνύντι εἶναι ἀδύνατα συμβαίνει, ἀνάγκη μὴ εἶναι· εἰ οὖν μὴ συναληθεύει ἡ ἀντίφασις, ἀνάγκη πῶς μὲν εἶναι, πῶς δὲ μὴ εἶναι. ἐπειδὴ δὲ τὰ ἑπόμενα ἄτοπα τοῖς ἀναιροῦσι τελέως τὸ ἄπειρον πρὸ πολλοῦ τέθεικε, διὰ τοῦτο καὶ νῦν αὐτῶν ὑπομιμνῄσκει τὰ κυριώτατα φέρων εἰς μέσον. εἰ γὰρ μὴ ἔστιν ἄπειρος ὁ χρόνος, ἔσται τις ἀρχὴ χρόνου καὶ τελευτή, εἰ δὲ τοῦτο, ἦν ὅτε οὐκ ἦν χρόνος,2 καὶ ἔσται ὅτε οὐκ ἔσται· τὸ δὲ ἦν καὶ ἔσται χρόνου μόρια, ὥστε ἦν χρόνος ὅτε οὐκ ἦν χρόνος, καὶ ἔσται ὅτε οὐκ ἔσται. καὶ κίνησις δὲ ἀνέκλειπτος ἀναιρεθήσεται, ἧς ἀριθμὸς ὁ χρόνος. καὶ τὸ πᾶν δὲ οὐκ ἔσται ἀΐδιον. δεύτερον δὲ ἀπείρου μὴ ὄντος ὅλως ἡ τῶν συνεχῶν διαίρεσις στήσεται καὶ ἡ τοῦ ἀριθμοῦ αὔξησις.
“在现实活动中没有无限物体,直至:它是如何存在的,又是如何不存在的。” 在先前陈述了人们借以相信无限者存在的论证,随后通过更多的论据证明了在现实活动中没有无限物体之后,[亚里士多德]如今将这些论辩相互对立起来并说道:如果对于主张现实活动中存在无限者的人会随之产生某些荒谬,而对于断然否定无限者的人也会发生不可能的事情,那么显而易见,就需要有某人来裁定并指出无限者是如何存在的,又是如何不存在的。因为如果对于证明它不存在的人随之产生荒谬,显而易见它就必然存在;反过来,如果对于证明它存在的人发生不可能的事情,它就必然不存在。因此,如果矛盾命题不可能同真,它就必然在某种意义上存在,而在某种意义上不存在。由于他早在很久以前就提出了完全否定无限者的人所招致的荒谬,因此他现在通过提出最主要的荒谬来提醒人们。因为如果时间不是无限的,时间就会有某种开端和终结;而如果是这样,就曾有过没有时间的时候,也将会存在没有时间的时候。然而“曾有”和“将有”是时间的各个部分,因而曾经在没有时间的时候有时间,也将在没有时间的时候会有时间。而且时间作为其数目的不息运动也将被取消。并且全宇宙也不会是永恒的。其次,如果无限者根本不存在,连续体的分割和数目的增加都将停滞。
"Λέγεται δὴ εἶναι τὸ μὲν δυνάμει, τὸ δὲ ἐντελεχείᾳ ἕως τοῦ λείπεται οὖν δυνάμει εἶναι τὸ ἄπειρον." Μέλλων δεικνύναι, πῶς μὲν ἔστι πῶς δὲ οὐκ ἔστι τὸ ἄπειρον, προλαμβάνει τινὰ χρήσιμα αὐτῷ πρὸς τὴν δεῖξιν ἐσόμενα, ἓν μὲν ὅτι τῶν εἶναι λεγομένων τὰ μὲν ὡς δυνάμει ὄντα λέγεται εἶναι τὰ δὲ ὡς ἐνεργείᾳ (τοῦτο δὲ ὡς ἐναργὲς καὶ σύνηθες καὶ πολλάκις ὑπ’ αὐτοῦ δεδειγμένον προέλαβεν), ἕτερον δὲ τὸ προσθέσει τε καὶ διαιρέσει εἶναι τὸ ἄπειρον. καὶ τοῦτό γε ἐναργές, εἴ γε ἄτοπον τὸ ἀρχὴν καὶ τελευτὴν εἶναι τοῦ χρόνου καὶ τὰ μεγέθη μὴ εἰς μεγέθη διαιρεῖσθαι καὶ τὸ μὴ πάντα τὸν ληφθέντα ἀριθμὸν οἷόν τε εἶναι ἐπαύξειν.3 εἰ τοίνυν εἶναι μὲν τὸ ἄπειρον ἀνάγκη, καὶ προσθέσει διὰ τὸν χρόνον καὶ διὰ τὸν ἀριθμόν, καὶ διαιρέσει διὰ τὴν τῶν μεγεθῶν τομήν, οὐδὲν δὲ κατ’ ἐνέργειαν ἄπειρον μέγεθος, ὡς δέδεικται προσεχῶς, ἀνάγκη ἄρα δυνάμει εἶναι καὶ διαιρέσει τὸ μέγεθος ἄπειρον, εἴπερ πᾶν τὸ ὂν ἢ δυνάμει ἐστὶν ἢ ἐνεργείᾳ. δυνάμει ἄρα τὸ ἄπειρον ἐν τῇ τοῦ μεγέθους διαιρέσει. ὥστε ἐπ’ ἄπειρον εἶναι διαιρετὸν τὸ μέγεθος. καὶ γὰρ τὸ ἀνελεῖν, φησί, τὰς ἀτόμους γραμμάς, αἵτινες δοκοῦσι τῇ ἐπ’ ἄπειρον διαιρέσει ἐνίστασθαι, χαλεπὸν οὐδέν. καὶ γὰρ καὶ γέγραπται βιβλίον αὐτῷ πρὸς τὰς ἀτόμους γραμμάς, καὶ ἐν ταύτῃ δείξει τῇ πραγματείᾳ, ὅτι οὐκ ἐξ ἀμερῶν σύγκειται τὰ μεγέθη. δῆλον δὲ τοῦτο καὶ ἐκ τῶν μαθημάτων. εἰ γάρ, ὡς ἐν τῷ ἕκτῳ τῶν Εὐκλείδου Στοιχείων δέδεικται, πᾶσαν γραμμὴν ἔστι τὸν αὐτὸν λόγον τῇ ἤδη τετμημένῃ διελεῖν, οὐκ ἂν ἄτομος εἴη γραμμή. ἔτι δὲ εἰ ἄτομοι, οὐδὲ δίχα διαιρεθήσεται πᾶσα γραμμή, ὡς ἐδόκει ποιεῖν ὁ προβαλλόμενος τὴν δοθεῖσαν εὐθεῖαν δίχα τεμεῖν, καὶ οὐ τὴν ἄτομον μόνον γραμμὴν οὐκ ἔστι δίχα τεμεῖν, ἀλλὰ καὶ τὴν ἐκ περιττῶν ἀτόμων συγκειμένην, ὥσπερ οὐδὲ ὁ περιττὸς ἀριθμὸς δίχα διαιρεῖται.
“既然所说的存在一方面是在潜能中,另一方面是在完全现实态中,直至:因此剩下的就是无限者在潜能中存在。” 在即将阐明无限者是如何存在又是如何不存在之际,[亚里士多德]预先设定了某些对他进行论证有用的前提:其一,在被言及的存在者中,有些是作为在潜能中存在者而被言说的,有些则是作为在现实活动中存在者而被言说的(他预先假定这一点是显明、熟知且由他多次证明过的);其二,无限者无论通过相加还是通过分割都是存在的。而这一点至少也是显而易见的,只要时间存在开端与终结、大小不被分割为大小、以及不能增加任何给定的数目是荒谬的。因此,如果无限者必然存在,且由于时间和数目而在相加中存在,由于大小的切分而在分割中存在,然而正如刚才证明的,没有哪个大小在现实活动中是无限的,那么,既然一切存在者要么在潜能中要么在现实活动中,大小就必然在潜能中且在分割中是无限的。因此,无限者是在大小的分割中在潜能中存在的。从而大小是可以无限分割的。因为他说,取消那些似乎反对无限分割的不可分线绝非难事。因为事实上他已经写过一本针对不可分线的书,而且在当前这部论著中他也将证明大小不是由无部分者构成的。这一点从数学中也是显而易见的。因为如果在欧几里得《几何原本》第六卷中所证明的那样,每一条线都能够按照与已被切分的线相同的比例来分割,那么就不会有不可分线。此外,如果有不可分线,也就并非每一条线都能被二等分,这与提出将给定直线二等分的人似乎所做的相反;并且不仅不可分线不能被二等分,由奇数个不可分线构成者也不能被二等分,正如奇数不能被二等分一样。
- 3.52τοῦ διαιτήσοντος χρεία καὶ δείξοντος
名词 χρεία(需要)支配属格补足语 τοῦ διαιτήσοντος καὶ δείξοντος(名词化的将来时主动分词),系词 ἐστί 被省略,意为“需要有将要裁决和指出……的人”。
- 3.52ἦν ὅτε οὐκ ἦν χρόνος
关系副词从句 ὅτε οὐκ ἦν χρόνος 充当主动词 ἦν 的主语/谓语补足语,属于惯用表达:“曾经存在过没有时间的时候”。下文平行的 ἔσται ὅτε οὐκ ἔσται(将会有没有时间的时候)结构相同。
- 3.53εἴ γε ἄτοπον τὸ ἀρχὴν καὶ τελευτὴν εἶναι τοῦ χρόνου καὶ τὰ μεγέθη μὴ εἰς μεγέθη διαιρεῖσθαι καὶ τὸ μὴ πάντα τὸν ληφθέντα ἀριθμὸν οἷόν τε εἶναι ἐπαύξειν
条件从句中以 ἄτοπον [ἐστι](是荒谬的)为谓语,其后并列了三个对格加不定式短语作为复合主语:(1) τὸ ἀρχὴν καὶ τελευτὴν εἶναι τοῦ χρόνου,(2) [τὸ] τὰ μεγέθη μὴ εἰς μεγέθη διαιρεῖσθαι,以及 (3) τὸ μὴ πάντα τὸν ληφθέντα ἀριθμὸν οἷόν τε εἶναι ἐπαύξειν。
