- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:489.25-491.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注疏亚里士多德《物理学》205b35,基于场所不可能无限以及普遍者内在于个别者之中这一原理,分析了否定无限物体存在的推论;并进一步考察了欧德谟的观点、亚历山大关于重音标调的异读以及亚里士多德的普遍论立场。
" Ἁπλῶς δὲ εἰ ἀδύνατον τόπον ἄπειρον εἶναι ἕως τοῦ τούτων δὲ ἕκαστον πέρας τί ἐστιν." Ἀπὸ τῶν διαφορῶν τῶν τόπων δείξας ὅτι οὐχ οἷόν τε τὸ ἄπειρον ἐν τόπῳ εἶναι οὐδὲ τὸ ἐν τόπῳ ἄπειρον, ἵνα μή τις λέγῃ ὅτι ἐν μερικῷ μὲν τόπῳ οὐκ ἔστι τὸ ἄπειρον, ἐν τῷ ὅλῳ δὲ καὶ ἐν τῷ ἁπλῶς τόπῳ ἀπείρῳ ὄντι τί κωλύει εἶναι ἄπειρον σῶμα, πρὸς τὴν τοιαύτην ἔνστασιν λέγει ὅτι εἰ ἀδύνατον τόπον ἄπειρον εἶναι, ἐν τόπῳ δὲ πᾶν σῶμα, ἀδύνατον ἄπειρον εἶναι σῶμα. ἀλλὰ μὴν τὸ ἡγούμενον, τὸ ἄρα ἑπόμενον.1 καὶ τὸ μὲν συνημμένον κατασκευάζειν ὡς πρόδηλον παρῆκε, τὴν δὲ πρόσληψιν τὴν λέγουσαν ἀλλὰ μὴν ἀδύνατον τόπον ἄπειρον εἶναι τίθησι καὶ κατασκευάζει διὰ τοῦ δεῖξαι ὅτι οὐκ ἔστιν ἐν τόπῳ εἶναι τὸ μὴ ἔν τινι τόπῳ ὄν, τοῦτο δὲ διότι τῶν κοινῶν ἡ ὕπαρξις ἐν τοῖς καθέκαστά ἐστιν. οὗ γὰρ γένος τι κατηγορεῖται ἐν ὑπάρξει ὄντος, τοῦτο καὶ ἄτομόν τί ἐστιν, οἷον εἰ ἄνθρωπος, καὶ τὶς ἄνθρωπος. οὕτως δὲ καὶ τὸ ποῦ οἷον τὸ ἄνω ἢ τὸ κάτω τοῦτο καὶ ἐν τόπῳ ἐστὶ καὶ τὸ ἐν τόπῳ πάντως ποῦ, τουτέστιν ἢ ἄνω ἢ κάτω ἢ ἁπλῶς ἔν τινι ἀτόμῳ τόπῳ. διὰ τοῦτο γὰρ οὐδὲ ποσὸν ἁπλῶς ἐστι τὸ ἄπειρον, ὅτι ἀνάγκη καὶ τὶ ποσὸν ἀφωρισμένον αὐτὸ εἶναι οἷον δίπηχυ ἢ τρίπηχυ, εἴπερ τὸ κοινὸν ἐν τῷ ἀτόμῳ ἔχει τὴν ὕπαρξιν. ὁ μέντοι Εὔδημος καὶ ὁμολόγως ἔχειν φησὶ τὸ μὲν τὶ πρὸς τὸ τόδε, τὸ δὲ ποιὸν πρὸς τὸ οἷον, τὸ δὲ ποσὸν πρὸς τὸ ὅσον, τὸ δὲ ποῦ πρὸς τὸ οὗ, καὶ τὰ μὲν εἶναι καθόλου τὰ δὲ καθέκαστα, οἷον τὸ μὲν ποῦ ἐν τόπῳ, τὸ δὲ οὗ Ἀθήνησιν. ὁ μέντοι Ἀριστοτέλης ἔοικε τὸ ποῦ ἀντὶ τοῦ καθέκαστον λαμβάνειν. Καὶ ἄμεινον δὲ οἶμαι καὶ τὸ ἐν τῷ εἰ οὖν μηδὲ ποσὸν καὶ τὸ ἐν τῷ ποσὸν γάρ τι ἐστιν ἑκάτερον ποσὸν ὀξύνειν καὶ μὴ βαρύνειν τὸ εἰ οὖν μηδὲ πόσον, ὡς Ἀλέξανδρος βούλεται·2 τὸ γὰρ ὡρισμένον, ὅπερ τὸ βαρύτονον δηλοῖ, ἐπὶ τοῦ πόσον γὰρ τὶ ἀκουστέον· τὸ γὰρ τὶ προσκείμενον τὸ ὡρισμένον δηλοῖ. δυνατὸν δὲ καὶ κατὰ τὸν Ἀλέξανδρον ἀκούειν· εἰ οὖν μηδὲ ὡρισμένον ποσὸν δύναται εἶναι τὸ ἄπειρον, διότι μερικόν τι ποσὸν γίνεται οὕτως οἷον δίπηχυ ἢ τρίπηχυ, οὐδὲ ἐν τόπῳ δύναται εἶναι, ὅτι ἔν τινι τόπῳ ἔσται οἷον τῷ ἄνω ἢ κάτω ἢ ἄλλῃ τινὶ διαστάσει τοπικῇ ἓξ οὐσῶν τῶν τοπικῶν διαστάσεων· ἐν τούτων δέ τινι εἶναι οὐ δύναται, διότι πέρας ἐστὶν ἑκάστη. οὕτως δὲ εἶπε καὶ τὸ ἀλλὰ μὴν τό γε ποῦ ἐν τόπῳ καὶ τὸ ἐν τόπῳ ποῦ, τὸ ποῦ ἀντὶ τοῦ ἔν τινι τόπῳ εἰπὼν οἷον ἄνω ἢ κάτω, ὡς ἐδήλωσε μετ’ ὀλίγον εἰπὼν οὕτω καὶ τὸ ἐν τῷ τόπῳ ὅτι ποῦ· τοῦτο δὲ ἢ ἄνω ἢ κάτω. κάλλιον οὖν ἴσως, εἴπερ βαρυτονεῖν χρὴ τὸ ἕτερον πόσον, οὐχὶ τὸ πρῶτον ἀλλὰ τὸ δεύτερον βαρυτονεῖν τὸ πόσον γὰρ τὶ ἔστιν, ἵνα ᾖ τὸ μὲν πόσον βαρυτόνως τὸ ὡρισμένον δηλοῦν τὸ δὲ τὶ τὸ δίπηχυ ἢ τρίπηχυ. καὶ ἐντεῦθεν δὲ δῆλον ὅτι οὐκ ἀναιρεῖ τὴν τῶν κοινῶν ὑπόστασιν ὁ Ἀριστοτέλης, ἀλλ’ ἐν τοῖς πολλοῖς καὶ διαφόροις αὐτὴν ὑφεστάναι λέγων τὸ καθ’ αὑτὴν εἶναι ἀναιρεῖ, τῆς ἡμετέρας ἐννοίας ἔργον οἰόμενος τὸ τὴν ἐν τοῖς πολλοῖς ὑφεστῶσαν κοινότητα χωρίζειν.3 διὸ καὶ ὑστερογενῆ αὐτὴν καλεῖ, τὸ δὲ ἐξῃρημένον, ἀφ’ οὗ ἡ ἐνυπάρχουσα κοινότης, οὐκ ἂν λέγοιτο δικαίως κοινότης.
“简而言之,如果场所不可能无限,直至:而这些之中的每一者都是某种界限。” 在从场所的诸差异证明了无限者不可能处于场所之中、处于场所之中的东西也不可能是无限的之后,为了防止有人说无限者固然不在局部的场所之中,但有什么阻止无限物体处于整体的、简而言之无限的场所之中呢,面对这样的反驳[亚里士多德]说:如果场所不可能无限,而一切物体都在场所之中,那么物体就不可能是无限的。然而前件[成立],所以后件[亦成立]。由于假言命题已然自明,他略过了对其论证,而是提出并确立了陈述“然而场所不可能无限”的附加前提,其方法是证明:不处于某一特定场所之中的东西就不可能处于场所之中;而这是因为共通者的存在是在诸个体之中的。因为只要某个属在存在之物上被述说,这一事物也就是某个不可分者(个体),正如如果是人,也就是某个人。同样,“何处”(如上方或下方)也是在场所之中,而在场所之中的东西必定在某处,也就是说在上方或在下方,或者简而言之在某个个别的场所之中。正是由于这个缘故,无限者甚至根本不是数量,因为既然共通者在个体之中拥有其存在,它就必然也是某种确定的数量,如两肘长或三肘长。然而欧德谟说,“某物”相对于“这个”,“性质”相对于“如此者”,“数量”相对于“这么大”,“何处”相对于“在何处”是相应对应的,前者是普遍者,后者是各个别者,例如“何处”是“在场所中”,而“在何处”是“在雅典”。然而亚里士多德似乎把“何处”当作个别者来使用。而且我认为,在“因此如果它甚至不是数量”和“因为它是某种数量”中,把两个“数量”都读作锐音,而不像亚历山大所主张的那样在“因此如果它甚至不是这么大”中读作重音,是更为妥当的;因为重音所表示的确定义,应当在“因为它是某种数量[这么大]”中来领会,因为附加的“某种”表示确定性。不过按照亚历山大的理解也是可能的:因此如果无限者甚至不能是确定的数量(因为这样它就会变成某种局部的数量,如两肘长或三肘长),它也就不能在场所之中(因为它将会在某个特定的场所之中,如上方或下方或其它某种位置广延,位置广延共有六种;然而它不可能处于这些广延的任何一种之中,因为每一者都是界限)。他之所以说“然而在‘何处’者在场所之中,而在场所之中的东西在‘何处’”,也是这个意思,即用“何处”代替“在某个场所之中”(如上方或下方),正如他稍后所阐明的那样,他说“同样,在场所之中的东西也是在‘何处’;而这要么是上方要么是下方”。因此,如果必须将两个“多少”之中的一个读作重音,或许最好不是将第一个读作重音,而是将第二个“因为它是某种数量[这么大]”读作重音,以便使带有重音的词表示确定性,而“某种”表示两肘或三肘长。由此亦显而易见,亚里士多德并没有取消共通者的实立,而是通过主张它在众多且相异的事物中实立,否定了它依自身的存在,认为将实立于众多事物之中的共通性分离出来是我们概念的功用。因此他也称之为“后生的”,而作为内在于其中的共通性所源出的“超验者”,则不能正当地被称为共通性。
- 3.51ἀλλὰ μὴν τὸ ἡγούμενον, τὸ ἄρα ἑπόμενον
源自斯多亚派逻辑学的假言三段论(肯定前件式)程式化表达。省去了系动词或存在动词(ἔστι 或 ὑπάρχει),意为“然而前件[成立],所以后件[亦成立]”。
- 3.51τὸ εἰ οὖν μηδὲ πόσον, ὡς Ἀλέξανδρος βούλεται
关于 πόσον(重音,源自疑问词,表确定大小的数量)与 ποσόν(锐音,不定代词,泛指无限定的数量)之重音异读的讨论。亚历山大主张读为重音(βαρύτονον)以表示“具有确定大小的数量”,而辛普利丘则主张保留锐音 ποσόν。
- 3.51τῆς ἡμετέρας ἐννοίας ἔργον οἰόμενος τὸ τὴν ἐν τοῖς πολλοῖς ὑφεστῶσαν κοινότητα χωρίζειν
该结构依存于分词 οἰόμενος(主语为亚里士多德),带中性冠词的不定式短语 τὸ ... χωρίζειν(“分离……”)作宾格主语,而 τῆς ἡμετέρας ἐννοίας ἔργον(“我们概念的功用”)作宾语补足语(谓语宾格),构成双重宾格结构。
