- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:48.1-49.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐述了主张存在为唯一者取消了一切原理,随后引述了欧德谟《物理学》中关于各门科学之原理如何得到判定且不致陷入无穷倒退的疑难,并简要指出公理与定义本身是自明且不可证明的。
ἀναιροῦσι δὲ πᾶσαν ἀρχὴν οἱ ἓν μόνον λέγοντες τὸ ὂν καὶ οὕτως ἓν ὡς μηδὲν ἄλλο παρ’ αὐτὸ εἶναι.12 ἡ γὰρ ἀρχὴ συνεισάγει πάντως ἑαυτῇ ἢ τὶ ἢ τινὰ ὧν ἐστιν ἀρχή. ζητεῖ δὲ ἐν τῇ Μετὰ τὰ φυσικὰ ὁ Ἀριστοτέλης, πότερον τὰς ἑκάστης ἐπιστήμης ἀρχὰς καθ’ ἑκάστην μία τίς ἐστιν ἡ δεικνύουσα, ἢ μιᾶς ἐπιστήμης ἔστι θεωρῆσαι κοινῆς τινος περὶ πασῶν τῶν ἐπιστημῶν. καὶ Εὔδημος δὲ ἀρχόμενος τῶν Φυσικῶν ζητεῖ μὲν φιλοκάλως τὸ πρόβλημα, τὴν δὲ λύσιν εἰς ἄλλας πραγματείας τελεωτέρας ὑπερτίθεται. λέγει δὲ οὕτως· “πότερον δὲ ἑκάστη τὰς αὑτῆς ἀρχὰς εὑρίσκει τε καὶ κρίνει, ἢ καθ’ ἑκάστην ἑτέρα τις, ἢ καὶ περὶ πάσας μία τίς ἐστι, διαπορήσειεν ἄν τις. οἱ γὰρ μαθηματικοὶ τὰς οἰκείας ἀρχὰς ἐνδείκνυνται καὶ τί λέγουσιν ἕκαστον ὁρίζονται· ὁ δὲ μηδὲν συνιδὼν γελοῖος ἂν εἶναι δόξειεν ἐπιζητῶν τί ἐστι γραμμὴ καὶ τῶν ἄλλων ἕκαστον· περὶ δὲ τῶν ἀρχῶν οἵας αὐτοὶ λέγουσιν οὐδὲ ἐπιχειροῦσιν ἀποφαίνειν, ἀλλ’ οὐδέ φασιν αὑτῶν εἶναι ταῦτα ἐπισκοπεῖν, ἀλλὰ τούτων συγχωρουμένων τὰ μετὰ ταῦτα δεικνύουσιν. εἰ δὲ ἔστιν ἑτέρα τις περὶ τὰς γεωμετρικὰς ἀρχάς, ὁμοίως δὲ καὶ τὰς ἀριθμητικὰς καὶ τῶν ἄλλων ἕκαστα, πότερον μία τις περὶ τὰς ἁπασῶν ἀρχάς ἐστιν ἢ καθ’ ἑκάστην ἄλλη; εἴτε δὲ μία ἐστὶ κοινή τις εἴτε καθ’ ἑκάστην ἰδία, δεήσει καὶ ἐν αὐταῖς ἀρχάς τινας εἶναι. πάλιν οὖν ἐπιζητήσεται τὸν αὐτὸν τρόπον, εἰ καὶ τῶν οἰκείων ἀρχῶν εἰσιν αὗται ἢ ἄλλαι τινές.3 ἑτέρων μὲν οὖν ἀεὶ γινομένων, εἰς ἄπειρον πρόεισιν· ὥστε οὐκ ἔσονται τῶν ἀρχῶν ἐπιστῆμαι· ἀρχαὶ γὰρ εἶναι δοκοῦσιν αἱ ἀνώτεραι ἀεί. εἰ δὲ στήσονται καὶ ἔσονται τινες ἢ καὶ μία τις οἰκεία τῶν ἀρχῶν ἐπιστήμη, ζητήσεται καὶ λόγου δεήσει, διὰ τί αὕτη μέν ἐστι τῶν τε ὑφ’ ἑαυτὴν καὶ τῶν οἰκείων ἀρχῶν, αἱ δὲ ἄλλαι οὔ· πλασματικῷ γὰρ ἔοικε τὸ ἴδιον, εἰ μὴ διαφορά τις ἐμφέρεται.4 ταῦτα μὲν οὖν ἑτέρας ἂν εἴη φιλοσοφίας οἰκειότερα διακριβοῦν.” ταύτην τὴν τοῦ Εὐδήμου λέξιν σαφῶς ἐκτιθεμένην τὴν τῷ προβλήματι προσήκουσαν ἀπορίαν ὅλην παρεθέμην τοῖς ζητητικωτέροις. καὶ ὁ μὲν Εὔδημος τὴν ἐπίκρισιν, ὡς εἶπον, εἰς τελειοτέρας πραγματείας ἀνεβάλετο. συντόμως δὲ ῥητέον, ὅτι τῶν καθ’ ἑκάστην τέχνην καὶ ἐπιστήμην ἀρχῶν αἱ μέν εἰσιν αὐτόπιστοι καὶ διὰ τοῦτο γνώριμοι καὶ αὐταῖς ταῖς ἐπιστήμαις ὧν εἰσιν ἀρχαί, ὥσπερ ἐν γεωμετρίᾳ αἱ καλούμεναι κοιναὶ ἔννοιαι· καὶ οἱ ὅροι δέ· καὶ γὰρ καὶ αὐτοὶ ἀναπόδεικτοι βούλονται εἶναι.
而那些主张存在仅仅是一,并且是以除它之外别无他物的方式主张存在是一的人,取消了一切原理。因为原理无论如何都会把以它为原理的某物或某些事物与自身一道引入。亚里士多德在《形而上学》中亦探究:究竟对于每一门科学而言,是否存在某一门按各门科学分别展示其原理的科学,还是属于某一门共通的科学来考察所有科学。而欧德谟在《物理学》的开端亦出色地探究了这一难题,却将解答推延至其他更完备的著作中。他这样说道:“究竟是每一门科学自己发现并判定其自身的原理,还是针对每一门科学各有另一门科学,抑或是针对所有科学存在着某一门科学,人们对此可能会提出疑难。因为数学家表明他们固有的原理,并对他们所说的每一个概念作出定义;而毫无领会的人若进一步追问什么是线以及其他各项概念,就会显得十分可笑;然而对于他们自己所说的那类原理,他们甚至不企图作出陈述,反而声称考察这些并不属于他们的分内之事,而是在承认了这些之后才展示后续的事项。但如果存在着另一门涉及几何原理的科学,同样亦涉及算术原理及其他各门科学的原理,那么究竟是存在着某一门涉及一切科学之原理的科学,还是针对每一门科学各有一门科学?而且,无论它是一门共通的科学,还是针对各门科学各自固有的科学,在这些科学之中同样必然存在着某些原理。因此,人们将再次以同样的方式追问,这些科学自身究竟亦处理其固有的原理,还是另有某些其他科学来处理。若总是产生不同的科学,就会走向无穷;从而将不会有关于原理的诸科学;因为更高的那些总是被看作原理。但如果它们停下来,并且将存在某些科学,乃至存在某一门专门处理原理的科学,那么就将受到追问并需要作出解释:为什么这一门科学既处理其属下的原理又处理其固有的原理,而其他科学却不然;因为除非能提出某种差异,否则这种特权就近于捏造。因此,精确辨析这些事项将更适宜属于另一门哲学。”欧德谟这段明晰阐发该难题所应有之全部疑难的文句,我已为更具探究精神的人引录于此。正如我所言,欧德谟将判定推延至更完备的著作中。然而简言之,各门技艺和科学所依据的原理中,有些是自明的,因此对于其作为原理所属的那些科学自身而言亦是可知的,正如几何学中所谓的公理一样;定义亦然;因为定义本身亦旨在是不受证明的。
- 1.7οἱ ἓν μόνον λέγοντες τὸ ὂν καὶ οὕτως ἓν ὡς μηδὲν ἄλλο παρ’ αὐτὸ εἶναι
带有 ὡς 的结果从句表示方式(“以至于……”)。介词短语 παρʼ αὐτό 表排除(“除它之外”),刻画了排斥存在之外尚有任何他物的极端的爱利亚派一元论立场。
- 1.7καὶ οἱ ὅροι δέ· καὶ γὰρ καὶ αὐτοὶ ἀναπόδεικτοι βούλονται εἶναι
καὶ οἱ ὅροι δέ 是承接前文公理特性而仅保留主语的省略句(意为“定义亦是自明/不可证明的”)。βούλονται 用于无生命主语,是表示“旨在”、“本性上应当如何”的惯用法。
- 1.7εἰ καὶ τῶν οἰκείων ἀρχῶν εἰσιν αὗται ἢ ἄλλαι τινές
主语 αὗται 为阴性复数,指代前述讨论原理的诸科学。属格 τῶν οἰκείων ἀρχῶν 与动词 εἰσί 连用,作表语表示管辖范围(“属于/主管其自身的固有原理”)。其构架在于权衡这些科学是自行奠定其原理,还是需要其他科学来确立。
- 1.7πλασματικῷ γὰρ ἔοικε τὸ ἴδιον, εἰ μὴ διαφορά τις ἐμφέρεται
主语 τὸ ἴδιον 指代某一门科学享有的特权或特殊性质(即能够奠定自身原理)。与格 πλασματικῷ 受动词 ἔοικε 支配(“近于捏造/虚构之物”)。条件从句 εἰ μὴ... 构成附加的限定条件。
