← 辛普里丘

亚里士多德《物理学》注释

§489.3-489.24

依据场所的诸差异驳斥无限物体

辛普利丘阐释了亚里士多德在《物理学》卷三第5章(205b31)中依据场所的诸差异(上下、前后、左右)驳斥无限物体的论证结构,并补充说明了这些空间差异不仅是相对于观察者的主观关系,更是宇宙中依自然存在的客观规定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.50

" Ἔτι πᾶν σῶμα αἰσθητὸν ἐν τόπῳ, ἕως τοῦ ἀδύνατον δὲ ἐν τῷ ἀπείρῳ σώματι εἶναι ταῦτα." Ἀπὸ τῶν φυσικῶν δυνάμεων τοῦ φυσικοῦ σώματος καὶ τῶν κατὰ ταύτας φυσικῶν αὐτοῦ ῥοπῶν, τουτέστιν ἀπὸ τοῦ βάρους αὐτῶν καὶ τῆς κουφότητος, δείξας ὅτι οὐκ ἂν εἴη τὸ ἄπειρον ἐν τόπῳ, νῦν ἀπὸ τῶν τοῦ τόπου διαφορῶν ἀναιρεῖ τὸ δύνασθαι ἐν αὐταῖς εἶναί τι ἄπειρον σῶμα.1 προέκειτο γὰρ δεῖξαι, ὅτι ἀδύνατον ἄπειρον ἅμα λέγειν σῶμα καὶ τόπον τινὰ εἶναι τοῖς σώμασι. δείξας οὖν ὅτι εἰ ἄπειρον, οὐκ ἔσται ἐν τόπῳ, νῦν δείκνυσιν ὅτι εἰ ἐν τόπῳ, οὐκ ἔσται ἄπειρον. εἰ γὰρ πᾶν σῶμα αἰσθητὸν ἐν τόπῳ, ἀδύνατον ἄπειρον εἶναι σῶμα. τόπου δὲ εἴδη καὶ διαφοραὶ τὸ ἄνω καὶ κάτω καὶ ἔμπροσθεν καὶ ὄπισθεν καὶ δεξιὸν καὶ ἀριστερόν. καὶ ταῦτα οὐ μόνον πρὸς ἡμᾶς καὶ θέσει ἐστίν, ὡς δειχθήσεται, ἀλλὰ καὶ ἐν τῷ ὅλῳ κατὰ φύσιν2 διώρισται. δῆλον οὖν ὅτι ὡρισμένα καὶ πεπερασμένα ἐστίν, ὡς δηλοῖ καὶ ἡ πρὸς ἄλληλα διαφορὰ αὐτῶν. καὶ τὸ ἐν αὐταῖς ἄρα σῶμα φυσικὸν πεπερασμένον ἔσται. ἐξισάζει γὰρ τῷ τόπῳ τὸ ἐν αὐτῷ σῶμα, ὡς δέδεικται πρότερον. ἀδύνατον ἄρα τὰς τῶν τόπων διαφορὰς ἀπείροις σώμασιν ὑπάρχειν, ὥστε τὸ ἐν τόπῳ ὂν ἄπειρον εἶναι.3 τὸ δὲ καὶ φύσει εἶναι τὰς τοῦ τόπου ταύτας διαφορὰς αὐτὸς μὲν ἐν τῇ Περὶ οὐρανοῦ δείκνυσιν, ὁ δὲ Ἀλέξανδρος ἐν τοῖς πρὸς τὸν Ἐπικούρειον Ζηνόβιον ἀντιγεγραμμένοις. δείκνυσι δὲ θαυμασίως ὁ Ἀριστοτέλης, ὅτι οὐκ ἂν ἦν ταῦτα πρὸς ἡμᾶς καὶ κατὰ σχέσιν, εἰ μὴ ἐν τῷ παντὶ πρότερον ἦν καὶ κατὰ φύσιν.

“再者,每个可感觉的物体都在场所之中,直至:然而在无限物体中不可能存在这些。” 在从自然物体的自然潜能以及依据这些潜能的自然倾向(即从它们的重性与轻性)出发,证明了无限者不可能处于场所之中以后,现在[亚里士多德]从场所的诸差异出发,否定了任何无限物体能够处于它们之中的可能性。因为预先提出的任务是证明:不可能同时主张存在无限物体与诸物体具有某种场所。因此,既然已经证明了如果它是无限的,它就不会处于场所之中,现在他证明如果它处于场所之中,它就不会是无限的。因为如果每个可感觉的物体都在场所之中,物体就不可能是无限的。而场所的种与差异乃是上方与下方、前方与后方、右方与左方。而这些不仅是相对于我们且按约定存在的(正如将要表明的那样),而且在全体之中也是依自然被区分的。因此显而易见,它们是已确定的和有限的,正如它们相互之间的差异也表明的那样。所以处于它们之中的自然物体也将是有限的。因为正如之前所证明的那样,处于其中的物体与场所相等。因此,场所的诸差异属于无限的诸物体,以致处于场所之中的东西是无限的,这是不可能的。而场所的这些差异亦依自然存在这一点,他本人在《论天》中予以证明,而亚历山大则在反驳伊壁鸠鲁学派芝诺比乌斯的著作中予以证明。亚里士多德极妙地证明了:如果这些不是首先在宇宙之中且依自然存在,它们也就不会相对于我们并依关系存在。

语法注3 条
  1. 3.50ἀναιρεῖ τὸ δύνασθαι ἐν αὐταῖς εἶναί τι ἄπειρον σῶμα

    带有中性单数定冠词的不定式短语 τὸ δύνασθαι... 作为主要动词 ἀναιρεῖ 的直接宾语。不定式 εἶναι 的逻辑主语是 τι ἄπειρον σῶμα,而 ἐν αὐταῖς(在诸差异之中)充当其地点短语。

  2. 3.50οὐκ ἂν ἦν ταῦτα πρὸς ἡμᾶς καὶ κατὰ σχέσιν, εἰ μὴ ἐν τῷ παντὶ πρότερον ἦν καὶ κατὰ φύσιν

    主节使用 ἄν + 未完成过去时直陈式(οὐκ ἂν ἦν),条件节使用 εἰ μή + 未完成过去时直陈式(ἦν),构成反事实条件句,意即“若非在宇宙中依自然原已存在,它们也绝不可能相对于我们存在”。

  3. 3.50ὥστε τὸ ἐν τόπῳ ὂν ἄπειρον εἶναι

    由连词 ὥστε 引导的带宾格的不定式结构(主语为 τὸ ἐν τόπῳ ὄν,述语为 ἄπειρον εἶναι),在 ἀδύνατον 的辖域内从属于 ὑπάρχειν,表示与之一同被否定为不可能的结果(“以致处于场所之中的东西是无限的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:489.3-489.24