← 辛普里丘

亚里士多德《物理学》注释

§487.31-489.2

无限物体与场所不可并存之论证

辛普利丘注解了亚里士多德《物理学》205b24以下的内容,解释了无限物体与场所不可并存的主张。他基于物体的重轻性质及其运动与静止,顺应论证的结构阐明,无论是无限物体的全体处于上方或下方,还是两个半边分别处于上下两方,都是不可能的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.49

" Ὅλως δὲ φανερόν, ὅτι ἀδύνατον ἄπειρον ἅμα λέγειν σῶμα καὶ τόπον ἕως τοῦ ἢ ἔσχατον καὶ μέσον;" Τὸν Ἀναξαγόρου λόγον εὐθύνας ἀντὶ τοῦ ἐν τόπῳ τὸ ἐν ἑαυτῷ ὡς ἐν τόπῳ θέμενον1 ἐφιστάνει καλῶς, ὅτι ἀκόλουθον τῷ ἄπειρον λέγοντι σῶμα τὸ μὴ λέγειν τόπον τινὰ εἶναι τοῖς σώμασι, καὶ τῷ τὸν τόπον ὁμολογοῦντι τὸ μὴ εἶναι σῶμα ἄπειρον. δῆλον δὲ ὅτι καὶ πρὸς τὴν ἐξ ἀρχῆς προτεθεῖσαν τοῦ ἀπείρου ἀναίρεσιν ἡ ἀπόδειξις αὕτη συντελεῖ. ὡς γὰρ ἀπ’ αὐτοῦ τοῦ ἀπείρου πρότερον ἐπιχειρῶν ἐδείκνυ, ὅτι οὔτε οὐσία οὔτε συμβεβηκὸς οὔτε ἁπλοῦν οὔτε σύνθετον οὔτε ὁμοιομερὲς οὔτε ἀνομοιομερές, οὕτω νῦν ἀπὸ τῶν τόπων καὶ τῆς πρὸς αὐτοὺς σχέσεως ἐπιχειρεῖ. καὶ πρῶτον ὅτι εἰ ἄπειρον, οὐκ ἐν τόπῳ. ἡ δὲ ἐπιχείρησις ἀπὸ τῶν δυνάμεων γίνεται τῶν φυσικῶν σωμάτων. εἰ γὰρ πᾶν σῶμα αἰσθητὸν ἢ βάρος ἔχει ἢ κουφότητα, καὶ κατὰ τὰς ῥοπὰς ταύτας τοῖς σώμασιν ὑπάρχει ἡ ἀπὸ τῶν τόπων καὶ ἐπὶ τοὺς τόπους κίνησις καὶ ἡ ἐν αὐτοῖς μονή, ἀδύνατον δὲ τὸ ἄπειρον σῶμα βάρος ἔχειν ἢ κουφότητα, ὡς δείξει, ἀδύνατον ἄπειρον τι σῶμα ἐν τόπῳ εἶναι. ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον.2 καὶ τὸ μὲν πᾶν σῶμα αἰσθητὸν βάρος ἔχειν ἢ κουφότητα ὡς ἐναργὲς παρῆκε. δεῖ γὰρ πάντως ὁποτερανοῦν ἔχειν τούτων τῶν ἀντικειμένων ποιοτήτων, τὰ μὲν ἁπλᾶ καθ’ αὑτὴν ὁποτερανοῦν, τὰ δὲ μικτὰ 〈κατὰ τὴν〉μῖξιν αὐτὴν ἢ κατὰ τὸ ἐπικρατοῦν. ὅτι δὲ εἰ ἄπειρόν τί ἐστι σῶμα, ἀδύνατον αὐτὸ βάρος ἔχειν ἢ κουφότητα ἢ ἄνω ἢ κάτω εἶναι, ἔδειξε διὰ τοῦ εἰπεῖν ἀδύνατον δὲ ἢ πᾶν ὁποτερονοῦν ἢ τὸ ἥμισυ ἑκάτερον πεπονθέναι. τούτων δὲ δυοῖν ὄντων τῷ μὲν ἅπαν ὁποτερονοῦν πεπονθέναι οὐκ ἐπήνεγκε τὸ ἑπόμενον ἄτοπον ὡς ἐναργές· εἰ γὰρ ἅπαν ἢ ἄνω ἢ κάτω, ἐπειδὴ ἑκάτερον τούτων πεπέρανται, εἴ γε ἄνω μέν ἐστι τὸ πρὸς τῷ ἐσχάτῳ, κάτω δὲ τὸ πρὸς τῷ μέσῳ, ἔσται τὸ ἄπειρον σῶμα ἐν πεπερασμένῳ τόπῳ, ὅπερ ἀδύνατον. ἔτι δὲ εἰ ἐν τῷ ἑτέρῳ τούτων τὸ ἄπειρον, ὁ συναμφότερος τόπος μείζων ἔσται τοῦ ἀπείρου, εἴ γε αὐτὸ ἴσον ἐστὶ τῷ ἑτέρῳ ἐν ᾧ ἐστι, τοῦ δὲ ἀπείρου μεῖζον οὐδέν ἐστιν. ταῦτα μὲν οὖν ὡς πρόδηλα τῷ λόγῳ αὐτὸς προσάγειν οὐκ ἠξίωσε. τῷ δὲ τὸ ἥμισυ ἑκάτερον πεπονθέναι τὸ ἑπόμενον ἐπήνεγκεν εἰπὼν πῶς γὰρ διελεῖς; ἢ πῶς τοῦ ἀπείρου ἔσται τὸ μὲν ἄνω τὸ δὲ κάτω;3 ἀδύνατον γὰρ δίχα διελεῖν τὸ ἄπειρον. ἢ γὰρ ἄπειρον ἑκάτερον καὶ ἔσται τὸ ὅλον μεῖζον ἑκατέρου ἀπείρων ὄντων, ἢ πεπερασμένον καὶ ἔσται τὸ ὅλον πεπερασμένον ἐκ δυεῖν πεπερασμένων συγκείμενον. πῶς δὲ τοῦ ἀπείρου τὸ μὲν ἄνω ἔσται τὸ δὲ κάτω; ἔσται γὰρ ἐν πεπερασμένοις τόποις τὰ δύο τοῦ ἀπείρου μέρη. ὥστε καὶ αὐτὰ πεπερασμένα ἔσται καὶ τὸ ὅλον πεπερασμένον. τὸ δὲ πεπερασμένον τοῦ ἄνω καὶ κάτω ἐνεδείξατο διὰ τοῦ ἢ ἔσχατον καὶ μέσον. ὃ γὰρ ἔσχατον καὶ μέσον ἔχει, πεπέρανται· περάτων γὰρ ὀνόματα τὸ ἔσχατον καὶ μέσον. ἔσται δὲ ἔσχατον μὲν τοῦ ἀπείρου τὸ ἄνω, μέσον δὲ τὸ κάτω. εἰ δὲ τὸ μὲν ἄνω ἔσχατον, τὸ δὲ κάτω μέσον καὶ ἑκάτερον πεπέρανται καὶ διὰ τοῦτο ἀδύνατον ἐν αὐτοῖς εἶναι τὰ τοῦ ἀπείρου μέρη, δῆλον ὅτι πολλῷ μᾶλλον τὸ ὅλον ἄπειρον ἐν ὁποτερῳοῦν εἶναι τούτῳ ἀδύνατον. ὥστε διὰ τῆς αὐτῆς δείξεως ἄμφω δέδειχε, καὶ ὅτι ἀδύνατον πᾶν ὁπότερον, καὶ ὅτι ἀδύνατον τὸ ἥμισυ ἑκάτερον πεπονθέναι.

“总的来说,显然不可能同时主张无限的物体和场所存在,直至:或者端点与中间?” 在纠正了阿那克萨戈拉将“存在于自身之中”当作存在于场所之中来代替“存在于场所之中”的论点之后,[亚里士多德]适切地指出:对于主张存在无限物体的人而言,其推论是不主张物体具有任何场所;而对于承认场所的人而言,其推论是不存在无限物体。显而易见,这一证明也服务于从一开始就提出的对无限者的驳斥。因为正如他之前从无限者本身出发进行论证,证明它既非实体亦非偶性,既非单一亦非复合,既非同质部分亦非异质部分一样,现在他从诸场所及对它们的关系出发进行论证。首先,如果它是无限的,它就不在场所之中。这一论证是从自然物体的潜能出发的。因为,如果每个可感觉的物体要么具有重性要么具有轻性,并且根据这些倾向,物体具有从诸场所离开以及朝向诸场所的运动和在其中的静止,而正如他将要证明的那样,无限物体不可能具有重性或轻性,那么任何无限物体也就不可能处于场所之中。然而前者是真实的,因此后者亦然。每个可感觉的物体具有重性或轻性这一点,他作为显然的事实予以略过;因为物体必须完全具有这些对立性质中的任一种,单一物体依其自身具有其中任一种,而混合物体则依其混合本身或依其主导者而具有。然而,如果某物体是无限的,它不可能具有重性或轻性,即不可能处于上方或下方,这一点他通过说“然而不可能全体遭受任一种,也不可能每个半边遭受各自的一种”而指明了。在这两种情况中,对于全体遭受任一种的情况,他没有附加上随之而来的荒谬推论,因为这是显而易见的;因为如果全体要么处于上方要么处于下方,既然这两者中的每一者都是有限的——如果上方确实是处于端点附近者,而下方确实是处于中间附近者——那么无限物体就将处于有限的场所之中,而这是不可能的。再者,如果无限者处于这两者之一中,那么两者合起来的场所就将大于无限者,如果它确实与其所在的一方相等的话;但没有任何东西大于无限者。因此,这些推论作为自明的道理,他自己认为不值得附加在论证之中。但对于每个半边遭受各自的一种的情况,他附加了随之而来的推论,说:“因为你将如何分割它?或者在无限者中,怎能一部分在上方而另一部分在下方?”因为将无限者一分为二是绝不可能的。因为要么每一部分都是无限的,并且全体将大于本已无限的每一部分;要么每一部分都是有限的,并且全体将是由两个有限之物合成的有限者。“在无限者中,怎能一部分在上方而另一部分在下方?”因为无限者的两个部分将处于有限的诸场所之中。因此它们自身也将是有限的,全体也是有限的。而上方与下方是有限的,他通过“或者端点与中间”指明了这一点。因为具有端点与中间之物是有限的;因为端点与中间是界限的名称。对于无限者而言,上方将成为端点,而下方将成为中间。然而,如果上方是端点而下方是中间,且每一者都是有限的,并因此不可能使无限者的各部分处于其中,那么显然,全体的无限者处于这两者中的任一者之中就更为不可能了。因此,通过同一证明,他证明了两者:既证明了不可能全体遭受任一种,也证明了不可能每个半边遭受各自的一种。

语法注3 条
  1. 3.49ἀντὶ τοῦ ἐν τόπῳ τὸ ἐν ἑαυτῷ ὡς ἐν τόπῳ θέμενον

    分词 θέμενον 为阳性单数宾格,修饰前面的 τὸν Ἀναξαγόρου λόγον。这里将论点本身拟人化,把“将存在于自身之中当作存在于场所之中来代替存在于场所之中”这一动作归于该论点。在语法上它与 λόγον 一致,尽管在意义上指阿那克萨戈拉本人的主张。

  2. 3.49ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον

    表示三段论式推导的程式化省略表达。承接前面的假言前提(“如果无限物体不可能具有重性或轻性[前件],那么任何无限物体处于场所之中就是不可能的[后件]”),通过肯定前件律(modus ponens)得出结论:“然而前件确实成立,因此后件也成立”。

  3. 3.49ἔσται δὲ ἔσχατον μὲν τοῦ ἀπείρου τὸ ἄνω, μέσον δὲ τὸ κάτω

    属格 τοῦ ἀπείρου 被理解为对分配给无限者的场所的界定:“对于无限者而言,上方将成为端点,而下方将成为中间。”它表明了这样一个推论:假定无限者占据了场所(上下),场所的规定性就将施加于无限者之上。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:487.31-489.2