← 辛普里丘

亚里士多德《物理学》注释

§486.22-487.30

从部分同质性导出静止的谬误与可知解解读

辛普利丘阐释了亚里士多德对阿那克萨戈拉静止说的反驳,即由部分的同质性推导出所有部分都将保持静止从而彻底否定运动这一荒谬结论,并在文末指出阿那克萨戈拉的说法若置于可知解实在的层面则具有其合理性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.48#2

εἰ γὰρ ὁμοειδὲς τῷ ὅλῳ ἀπείρῳ μίγματι τὸ μέρος, διότι πᾶν ἐν παντί, τῶν δὲ ὁμοειδῶν ὁμοειδεῖς οἱ τόποι, καὶ τὸ ὅλον καὶ ἄπειρον μῖγμα ἐν ἑαυτῷ μένει στηρίζον, δῆλον ὅτι κἂν ὁτιοῦν ληφθῇ μέρος αὐτοῦ ἐν ἑαυτῷ μένει καὶ αὐτὸ στηρίζει. ὡς γὰρ ἐν τόπῳ, οὕτως καὶ ἐν ἑαυτῷ. ἐν ᾧ τὸ ὅλον, ἐν τούτῳ καὶ τὸ μέρος, ὅταν ὁμοειδῆ ᾖ. καὶ γὰρ ὅλης τῆς γῆς καὶ βώλου μιᾶς ὁ αὐτὸς τόπος τὸ κάτω, καὶ πυρὸς ὅλου καὶ σπινθῆρος τὸ ἄνω. ὥστε εἰ τοῦ ἀπείρου τόπος τὸ ἐν ἑαυτῷ, καὶ τοῦ μέρους ὁ αὐτός. μένει ἄρα καὶ τὸ μέρος καὶ οὐ κινήσεται. ὅπερ ἐναργῶς ἐστι παρὰ τὰ φαινόμενα· κινεῖται γὰρ τὰ μέρη πάντα. εἰ δὲ ἐν οἰκείοις ἦν τόποις, ἠρεμεῖν ἀνάγκη. τὸ δὲ ἐν ἑαυτῷ ὡς ἐν οἰκείῳ τόπῳ λαμβάνων Ἀναξαγόρας διὰ τοῦτο μένειν ἔλεγε τὸ ὅλον μῖγμα, ὅτι ἐν ἑαυτῷ στηρίζει. ὅλως δὲ εἰ διὰ τὸ ἐν ἑαυτῷ εἶναι μένει, τοῦτο δὲ τὸ ἐν ἑαυτῷ εἶναι καὶ τοῖς ὅλοις ὑπάρχει καὶ τοῖς μέρεσι καὶ τοῖς πεπερασμένοις καὶ τοῖς ἀπείροις, πάντα ἂν μένοι καὶ οὐδὲν ἂν κινοῖτο. ἀλλ’ οὐδὲ τῷ ὅλῳ μίγματι ὡς ἀπείρῳ τὸ μένειν ὑπάρχει, εἴπερ διὰ τὸ ἐν ἑαυτῷ εἶναι καὶ μένει. δῆλον δὲ ὅτι εἰ κατὰ φύσιν μηδὲν κινεῖται, οὐδὲ παρὰ φύσιν τι κινηθήσεται· παρὰ φύσιν γὰρ κινήσεις εἰσὶν αἱ τῶν κατὰ φύσιν ἐναντίαι. οὐδαμῶς ἄρα οὐδὲν κινηθήσεται τῶν φυσικῶν σωμάτων καὶ ταῦτα τῆς φύσεως ἀρχῆς κινήσεως οὔσης.1 ποιησάμενος δὲ τὸν λόγον ἐπὶ ἑνὸς μορίου, ἵνα μὴ νομίσῃ τις ὡς ἐφ’ ἑνὸς συνῆχθαι τὸ λεγόμενον, ἐπήγαγεν ἅμα δὲ δῆλον ὅτι κἂν ὁτιοῦν δέοι μέρος μένειν. εἰ γὰρ ἔν τινι τῶν μορίων τοῦ ἀπείρου κατὰ φύσιν ἐστὶ τὸ ἐν ἑαυτῷ στηρίζειν καὶ διὰ τοῦτο καὶ τὸ μένειν, καὶ πᾶσιν ὁμοίως. καὶ οὕτως οὐδὲν τῶν σωμάτων κατὰ φύσιν κινηθήσεται. ἀλλ’ οὐδὲ παρὰ φύσιν, ὡς ἐν τῷ τετάρτῳ δείξει. ὕστερον γὰρ τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν. τοῦτο δὲ καὶ ἀτοπώτατον καὶ τῇ δόξῃ τῇ Ἀναξαγόρου μαχόμενον οὐδὲ κατὰ τὸ φαινόμενον ἀκίνητα τὰ ὄντα λέγοντος. τὸ δὲ ζητεῖν εἰ ἔστι τι αὐτὸ ἐν ἑαυτῷ καὶ εἰ δύναταί τι αὐτὸ ἑαυτοῦ τόπος εἶναι, τῆς περὶ τόπου σκέψεως οἰκεῖον ὑπάρχον, ἐν τοῖς περὶ τόπου λόγοις προβάλλεται κατ’ ἀρχὰς τοῦ Δ βιβλίου· δῆλον δὲ ὅτι ἐπὶ μὲν τοῦ ὅλου διελέγχει τὸν λόγον ὡς μὴ φυσικὴν αἰτίαν τῆς μονῆς ἀποδιδόντα, ἐπὶ δὲ τῶν μερῶν ὡς τῇ ῥηθείσῃ αἰτίᾳ ἀδυνάτου τινὸς ἑπομένου τοῦ μηδὲν τῶν φυσικῶν κινεῖσθαι. Οὕτως μὲν οὖν πρὸς τὸ φαινόμενον τῆς Ἀναξαγόρου δόξης ὑπήντησεν ὁ Ἀριστοτέλης· εἰ δὲ ἀληθῶς πρότερον ἔλεγον, ὅτι διττὸν ἐνδείκνυται κόσμον ὁ Ἀναξαγόρας, τὸν μὲν νοητὸν τὸν δὲ αἰσθητόν, καὶ τὸν μὲν ἡνωμένον τὸν δὲ διακεκριμένον, τὸ μὴ εἶναι ἐν τόπῳ ἀλλ’ ἐν ἑαυτῷ καὶ στηρίζειν ἐν ἑαυτῷ πάνυ οἰκείως εἴρηται περὶ τοῦ νοητοῦ ὥσπερ καὶ τὸ ἄπειρον. τὰ μὲν γὰρ σώματα πεπερασμένα ταῖς ἐπιφανείαις ὄντα οἷον ἐξεχύθη διαστάντα καὶ ὑποδοχῆς ἑτέρας ἐδεήθη καὶ στηριγμοῦ, ἅπερ ὁ τόπος αὐτοῖς παρέχεται ἐκπεσοῦσιν ἀφ’ ἑαυτῶν καὶ τοῦ ἐν ἑαυτοῖς εἶναι, καὶ ἐν τόπῳ γενομένοις ὥσπερ καὶ ἐν ὕλῃ· τὰ μὲν γὰρ ἀμερῆ καὶ ἀδιάστατα ἐν ἑαυτοῖς ἐστι καὶ στηρίζεται ὑφ’ ἑαυτῶν ἅτε συνῃρημένα, τὰ δὲ διαστάντα καὶ ἄλλο ἀλλαχοῦ τῶν μορίων διαρρίψαντα τῷ ἀλλαχοῦ καὶ μὴ ἐν τούτῳ τὸ ὅλον2 τόπου δέεται καὶ εὐθετισμοῦ τῆς τοιαύτης διαρρίψεως. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον.

因为,如果由于“一切在一切之中”,部分与作为全体的无限混合体是同类的,而同类之物具有同类的场所,并且全体的和无限的混合体在自身中支撑自己而停留,那么显而易见,无论取它的哪一部分,该部分也同样停留在自身之中并支撑自己。因为正如在场所之中一样,在自身之中亦是如此;全体在何处,部分亦在何处,只要它们是同类的。事实上,大地的全体与单独一块泥土具有相同的场所,即下方,而火的全体与火花具有相同的场所,即上方。因此,如果无限者的场所是在自身之中,那么部分的场所也是同一的。于是部分也将停留而不会运动;这显然与现象相反,因为所有部分都在运动。但如果它们处于本己的场所之中,就必然处于静止状态;阿那克萨戈拉正是将存在于自身之中视作存在于本己场所之中,并因此说全体混合体之所以停留,是因为它在自身中支撑自己。总的来说,如果一物是因为存在于自身之中而停留,而这“存在于自身之中”既属于全体也属于部分,既属于有限者也属于无限者,那么万物都将停留而无一物会运动。然而,即使对作为全体的混合体而言,停留也绝不是作为无限者而属于它的,如果它确实也是因为存在于自身之中而停留的话。同样显而易见的是,如果在自然本性上无一物运动,那么也就没有任何事物能够违背本性运动;因为反自然的运动是顺应自然的运动的对立面。因此,没有任何自然物体会以任何方式运动,尽管自然是运动的本原。在就单一部分作出论证之后,为了不让人以为所说的只是针对单一事物推导出来的,[亚里士多德]接着补充道:“同时显然,任何一部分也必定保持静止。”因为如果在无限者的某一部分之中,在自身中支撑自己并因此而停留是顺应自然的,那么对所有的部分而言亦同样如此。这样一来,没有任何物体能够顺应自然而运动;但正如他在第四卷中所要证明的那样,也没有任何物体能够违背本性而运动,因为反自然者后于顺应自然者。而这是最荒谬的,且与阿那克萨戈拉的见解相冲突,因为阿那克萨戈拉即便根据现象也并未主张存在物是不动的。至于探究是否有某物自身在自身之中,以及是否有某物能够成为自身的场所,这属于关于场所的研究本己的内容,他在第四卷开头关于场所的讨论中提出了这一点;显然,对于全体,他反驳该论据未能给出静止的自然原因,而对于诸部分,他反驳该论据是因为从所述的原因中得出了一个不可能的推论,即没有任何自然物能够运动。 因此,亚里士多德以此方式回应了阿那克萨戈拉见解的表面一面;但如果我之前所说的确属真理,即阿那克萨戈拉指明了双重宇宙,一为可知解的,一为可感觉的,一为统一的,一为分离的,那么不在场所之中而是在自身之中并在自身之中支撑自己,就像无限一样,对于可知解者而言说得极为恰切。因为物体因其表面而受限制,仿佛由于扩展而向外流溢,因而需要另一种容纳者与支撑,而场所正是为那些从自身及存在于自身之中跌落、并且正如在质料中一样生成于场所之中的物体提供了这些。因为无部分的且无扩展之物存在于自身之中,并由于其凝聚而由自身支撑,然而那些具有扩展并将诸部分抛掷于不同地方之物,则因其处于不同地方且全体并不在其中,从而需要场所并需要对这种抛掷的整序。然而我们必须进入下文。

语法注2 条
  1. 3.48καὶ ταῦτα τῆς φύσεως ἀρχῆς κινήσεως οὔσης

    短语 καὶ ταῦτα 与属格独立结构 τῆς φύσεως ἀρχῆς κινήσεως οὔσης 连用,构成表让步与强化的惯用表达,意为“而且是在自然乃运动本原的情况下 / 尽管自然是运动的本原”。

  2. 3.48τῷ ἀλλαχοῦ καὶ μὴ ἐν τούτῳ τὸ ὅλον

    中性单数与格定冠词 τῷ 使副词短语及介词短语(省略了不定词 εἶναι,即 ἀλλαχοῦ καὶ μὴ ἐν τούτῳ τὸ ὅλον [εἶναι])名词化,作为表示原因的与格,作动词 δέεται(需要)的原因状语,意为“由于各部分处于不同处所且全体并不在其中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:486.22-487.30