- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:485.14-486.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在205b1中对阿那克萨戈拉关于无限混合体因处于自身中并支撑自身而保持静止的解释所作的反驳,辛普利丘批评了混淆“停留的事实”与“自然原因”的做法,并借助大地的例证阐明静止的真正原因在于朝向本己场所的自然本性倾向。
" Ἀναξαγόρας δὲ ἀτόπως λέγει ἕως τοῦ ἅμα δὲ δῆλον, ὅτι κἂν ὁτιοῦν δέοι μέρος μένειν." Προσεχῶς ὡς ἀδύνατον ἐπαγαγὼν τὸ “ἢ σῶμα οὐδαμοῦ πεφυκὸς εἶναι” διὰ τὸ δεῖν πᾶν σῶμα ποῦ εἶναι, καὶ πρότερον δὲ ὡς ἀξίωμα λαβὼν τὸ ἑκάστῳ τῶν σωμάτων κατὰ φύσιν εἶναί τινα τόπον, καὶ εἰς τοῦτον φέρεσθαι τὸ μόριον ἐπὶ τῶν ὁμοιομερῶν, εἰς ὃν καὶ τὸ πᾶν καὶ ἐν τούτῳ μένειν ἐν ᾧ καὶ τὸ πᾶν, ἐπὶ τούτοις οὖν ὡς ὁμολογουμένοις τὰ προειρημένα συμπερανάμενος εὑρίσκει τὸν Ἀναξαγόραν ἀντιφθεγγόμενον.1 ἐκεῖνος γὰρ ἀκίνητον λέγων τὸ ἄπειρον τῶν ὁμοιομερῶν μῖγμα, αἴτιον λέγει τῆς ἀκινησίας οὐ τὸ ἐν τῷ οἰκείῳ εἶναι τόπῳ (οὐδὲ γὰρ ὅλως εἶναι ἐν τόπῳ διὰ τὸ ἄπειρον ὂν μὴ περιέχεσθαι ὑπό τινος, ὡς δὴ τοῦ περιέχοντος μείζονος ὀφείλοντος εἶναι τοῦ περιεχομένου, τοῦ δὲ ἀπείρου μηδὲν ὀφείλοντος ἔχειν ἑαυτοῦ μεῖζον), διὰ τοῦτο οὖν οὐ τὸν τόπον καὶ τὴν πρὸς τὸν τόπον οἰκειότητα αἰτιᾶται τοῦ μένειν, ἀλλ’ ὅτι ἐν αὑτῷ ὂν στηρίζει αὐτὸ ἑαυτό. ταύτην οὖν τὴν δόξαν εὐθύνει ὡς οὐ καλῶς οἰομένου τοῦ Ἀναξαγόρου, ὅτι ὅπου ἄν τι ᾖ, ὡς πεφυκὸς εἶναι ἐκεῖ, οὕτως ἐστί, καὶ διὰ τοῦτο ἐν ἑαυτῷ ὂν τὸ μῖγμα, ἀλλ’ οὐκ ἐν τόπῳ, ὡς πεφυκὸς εἶναι ἐν ἑαυτῷ, οὕτως μένει. τοῦτο γὰρ οὐκ ἀληθές. εἴη γὰρ ἄν τί που καὶ βίᾳ, ὥσπερ ὁ ἀπὸ παττάλου ἠρτημένος λίθος ἐστί, καὶ μένει ἔνθα μὴ πέφυκε. κἂν μὴ κινῆται οὖν τὸ ὅλον ἐν ἑαυτῷ στηριζόμενον, διότι τὸ ἐν ἑαυτῷ στηριζόμενον καὶ ἐν ἑαυτῷ ὂν ἀκίνητον εἶναι ἀνάγκη, οὐκ αὔταρκες τοῦτο τὸ ἀναγκαῖον καὶ βίαιον ἐνίοτε εἰς ἀπόδοσίν φησι τῆς τοῦ μένειν φυσικῆς αἰτίας.2 ἀλλὰ χρὴ ζητεῖν φυσικὴν τοῦ μένειν αἰτίαν. δυνατὸν γὰρ ἦν ἐνίοτε μένειν, οὐχ ὅτι πέφυκεν οὕτως, ἀλλ’ ὅτι οὐκ ἔχει τι ἄλλο ὅπου κινήσεται ὡς ἄπειρον, καίτοι πεφυκὸς ἐνίοτε κινεῖσθαι μᾶλλον ἢ μένειν. οὕτως οὐκ ἀρκεῖ τὸ λέγειν μένειν που ἢ ἐν ἑαυτῷ ἢ ἐν ἄλλῳ πρὸς τὸ δηλοῦν καὶ ὅτι πέφυκεν οὕτως. οὐδὲ γὰρ ταὐτόν ἐστι τὸ ὅτι καὶ τὸ διότι. τὸ μὲν γὰρ μένειν τὸ ὅτι δηλοῖ, ὁ δὲ τὴν αἰτίαν τοῦ μένειν ζητῶν οὐκ ἀρκεῖται τῷ μένειν. δείκνυσι δὲ τοῦτο οὕτως ἔχον καὶ ἐπὶ τοῦ κατὰ τὴν γῆν παραδείγματος· κἂν γὰρ ἄπειρόν τις αὐτὴν ὑπόθηται (ἵνα μὴ διὰ τοῦτο νομίσῃ τι συμβαίνειν, ἀλλ’ οἷον ἔμενεν3 ἂν καὶ ἐστήριζεν ἑαυτήν), ἀλλ’ οὐ διὰ τοῦτο ἔμενεν, ὅτι οὐκ εἶχέ που ἐνεχθῆναι ὡς ἄπειρος, οὐδὲ ὅτι στηρίζει ἑαυτήν, ἀλλ’ ὅτι ὑπὸ τῆς τοῦ μέσου δυνάμεως, ἐν ᾧ πέφυκεν εἶναι, ὑπὸ ταύτης εἴργεται κινεῖσθαι· εἰ οὖν μηδὲ ἐπὶ τῆς γῆς, κἂν ἄπειρόν τις αὐτὴν ὑπόθηται, αἴτιον τοῦ μένειν τὸ στηρίζειν ἐστὶν ἢ τὸ μὴ ἔχειν ἄλλο ὅπου οἰσθήσεται, ἀλλὰ ἄλλη τις αἰτία φυσική (διότι γὰρ βάρος ἔχει, τὸ δὲ βαρὺ μένει ἐπὶ τοῦ μέσου, διὰ τοῦτο ἡ γῆ μένει ἐπὶ τοῦ μέσου), ὁμοίως ἂν καὶ τὸ ἄπειρον μῖγμα εἰ μένοι ἐν ἑαυτῷ, διά τινα ἄλλην αἰτίαν φυσικὴν ἂν μένοι. καὶ οὐχ ὅτι ἄπειρον ὂν οὐκ ἔχει ἄλλο ὅπου οἰσθήσεται, οὐδὲ ὅτι στηρίζει αὐτὸ ἑαυτό. ὁ γὰρ ταῦτα λέγων οὐ τὴν φυσικὴν αἰτίαν τῆς μονῆς λέγει, ἀλλὰ τὴν βίαιον καὶ ἐξ ἀνάγκης, καὶ οὐ τὴν τῆς γῆς ὡς γῆς, ἀλλὰ τοῦ μεγέθους αὐτῆς. διὰ γὰρ τοῦτο ἄπειρον ὑποτεθὲν οὐκ ἔχει ἄλλο οὗ κινηθήσεται. Οὕτως μὲν οὖν ἤλεγξε τὴν Ἀναξαγόρου τῆς μονῆς αἰτίαν· ἔτι δὲ μᾶλλον αὐτὴν ἀπὸ τῶν μερῶν ἐλέγχει.
“然而阿那克萨戈拉所言荒谬”至“同时显然,任何一部分也必定保持静止。” 方才由于一切物体都必定在某处,[亚里士多德]引出了作为不可能的结论,即“或者存在一个本性上不在任何地方的物体”,并且此前将每一物体都依本性拥有某种场所、对于同质部分的事物而言部分被运送到全体所被运送到的同一场所并在全体所停留的同一场所中停留作为公理,在此等公认的前提上推导出上述结论之后,他发现阿那克萨戈拉提出了相反的说法。因为那位哲学家在主张同质部分之物的无限混合体是不动的时,所说的导致不动的因由并非由于它处于本己的场所之中(因为由于它是无限的,不被任何事物所包容,所以它根本就不在场所之中,正如包容者确实应当大于被包容者,而无限者决不能有任何大于自身之物),因此他并未将停留的原因归之于场所及对场所的亲和性,而是归之于它存在于自身之中因而自己支撑自己。因此[亚里士多德]纠正了这一意见,认为阿那克萨戈拉不恰当地以为:无论一物在何处,它就如同本性上适合存在于该处那样存在着,正因如此,混合体存在于自身之中而非在场所之中,它就如同本性上适合存在于自身之中那样停留着。因为这并非真理;因为某物完全可以凭借强力存在于某处,正如悬挂在木桩上的石头那样,它停留在一个它依本性并不适合处于的地方。因此,即便全体在自身中被支撑时并不运动——因为在自身中被支撑并在自身中存在之物必然是不动的——,他说,这种必然的且有时是强力的状态,不足以用来说明停留的自然本性之因。相反,应当探求停留的自然原因。因为有时停留之所以可能,并不是因为它依本性如此,而是因为它作为无限者没有别处可以运动过去,尽管它有时在本性上宁可运动而不愿停留。由此可见,仅说它停留在某处,无论是在自身之中还是在别物之中,并不足以表明它依本性也是如此。因为事实如何与为何如此并不是同一回事;因为停留表明了事实如何,但寻求停留原因的人绝不会仅满足于停留这一事实。他借助关于大地的例子也证明了情况确是如此;因为即使有人设定大地是无限的(以免让人以为有什么结果是因此而偶然发生的,而是仿佛大地本会停留并支撑自己),但它之所以停留,并不是因为它作为无限者无处可被运送,也不是因为它支撑着自己,而是因为受到它本性上适合处于的中心的力量的阻止而不致运动;因此,即使对于大地而言,即便有人设定它是无限的,停留的原因也不是由于支撑自身或没有其他可被运送去的地方,而是某种其他的自然原因(因为大地具有重量,而重物停留于中心,正因如此大地停留于中心),同样地,无限的混合体即便停留在自身之中,也必定是由于某种其他的自然原因而停留,而不是因为它作为无限者没有其他可被运送去的地方,也不是因为它自己支撑自己。因为说这些话的人所说的并非静止的自然原因,而是强力的和出于必然的原因,所说的不是作为大地的大地的原因,而是关于其量度的原因;因为正是由于这一假定为无限的量度,它才没有别处可以运动。因此,他以此方式反驳了阿那克萨戈拉关于静止的原因;而且他还进一步从诸部分的角度对之予以反驳。
- 3.48Προσεχῶς ὡς ἀδύνατον ἐπαγαγὼν τὸ “ ἢ σῶμα οὐδαμοῦ πεφυκὸς εἶναι” ... εὑρίσκει τὸν Ἀναξαγόραν ἀντιφθεγγόμενον.
全句的核心骨架是由三个修饰省略主语(亚里士多德)的状语分词 ἐπαγαγών、λαβών 和 συμπερανάμενος 构成,最终归结到主动词 εὑρίσκει 及其宾语补足分词 ἀντιφθεγγόμενον(“发现阿那克萨戈拉提出了相反的说法”)。主语与主动词之间存在长距离的结构铺垫。
- 3.48οὐκ αὔταρκες τοῦτο τὸ ἀναγκαῖον καὶ βίαιον ἐνίοτε εἰς ἀπόδοσίν φησι τῆς τοῦ μένειν φυσικῆς αἰτίας.
动词 φησί 插入句中,表语形容词 αὔταρκες 与主语 τοῦτο τὸ ἀναγκαῖον καὶ βίαιον ἐνίοτε 以及表示目的的介词短语 εἰς ἀπόδοσιν 构成核心谓语结构(“他说,这种必然的且有时是强力的状态,不足以用来说明……”)。
- 3.48κἂν γὰρ ἄπειρόν τις αὐτὴν ὑπόθηται (ἵνα μὴ διὰ τοῦτο νομίσῃ τι συμβαίνειν, ἀλλ’ οἷον ἔμενεν ἂν καὶ ἐστήριζεν ἑαυτήν), ἀλλ’ οὐ διὰ τοῦτο ἔμενεν
由 κἂν ... ὑπόθηται(虚拟式)引导的让步条件从句,在括号中接续了带 ἄν 的未完成过去时反事实表达(ἔμενεν ἄν),主句则由直陈式未完成过去时 ἀλλ’ οὐ διὰ τοῦτο ἔμενεν 承接,延续了反事实假设的语意(“即使它本会停留,也不是因为这个原因而停留”)。
