← 辛普里丘

亚里士多德《物理学》注释

§484.8-485.13

基于六种场所限定对无限物体的否定

辛普里丘探讨了自然哲学家将单一元素设为无限的主张与场所划定的关系,随后分析了设定非同质部分的无限者由数量和形式上无限的诸部分所构成的论证,依据场所仅有六个方位的差异指出物体及其全体必然是有限的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.47#3

οὐδεὶς γὰρ τούτων ἢ πῦρ ἢ γῆν ἄπειρον εἶπε τὸ στοιχεῖον, διότι ἀφωρισμένους ταῦτα τόπους ἔχοντα καὶ ἄπειρα ὄντα ἔφθειρε πάντως τὰ ἐν τοῖς ἀντικειμένοις ἀντικειμένην ἔχοντα τὴν φύσιν, ἀλλ’ ὕδωρ, ὡς Θαλῆς, ἢ ἀέρα ὡς Ἀναξιμένης, ἢ τὸ μεταξὺ ἐκεῖνο ὡς Ἀναξίμανδρος, διότι ταῦτα ἐπαμφοτερίζειν δοκοῦντα τοῖς τόποις καὶ ἄνω καὶ κάτω δυνάμενα εἶναι οὐκ ἦν φθαρτικὰ ὡς μηδ’ ἐναντία κατὰ τοὺς τόπους. καὶ ἄλλως δὲ προχειρότερον ἔστιν ἀκούειν, ὅτι οὐδεὶς τὸ ἓν καὶ ἄπειρον ἐν ἀφωρισμένῳ τόπῳ ἐποίει. ὁ γὰρ ἀφωρισμένος τόπος οὐκ ἦν ὁ ὅλος· τοῦ δὲ ἀπείρου ὁ ὅλος ἂν εἴη τόπος· καὶ εἴη ἂν τοῦτο οὐκ ἀπὸ τοῦ φθαρτικοῦ δεικνύων τὸ ἀδύνατον τῆς ὑποθέσεως, ἀλλ’ ἀπὸ τοῦ προληφθέντος τῶν τόπων ἀφορισμοῦ.1 δῆλον δὲ ὅτι καὶ ἄλλως ἀδύνατος ἡ ὑπόθεσις ἡ ἓν τῶν πολλῶν ἄπειρον ὑποτιθεμένη. πῶς γὰρ δώσει χώραν ἄλλῳ τοῦ εἶναι ἢ πῶς οὐ περανεῖ πρὸς αὐτό; ἀλλ’ ὡς σαφῆ ταύτην τὴν ἀνασκευὴν παρῆκεν αὐτὸς εἰπεῖν. Μεταβὰς δὲ ἐπὶ τὸ ἕτερον τμῆμα τὸ ἄπειρα2 τῷ ἀριθμῷ τὰ μέρη ὑποτιθέμενον (εἰ δὲ ἄπειρά φησι καὶ ἁπλᾶ, τουτέστιν αὐτὰ ὁμοιομερῆ, τὸ γὰρ ἀνομοιομερὲς τὸ πρῶτον ἐξ ὁμοιομερῶν πάντως μερῶν σύγκειται τῷ ὅλῳ, ὡς καὶ ἡ χεὶρ εἰ τύχοι ἡ ἡμετέρα ἀπὸ σαρκῶν καὶ ὀστῶν καὶ νεύρων), εἰ οὖν ἄπειρα κατὰ τὸ πλῆθος καὶ τὸ εἶδος τὰ ἐξ ὧν σύγκειται τὸ ἀνομοιομερὲς ἄπειρον, ἔσονται καὶ οἱ τόποι ἄπειροι καὶ 〈αἱ〉 τῶν τόπων διαφοραί. εἰ δὲ οἱ τόποι καὶ αἱ τῶν τόπων διαφοραὶ πεπερασμέναι, ὡς δείξει, καὶ τὰ σώματα τὰ ἁπλᾶ πεπερασμένα ἔσται κατὰ εἶδος καὶ κατὰ ἀριθμόν, ὥστε καὶ τὸ ὅλον πεπερασμένον ἔσται τῷ μεγέθει. καὶ ὅτι μὲν ἡ πρόληψις ἀληθὴς καὶ εἰσὶν οἱ τόποι πεπερασμένοι, δῆλον ἐκ τῶν τοπικῶν ἀντιθέσεων· αἱ γὰρ διαφοραὶ τῶν τόπων ἕξ εἰσι, τὸ ἄνω καὶ κάτω, δεξιὰ καὶ ἀριστερά, ἔμπροσθεν καὶ ὄπισθεν, καὶ παρὰ ταῦτα οὐκ ἔστιν· ὅτι δὲ καὶ τὸ συνημμένον καὶ ἐὰν οἱ τόποι ὡρισμένοι καὶ τὰ σώματα τὰ ἐν αὐτοῖς ὡρισμένα ἔσται καὶ πεπερασμένα, δείκνυσιν ἐκ τοῦ δεῖν ἐξισάζειν πάντως τὸν τόπον καὶ τὸ σῶμα. εἴτε γὰρ ὁ τόπος ὑπερβάλλει, δύο ἀδύνατα ἀκολουθήσει, καὶ ὅτι κενὸν ἀνάγκη εἶναι, ὅπερ δειχθήσεται μὴ ὄν (τὸ γὰρ κενὸν οἱ λέγοντες τόπον λέγουσιν ἐστερημένον σώματος), ἔτι δὲ καὶ ὅτι εἰ μείζων 〈ὁ〉 τόπος εἴη τοῦ σώματος, οὐκ ἂν εἴη τὸ σῶμα ἄπειρον· οὐδὲν γὰρ τοῦ ἀπείρου μεῖζον. εἰ δὲ τὸ σῶμα ὑπερβάλλειν τις λέγοι τὸν τόπον, ἔσται τι σῶμα μὴ ὂν ἐν τόπῳ, ὅπερ οὐδὲ τῶν φυσικῶν τοῖς πλείστοις ἀρέσκει πᾶν σῶμα ἐν τόπῳ εἶναι τιθεμένοις. Τὸ δὲ καὶ ἔσται ἄπειρα τὰ στοιχεῖα δύναται μὲν καὶ ὡς ἐπὶ τῆς ὑποθέσεως εἰρῆσθαι,3 ᾗ ἐπάγεται τὸ εἰ δὲ τοῦτο ἀδύνατον· καὶ εἴη ἂν στοιχεῖα λέγων τὰ ἁπλᾶ καὶ ὁμοιομερῆ τοῦ ἀπείρου ἀνομοιομεροῦς μέρη. δύναται μέντοι καὶ ὡς ἑπόμενον ἄτοπον τῇ ὑποθέσει καὶ αὐτὸ λέγεσθαι· ἐπειδὴ γὰρ τὸ ἀνομοιομερὲς ἄπειρον σύγκειται ἐξ ἁπλῶν ἀπείρων τῷ εἴδει κατὰ τὴν ὑπόθεσιν, στοιχεῖά ἐστι ταῦτα· δέδεικται δὲ ἐν τῷ πρώτῳ βιβλίῳ, ὅτι ἀδύνατον ἄπειρα τῷ ἀριθμῷ εἶναι τὰ στοιχεῖα. ἔοικε δὲ νῦν πρὸς τὴν πρώτην ἐξήγησιν ἀποδεδωκέναι τὸ εἰ δὲ τοῦτο ἀδύνατον, ὡς δηλοῖ ἡ τοῦ ἀδυνάτου αἰτία ἀπὸ τῶν τόπων ἐπαγομένη.

因为在他们之中,没有任何人曾说火或土是无限的元素,因为这些元素拥有划定的场所,若它们是无限的,就会彻底毁灭在相反场所中具有相反本性的事物;但他们主张是水(如泰勒斯),或者是气(如阿那克西美尼),或者是那中间物(如阿那克西曼德),因为这些东西似乎兼跨两类场所,既能居上又能居下,因而并非破坏性的,因为在场所方面它们并不是相反的。但换一种方式,更为简捷的理解是:没有任何人将那一而无限者置于划定的场所之中;因为划定的场所并不是全体,而无限者的场所应当是全体;这样一来,他展示这一假定的不可能性就不是根据破坏性,而是根据预先假定的场所之划定。显然,将多数者之中的某一个设定为无限的这一假定在其他方面也是不可能的;因为这无限者如何能给其他事物的存在让出空间,或者它如何能不在面对其他事物时被界定呢?但他自己略过了这一反驳未说,因为这是显而易见的。 另一方面,当他转向假设诸部分在数量上是无限的另一区分时——他说“如果它们是无限的并且是单纯的”,即它们本身是同质部分的;因为非同质部分的事物严格来说作为一个整体无论如何都是由同质部分的各部分构成的,正如我们的手,比方说,是由肉、骨和腱构成的——,因此,如果构成非同质部分之无限者的各部分在数量与形式上是无限的,诸场所和诸场所的差异也将是无限的。但是,如果正如他将展示的那样,诸场所和诸场所的差异是有限的,那么单纯物体在形式上和数量上也必然是有限的,从而全体在量度上也必然是有限的。并且这一前提是真实的、诸场所是有限的,这从场所的对立中是显而易见的;因为场所的差异有六种:上下、左右、前后,除此以外便没有了;而“如果诸场所是确定的,其中的诸物体也将是确定且有限的”这一假言推论也是成立的,这一点他从场所与物体无论如何都必须相等的必然性中予以证明。因为如果场所超过,将随之产生两个不可能的结论:其一是必然存在虚空,而虚空随后将被证明是不存在的(因为主张虚空的人所说的虚空是剥夺了物体的场所);此外其二则是,如果场所大于物体,物体就不会是无限的,因为没有任何东西大于无限者。另一方面,如果有人说物体超过场所,就会存在某种不在场所之中的物体,而这连大多数自然哲学家也是不赞同的,因为他们设定一切物体都在场所之中。 至于“元素也将是无限的”这一句,既可以被理解为是在针对假定而言,而在假定之后紧接着附加上“如果这是不可能的”;此时他所说的元素将是指无限的非同质部分者的那些单纯且同质部分的各部分。然而,这一句本身也可以被说成是随该假定而来的荒谬后果;因为既然根据假定,非同质部分的无限者是由在形式上无限的单纯之物构成的,这些单纯之物就是元素;而第一卷中已经证明,元素在数量上是无限的是不可能的。然而在此,他似乎是针对第一种解释而接续上“如果这是不可能的”,正如由诸场所引出的不可能性的原因所表明的那样。

语法注3 条
  1. 3.47καὶ εἴη ἂν τοῦτο οὐκ ἀπὸ τοῦ φθαρτικοῦ δεικνύων τὸ ἀδύνατον τῆς ὑποθέσεως, ἀλλ’ ἀπὸ τοῦ προληφθέντος τῶν τόπων ἀφορισμοῦ

    谓语是由 εἴη ἂν δεικνύων 构成的迂说法(希求法加分词),主语依上下文指亚里士多德,而不再是前句的主语 ὁ ἀφωρισμένος τόπος。代词 τοῦτο 承接前文刚提出的替代性理解,意为“照这样看来,他就不是从破坏性,而是……展示假定的不可能性”。

  2. 3.47Μεταβὰς δὲ ἐπὶ τὸ ἕτερον τμῆμα τὸ ἄπειρα τῷ ἀριθμῷ τὰ μέρη ὑποτιθέμενον ... εἰ οὖν ἄπειρα

    句子以分词从句 Μεταβὰς ... 开始,在插入了解释性的夹注(εἰ δὲ ἄπειρά φησι ... νεύρων)之后,借助 εἰ οὖν ἄπειρα 重新接续(resumption)条件句的结构,并引出主句 ἔσονται καὶ οἱ τόποι ἄπειροι。

  3. 3.47Τὸ δὲ καὶ ἔσται ἄπειρα τὰ στοιχεῖα δύναται μὲν καὶ ὡς ἐπὶ τῆς ὑποθέσεως εἰρῆσθαι

    带有定冠词的名词化短语 τὸ δὲ καὶ ἔσται ἄπειρα τὰ στοιχεῖα 作为主语,引用了亚里士多德原文的语句。辛普里丘探讨了该句的两种句法定位:(1) 作为紧接着由“如果这是不可能的”所承接的假定本身的一部分;(2) 作为由假定直接导出的荒谬结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:484.8-485.13