- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:483.1-484.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘驳斥了亚历山大将单纯等同于同种形式、复合等同于异种形式的观点,并就亚里士多德关于无限自然物体不可能存在的论证,分别针对同质部分和非同质部分的情形展开注释。
παραιτησόμεθα οὖν τὸν Ἀλέξανδρον1 ἐνταῦθα τὸ ἁπλοῦν καὶ τὸ ὁμοειδὲς καὶ τὸ σύνθετον καὶ ἀνομοειδὲς ὡς ταὐτὸν τιθέντα καὶ λέγοντα ὅτι καὶ νῦν οὕτω διεῖλεν ὡς διεῖλεν ἤδη, ὅτε εἰς ἁπλοῦν καὶ σύνθετον ἐποιεῖτο τὴν διαίρεσιν. Ἐπὶ τούτοις οὖν τοῖς λήμμασι δείκνυσιν, ὅτι οὐκ ἔστι σῶμα φυσικὸν οὔτε ὁμοιομερὲς ἤτοι ὁμοειδὲς οὔτε ἀνομοιομερὲς ἤτοι ἀνομοειδὲς ἄπειρον, ὥστ’ οὐδ’ ὅλως ἔστιν, εἴπερ πᾶν σῶμα φυσικὸν ἢ ὁμοιομερὲς ἢ ἀνομοιομερές ἐστιν, οὐδέτερον δὲ τούτων ἄπειρον εἶναι δυνατόν. καὶ δείκνυσι πρῶτον, ὅτι οὐδὲν ὁμοιομερὲς σῶμα φυσικὸν ἄπειρόν ἐστιν. εἰ γάρ ἐστιν, εἰλήφθω τι μόριον αὐτοῦ, οἷον εἰ γῆ εἴη, βῶλος. ἐπεὶ οὖν ὁ αὐτὸς τόπος ἐπὶ τῶν ὁμοιομερῶν τοῦ τε μορίου καὶ τοῦ ὅλου, ποῦ ἡ βῶλος ἐνεχθήσεται ἢ ποῦ μενεῖ; τοῦ γὰρ ἀπείρου ἄπειρος ὁ τόπος, ὡς δειχθήσεται. εἰ οὖν ἄπειρος ἡ γῆ καὶ ἄπειρος ὁ τόπος αὐτῆς καὶ οἰκεῖος ὁ αὐτὸς καὶ τῆς βώλου, ποῦ ἐνεχθήσεται πότερον ἄνω ἢ κάτω; ὁμοίως γὰρ ὁ ὅλος οἰκεῖος· οὐδὲν οὖν μᾶλλον τῇδε ἢ τῇδε. εἰ δὲ πανταχοῦ, διότι πρὸς πᾶν τοῦ τόπου μέρος οἰκείως ἔχει, διασπασθήσεται ἅμα ὁμοῦ φερομένη. εἰ δὲ μὴ κινήσεται, ποῦ μενεῖ μὴ ἔχουσα τόπον ἀφωρισμένον; οὐκ ἄρα μενεῖ. οὔτε οὖν μένει οὔτε κινεῖται. εἰ γὰρ ἐν τῷ παντὶ μένει, οὐ κινηθήσεται· καὶ εἰ ἐν τῷ παντὶ κινεῖται, οὐ μενεῖ ἀπείρου ὄντος τοῦ παντὸς τόπου καὶ πρὸς πάντα ᾠκειωμένης τῆς βώλου διὰ τὸ τοῦ μέρους καὶ τοῦ ὅλου τὸν αὐτὸν εἶναι τῷ εἴδει τόπον, εἰ καὶ μὴ τῷ μεγέθει. εἰ δὲ μήτε κινήσεται μήτε ἠρεμήσει, οὐκ ἂν εἴη φυσικὸν μὴ ἔχον ἐν ἑαυτῷ φύσιν, ἥτις ἐστὶν ἀρχὴ κινήσεως καὶ ἠρεμίας. καὶ οὕτως οὖν ἀδύνατον, καὶ ἄλλως δὲ ἄτοπον τὸ εἶναί τι σῶμα μήτε μένειν μήτε κινεῖσθαι δυνάμενον. ἀναιρεῖται οὖν τὸ οὕτως εἶναι τὸ ἄπειρον ἁπλοῦν σῶμα ὡς ὁμοιομερές. Ἀλλὰ μὴν οὐδὲ ἀνομοιομερὲς ἢ ἀνομοειδὲς εἶναι δυνατὸν αὐτὸ ἄπειρον ὑποτιθέμενον. προλαμβάνει δὲ κἀνταῦθα ὡς ἐναργῆ, ὅτι εἰ ὡς ἀνομοιομερές ἐστι τὸ πᾶν, ἀνόμοιοι καὶ οἱ τόποι. οἰκεῖος γὰρ ἑκάστῳ τῶν σωμάτων ἀφώρισται τόπος. εἰ δὲ ἀνόμοια καὶ τὰ σώματα καὶ οἱ τόποι, οὐ συνεχὲς ἔσται τὸ ἕν, ἀλλ’ ἐξ ἁπτομένων ἀλλήλων τῶν μορίων. τοῦτο δὲ οὐχ ὡς ἄτοπον ἐπήγαγε (καὶ νῦν γὰρ ἐξ ἁπτομένων ἐστὶ τῶν μορίων ἡ μία τοῦ παντὸς σύστασις, καὶ οὐκ ἐκ συνεχῶν, ὡς δηλοῦσιν αἱ διάφοροι κινήσεις), ἀλλ’ ἔλαβεν τοῦτο, ἵνα ἔχῃ ὅτι πολλά ἐστιν ἐνεργείᾳ τὰ τοῦ ἀνομοειδοῦς μέρη. οὗ προληφθέντος χρῆται λοιπὸν διαιρετικῷ τούτῳ· εἰ πολλά ἐστι τὰ εἴδει διαφέροντα μόρια, ἢ πεπερασμένα κατ’ ἀριθμὸν ἔσται ἢ ἄπειρα· καὶ εἰ μὲν πεπερασμένα τῷ ἀριθμῷ, τοῦ ὅλου κατὰ μέγεθος ἀπείρου ὄντος, ἀνάγκη πάλιν ἓν ἢ πλείω ἄπειρα εἶναι. εἰ γὰρ πάντα πεπερασμένα, καὶ τὸ ὅλον ἔσται πεπερασμένον καὶ οὐκ ἄπειρον· εἰ δὲ ἔστι τι ἄπειρον, ἥξει πάλιν ὁ πρότερον ῥηθεὶς λόγος, ὅτι καταφθαρήσεται τὰ ἄλλα ὑπὸ τοῦ ἀπείρου καὶ κατὰ τὸ εἶδος καὶ κατὰ τὸν τόπον ὑποκειμένου διαφέρειν·2 αἱ δὲ κατὰ τόπον διαφοραὶ καὶ ἐναντιώσεις ἔχουσι πρὸς ἀλλήλας τῶν τε τόπων αὐτῶν καὶ τῶν ἐν τοῖς τόποις σωμάτων πρὸς ἄλληλα. καὶ ὅτι ἀδύνατον ἀφωρισμένων τῶν τόπων εἶναί τι ἓν ἄπειρον, ὡς ἐναντιώσεως εὐθὺς οὔσης καὶ φθορᾶς τῶν λοιπῶν, δείκνυσι καὶ ἐκ τῆς τῶν ἄλλων φυσιολόγων ὑπονοίας3 τῶν ἓν ἄπειρον λεγόντων τὸ στοιχεῖον.
因此,我们将在此对亚历山大提出异议,因为他把单纯与同种形式的、复合与异种形式的视为同一,并且声称〔亚里士多德〕现在的划分方式正如他先前将其划分为单纯与复合时的划分方式一样。依据这些前提,他进而证明,无论作为同质部分即同种形式的,还是作为非同质部分即异种形式的自然物体,都绝不是无限的;因而根本就没有任何[无限的自然物体]存在,因为每一个自然物体要么是同质部分的,要么是非同质部分的,而这两者都不可能是无限的。他首先证明,没有任何同质部分的自然物体是无限的。因为如果它是无限的,不妨取其某一部分,例如如果是大地,便取一块土块。既然在同质部分之物中,部分与整体的场所是相同的,那么土块将被运向何处,或者将停驻在何处呢?因为正如随后将证明的那样,无限者的场所是无限的。如果大地是无限的,其场所也是无限的,并且该相同的本己场所也属于土块,那么它将被运向何处,是向上还是向下呢?因为整个场所同样都是本己的;因此绝不会朝向这里甚于朝向那里。如果由于它对场所的每一个部分都具有本己关系而运向一切地方,那么它将由于同时向四处被运送而被撕裂开来。如果它不运动,既然没有划定的场所,它又将在何处停驻呢?因此它也不会停驻。所以,它既不停驻也不运动。因为如果它在全体中停驻,它就不会运动;如果它在全体中运动,它就不会停驻,因为全部场所是无限的,而且由于部分与整体的场所在形式上是相同的——即便在量上并不相同——土块适于所有的场所。如果它既不运动也不静止,由于它自身不具有作为运动与静止之本原的本性,它就不是自然物体。因此不仅以这种方式是不可能的,而且从另一方面来说,存在某种既不能停驻又不能运动的物体也是荒谬的。于是,无限者作为同质部分意义上的单纯物体这一主张被否定了。然而,当设定它是无限的时,它同样不可能是非同质部分或异种形式的。在此,他也预先假定了一件显然的事实,即如果全体是非同质部分的,诸场所也是各不相同的。因为为每一个物体都划定了本己的场所。如果物体与场所都是各不相同的,那么这一个整体就不是连续的,而是由相互接触的诸部分构成的。但他提出这一点并不是将其作为荒谬之事——因为即使在现在,如各种不同的运动所表明的那样,全体的单一构成也是由相互接触的诸部分构成,而非由连续的诸部分构成——,而是采取这一点,以便确立异种形式者的诸部分在现实上是多数的。预先假定这一点之后,他接下来便使用这一划分论证:如果形式相异的各部分是多数的,它们在数量上要么是有限的,要么是无限的;而如果它们在数量上是有限的,整个物体在量度上是无限的,那么必然又有某一个或多个部分是无限的。因为如果一切都是有限的,整体也将是有限的而非无限的;但如果某一部分是无限的,先前所述的论点将再次出现,即在假定它们不仅在形式上而且在场所上互有差异的前提下,其余各部分将被这无限的部分彻底毁灭;而且依场所而来的差异彼此之间也具有诸场所本身的以及诸场所中诸物体彼此之间的相反性。并且,在诸场所已被划定的情况下,绝不可能存在某一个单一之物是无限的——因为由此立即会产生相反性并毁灭其余之物——,这一点他也从那些主张元素为单一且无限的其他自然哲学家的见解中加以了证明。
- 3.47παραιτησόμεθα οὖν τὸν Ἀλέξανδρον
动词 παραιτέομαι 支配宾格补足语(τὸν Ἀλέξανδρον)和分词(τιθέντα καὶ λέγοντα),意为“我们将拒绝赞同亚历山大将……设定并声称……”。该句型基于前一语段中所确立的概念区分,明确拒绝了前代注疏家亚历山大的解释。
- 3.47καὶ κατὰ τὸ εἶδος καὶ κατὰ τὸν τόπον ὑποκειμένου διαφέρειν
ὑποκειμένου 构成无显式名词主语(或指代前文设定的前提)的属格独立结构,意为“在假定它们不仅在形式上而且在场所上互有差异的情况下”。它修饰有限诸部分将被无限部分毁灭的前提背景。
- 3.47καὶ ὅτι ἀδύνατον ἀφωρισμένων τῶν τόπων εἶναί τι ἓν ἄπειρον, ὡς ἐναντιώσεως εὐθὺς οὔσης καὶ φθορᾶς τῶν λοιπῶν, δείκνυσι καὶ ἐκ τῆς τῶν ἄλλων φυσιολόγων ὑπονοίας
全句的主干动词为 δείκνυσι(以亚里士多德为主语),其宾语从句为 ὅτι ἀδύνατον ... εἶναί τι ἓν ἄπειρον。夹在其中的属格独立结构 ἀφωρισμένων τῶν τόπων(条件)与 ὡς ἐναντιώσεως ... οὔσης(由 ὡς 引导的理由属格绝对)说明了条件与因由,介词短语 καὶ ἐκ τῆς ... ὑπονοίας 则指明了这一论证的佐证来源。
