← 辛普里丘

亚里士多德《物理学》注释

§482.1-482.36

基于自然场所否定无限物体的论证引入

辛普利丘引入亚里士多德在《物理学》205a7及以下基于自然场所对无限自然物体的反驳,阐述了关于场所的各项公理前提以及将物体划分为同质部分与非同质部分的分类法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.47#1

" — 205 b 1 Δεῖ δὲ περὶ παντὸς καὶ ἐκ τῶνδε σκοπεῖν ἕως τοῦ ἢ σῶμα οὐδαμοῦ πεφυκὸς εἶναι." Εἰπὼν καὶ δείξας ποτὲ μὲν ὅτι σύνθετόν τι σῶμα φυσικὸν ἄπειρον οὐχ οἷόν τε εἶναι, ποτὲ δὲ ὅτι ἁπλοῦν οὐχ οἷόν τε, νῦν προτίθεται κοινῶς περὶ παντὸς φυσικοῦ ὑπὸ σελήνην τέως σώματος καὶ ἁπλοῦ καὶ συνθέτου τὴν ἀπόδειξιν ποιήσασθαι, εἰ ἐνδέχεται ἢ οὐκ ἐνδέχεται εἶναι ἄπειρον εἰς ὁμοιομερὲς αὐτὸ καὶ ἀνομοιομερὲς διελών, ὥσπερ πρότερον εἰς ἁπλοῦν καὶ σύνθετον. ὥσπερ δὲ πρότερον ἀπό τε τῆς οὐσίας καὶ ἀπὸ τῶν δυνάμεων τῶν φυσικῶν ἐποιεῖτο τὰς ἐπιχειρήσεις, οὕτω νῦν ἀπὸ τῶν τόπων τῶν φυσικῶν ποιήσεται τὴν ἐπίβλεψιν. ποιεῖται δὲ νῦν τὸν λόγον περὶ τοῦ ἐν γενέσει καὶ φθορᾷ, ὅτι τοιοῦτον σῶμα ἄπειρον οὐκ ἔστι δεικνύς· περὶ γὰρ τοῦ θείου καὶ κυκλοφορητικοῦ ἐν τοῖς Περὶ οὐρανοῦ δείξει ὅτι μὴ ἄπειρον. προσλαμβάνει δὲ οἷον ἀξιώματά τινα, ὅτι πᾶν σῶμα αἰσθητὸν γενητόν τε ὂν καὶ φθαρτόν (περὶ γὰρ τούτων ὁ λόγος νῦν, ὡς δηλοῖ ἡ τῶν κινήσεων ἀφ’ ὧν ἐπιχειρεῖ διαφορὰ τοῖς ὑπὸ σελήνην στοιχείοις προσήκουσα) πᾶν οὖν τοιοῦτο σῶμα ἐν τόπῳ ἐστίν, ὅπως ἄν ὁ τόπος ληφθῇ, εἴτε ὡς τὸ διάστημα, εἴτε ὡς Ἀριστοτέλει δοκεῖ τὸ πέρας τοῦ περιέχοντος. εἰ μὲν γὰρ τὸ διάστημα ὁ τόπος, καὶ πᾶν σῶμα φυσικὸν ἐν τόπῳ ἐστίν· εἰ δὲ τὸ πέρας τοῦ περιέχοντος, οὐ πᾶν· οὐ γὰρ δὴ καὶ ἡ ἀπλανής.1 διὰ τοῦτο οὖν ὁ Ἀριστοτέλης ἐπὶ τοῦ ὑπὸ σελήνην ποιούμενος τὸν λόγον, τούτῳ χρῆται τῷ ἀξιώματι τῷ πᾶν αἰσθητὸν σῶμα ἐν τόπῳ εἶναι. δεύτερον δὲ ὅτι ἕκαστον τῶν φυσικῶν σωμάτων ἔχει οἰκεῖόν τινα τόπον, καὶ τρίτον ὅτι ἐπὶ τῶν ὁμοιομερῶν ὁ αὐτὸς τοῦ μορίου καὶ ὅλου, οἷον ὅλης τε τῆς γῆς καὶ βώλου μιᾶς καὶ πυρὸς καὶ σπινθῆρος. ὁ αὐτὸς δὲ τῷ εἴδει, οὐ τῷ ποσῷ. ἐφ’ ὃν γὰρ ἡ βῶλος φέρεται τόπον, ἐπὶ τοῦτον ἂν καὶ ἡ πᾶσα γῆ ἐνεχθείη, εἰ φέροιτο· καὶ ἐν ᾧ μένει, ἐν τούτῳ καὶ τὰ μόρια αὐτῆς μένει κατὰ φύσιν. Ταῦτα οὖν προλαβών, καὶ ὅτι πᾶν σῶμα φυσικὸν ἢ ὁμοιομερές ἐστιν ἢ ἀνομοιομερές,2 ἄλλην ταύτην διαίρεσιν παρὰ τὴν εἰς τὸ ἁπλοῦν καὶ σύνθετον διαιροῦσαν. δύναται γὰρ καὶ σύνθετόν τι ὂν ὁμοιομερὲς εἶναι, ὡς σὰρξ καὶ ὀστοῦν καὶ τὰ τοιαῦτα. καὶ ἄλλως δὲ οὐκ ἦν ἄξιον τῆς Ἀριστοτελικῆς εὐρύτητος τῇ αὐτῇ πάλιν διαιρέσει χρήσασθαι. καὶ τὰ λεγόμενα δὲ οὐχ ὡς περὶ ἁπλοῦ καὶ συνθέτου εἴρηται, ἀλλ’ ὡς περὶ ὁμοιομεροῦς καὶ ἀνομοιομεροῦς, ἅπερ ὁμοειδὲς καὶ ἀνομοειδὲς ὀνομάζει. κἂν γὰρ ἁπλοῦν που καλῇ ἐν οἷς λέγει εἰ δὲ ἄπειρα καὶ ἁπλᾶ,3 ὡς οἰκειότερον τὸ ἁπλοῦν τῷ ὁμοιομερεῖ τίθησι διὰ τὴν πρὸς τὰ ὀργανικὰ σύνθετα ὄντα παραβολήν.

“— 205 b 1 还必须就全体从以下各点进行考察,直至:或者是一个本性上在任何地方都不存在的物体。” 他在此前有时指出并证明了某种复合的自然物体不可能无限,有时又证明了单纯的自然物体不可能无限,现在他则打算就暂且限于月下的每一个自然物体——无论单纯还是复合——普遍地作出论证,看它是否可能或不可能无限,将其划分为同质部分之物与非同质部分之物,正如先前将其划分为单纯与复合一样。正如先前他是从实体和自然潜能出发构建论证,同样他现在将从自然场所出发进行考察。而他现在关于处于生成与毁灭之中的事物进行论述,表明这样的物体不是无限的;因为关于圆周运动的神圣物体,他将在《论天》中证明它不是无限的。他附加采纳了若干仿佛公理的前提:每一个作为既生成又毁灭的感觉物体——因为现在的论述正是关于这些事物的,正如他构建论证所由的运动差异所表明的,这种差异属于月下诸元素——,从而每一个这样的物体都在场所之中,无论场所被理解为何种形式,无论作为间隙,还是如亚里士多德所认为的那样作为包容者的界限。因为如果场所是间隙,那么每一个自然物体也都在场所之中;但如果是包容者的界限,则不是每一个物体都在场所之中,因为恒星天球就断然不在其中。因此,亚里士多德在就月下之物进行论述时,采用了“每一个感觉物体都在场所之中”这一公理。其次,每一个自然物体都有某种本己的场所;第三,对于同质部分之物而言,部分与整体的场所是相同的,例如整个大地与一块土块,火与火花。但它们在形式上是相同的,而在数量上则不相同。因为土块被移向的场所,如果整个大地要运动的话,它也会被移向该处;而整个大地停驻于其中的场所,它的各部分也依本性停驻于其中。 因此在预先设定了这些之后,并且[设定了]每一个自然物体要么是同质部分的,要么是非同质部分的——这是独立于划分为单纯与复合的另一划分;因为某种复合之物也可能是同质部分的,如肌肉、骨骼以及诸如此类的事物;而且在另一方面,重复使用同一种划分也不符合亚里士多德思想的广博;此外,所讨论的论点并非作为关于单纯与复合之物而被叙述,而是作为关于同质部分与非同质部分之物而被叙述,他将这两者称作同种形式的与异种形式的;因为即使他在某处表述“如果它们是无限且单纯的”时使用了单纯这一称谓,那也是由于与作为复合之物的器官性物体的对比,他把“单纯”设定为更加适合于“同质部分”——[他便展开了论述]。

语法注3 条
  1. 3.47οὐ γὰρ δὴ καὶ ἡ ἀπλανής

    此处主语为“恒星天球”(ἡ ἀπλανὴς σφαῖρα),谓语动词及介词短语“在场所中”(ἐν τόπῳ ἐστίν)承前省略。该论据基于将场所定义为包容者的界限:最外层的恒星天球外侧并无其他物体包容它,因此并不在场所之中。

  2. 3.47Ταῦτα οὖν προλαβών, καὶ ὅτι πᾶν σῶμα φυσικὸν ἢ ὁμοιομερές ἐστιν ἢ ἀνομοιομερές

    句子以分词短语 Ταῦτα οὖν προλαβών 开头,但由于插入了较长的同格说明短语(自 ἄλλην ταύτην διαίρεσιν ... 至句末),导致句子未能出现明确的主句谓语动词,形成了破格句(anacoluthon)。在语境中,需承接上文关于亚里士多德展开论证与考察之意来理解其句意完结。

  3. 3.47ἐν οἷς λέγει εἰ δὲ ἄπειρα καὶ ἁπλᾶ

    在关系短语 ἐν οἷς(在……之处)内部,直接引用了亚里士多德的原句 εἰ δὲ ἄπειρα καὶ ἁπλᾶ,充当 λέγει 的直接宾语。辛普利丘在此解释,尽管亚里士多德在该处文本中使用了“单纯”(ἁπλοῦν)一词,但其实际所指的是“同质部分之物”,以与器官性的复合结构相对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:482.1-482.36