- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:480.30-481.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘基于第一卷中关于相反者之间转变的原理,论证了即便假定宇宙是有限的,万物的元素亦不可能是一且单纯的。此外,他指出了将处于元素之外者视为质料的观点,并讨论了亚里士多德在元素例示中对空气和水性质的特异表述。
ἀδύνατον δέ φησι κἄν τε πεπερασμένον τις τὸ πᾶν λέγῃ,1 ἕν τι στοιχεῖον εἶναι αὐτοῦ καὶ μίαν τινὰ φύσιν, ὡς ἢ εἶναι τὸ ὂν ταύτην μόνην, ἢ ἐκ ταύτης γίνεσθαι καὶ μεταβάλλειν εἰς ταύτην, ὡς Ἡράκλειτος εἰς πῦρ λέγων καὶ ἐκ πυρὸς πάντα. ὅτι δὲ οὔτε τῶν τεττάρων τι ἓν μόνον στοιχεῖον τῶν ὄντων ἐστὶν οὔτε ἐκεῖνο τὸ παρὰ τὰ τέτταρα, δείκνυσιν ὑπομιμνήσκων τῆς ἐν τῷ πρώτῳ βιβλίῳ ἀποδείξεως, καθ’ ἣν ἀπέδειξεν, ὅτι πᾶν τὸ μεταβάλλον ἐξ ἐναντίου εἰς ἐναντίον μεταβάλλει· ὥστε τὸ μὲν παρὰ τὰ τέτταρα οὐκ ἂν εἴη στοιχεῖον, ὅτι πρὸς οὐδὲν ἐναντιοῦται. ὥστε οὐδὲ μεταβάλλοι ἂν εἴς τι οὐδ’ ἂν γίνοιτό τι ἐξ αὐτοῦ οὔτε τῶν στοιχείων οὔτε ἄλλο τι. εἰ δὲ τοῦτο, οὐκ ἔσται στοιχεῖον. ἐκ δὲ τῶν τεττάρων στοιχείων οὐ δύναται ἕν τι στοιχεῖον εἶναι, διότι εἰ μέλλοι τι ἐξ αὐτοῦ ἔσεσθαι, δεῖ μεταβάλλειν εἰς αὐτό,2 καὶ δῆλον ὅτι εἰς ἐναντίον. εἰ δὲ μεταβάλλοι, καὶ φθείροιτο ἂν εἰς ἐκεῖνο, εἰς ὃ μεταβάλλει, καὶ γίνοιτο ἄν ἐξ ἐκείνου. εἰς ὃ γὰρ φθείρεται, καὶ γίνεται ἐξ ἐκείνου. εἰ δὲ τοῦτο, οὐκέτι ἕν τι τούτων εἴη στοιχεῖον. τί γὰρ μᾶλλον τοῦτο στοιχεῖον ἐκείνων τῶν γινομένων ἐξ αὐτοῦ ἢ ἐκεῖνα ἐξ ὧν τοῦτο γίνεται; ὥστε δεήσει ἐναντίας ἀρχὰς εἶναι καὶ συνυπάρχειν. εἰ δέ τις λέγοι, ὅτι φυλάττον τὴν ἐναντίωσιν, ἐν ᾗ τὸ εἶναι αὐτῷ ἐστι, μεταβάλλει εἰς τὸ ἐναντίον αὐτῇ, εἴη ἂν ἅμα ἐν τοῖς ἐναντίοις, ὃ ἀδύνατον. καὶ ἔσται περὶ τὸ ἓν στοιχεῖον τὰ ἐναντία. ἔτι δὲ εἰ εἰς τὸ ἐναντίον ἡ μεταβολὴ καὶ ἓν τὸ στοιχεῖον πάντων, πάντα ἔσται τῷ ἑνὶ ἐναντία, ἵνα εἰς αὐτὰ μεταβάλλειν δύνηται. ἀλλ’ ἓν ἑνὶ κεῖται ἐναντίον. ἔτι δὲ οὐκ ἔσται γένεσις, εἴ γε κατὰ τὴν εἰς τὸ ἐναντίον μεταβολὴν ἡ γένεσις. οὐκ ἔστι δὲ τὸ ἓν τῶν ἐναντίων ἑνὸς ὄντος καὶ ἁπλοῦ τοῦ στοιχείου. Ἐπιστῆσαι δὲ χρή, ὅτι οἱ ἄλλο τι παρὰ τὰ τέτταρα στοιχεῖα ταῦτα τὸ στοιχεῖον λέγοντες τῶν ὄντων ὡς ὕλην ἐτίθεσαν αὐτό, οὐ θεωροῦντες ἐν αὐτῷ ποιότητας ἐναντίας. διὸ καὶ τὰ τέτταρα στοιχεῖα ἐξ ἐκείνου λέγουσι γίνεσθαι εἰδοποιουμένου ταῖς τούτων ποιότησι. καὶ οἱ τὸ ἓν δὲ τῶν στοιχείων ἀρχὴν λέγοντες οὐχ ὡς μεταβάλλον ἐκεῖνο λέγουσιν ἀρχήν, ἀλλ’ ὡς ἐν πᾶσι θεωρούμενον, ὥσπερ ἡ ὕλη. διὸ τὰ εὐτύπωτα τῶν στοιχείων ὑποτίθενται ἀρχάς. δῆλον δὲ ὅτι τὴν μὲν τοῦ συνθέτου ἀναίρεσιν ἀπ’ αὐτῆς τῆς οὐσίας ἐποιήσατο τῆς ἐπὶ πᾶν ἐκτεινομένης, εἰ ἄπειρος εἴη, καὶ τῶν δυνάμεων τῶν μεταβλητικῶν, τὴν δὲ τοῦ ἁπλοῦ ἀπὸ τῶν δυνάμεων τῶν φυσικῶν, ἐν αἷς ἡ ἐναντίωσις. καὶ τοῦτο δὲ ἄξιον ἐπισημήνασθαι κατὰ ταύτην τὴν λέξιν, ὅτι ἐν τοῖς τῶν στοιχείων παραδείγμασι τὸν μὲν ἀέρα ψυχρὸν εἶπε, τὸ δὲ ὕδωρ ὑγρόν, ὅπερ οὐκ εἴωθε· τὸν γὰρ ἀέρα ὑγρὸν καλεῖ ὡς μᾶλλον ἔχοντα τὸ τοῦ ὑγροῦ ἴδιον τὸ τῷ ἰδίῳ μὲν ὅρῳ δυσόριστον, ἀλλοτρίῳ δὲ εὐόριστον.3 εἰ μὴ ἄρα καὶ ἐνταῦθα ἢ κατεφρόνησεν ὡς διὰ μόνην τὴν ἐναντίωσιν χρώμενος τῷ παραδείγματι, ἢ γραφικὸν συνέβη πταῖσμα.
他说,即便有人主张全体是有限的,万物具有一个元素和单一的本性也是不可能的,以至于存在之物要么仅是这一个,要么由这一个生成并转变为这一个,正如赫拉克利特所说一切皆归于火且出于火。至于四者中没有任何单单一个能够成为存在之物的元素,处于四者之外的那个也不能,他是通过让人回想起在第一卷中的证明来指明的;在彼处他曾证明凡变化之物皆由相反者转变为相反者。因此,处于四者之外者将不会是元素,因为它不对立于任何东西。从而它既不会转变为任何东西,也不会由它生成任何东西(无论是诸元素中的任何一个还是任何别的东西)。如果这样,它就不会是元素。而在四元素中,任何一个也不可能成为元素,因为若要由它生成某种东西,就必须转变为那个生成物,并且显然是转变为相反者。而如果它转变,它就会毁灭为它所转变为的那个东西,并且也会由那个东西生成。因为凡它所毁灭于其中的东西,它也就由那个东西生成。如果这样,这些之中的任何一个就都不再是元素了。因为凭什么说这个是那些由它生成之物的元素,而不说那些它由之生成之物是元素呢?因此,必然存在相互对立的本原并且它们共存。然而,如果有人说,它在保持自身存在所系的那种对立性的同时,转变为与它〔该对立性〕相反的东西,那么它就会同时处于相反者之中,而这是不可能的;并且相反者将围绕这一个元素存在。此外,如果转变是向着相反者进行的,且万物的元素是单一的,那么一切事物相对于这一个而言都将是相反者,以便它能够转变为它们。但是,一个相反者只是对于一个而言的。此外,如果生成确实是依照向着相反者的转变而发生的,生成将不复存在;因为当元素是一且单纯时,相反者的一方并不存在。 不过应当注意的是,那些主张在这四元素之外的某种别的东西是存在之物的元素的人,是将其作为质料来设定的,并未在其中考察相反的性质。因此他们也主张四元素是由那个被这些元素的性质赋予形式的东西生成的。而那些主张诸元素中的一个是本原的人,也不是将那个东西作为变化之物称为本原,而是作为像质料一样在一切事物中被考察到的东西称为本原。因此他们将诸元素中易于定型者假定为本原。显而易见,对于复合之物的否定,他是从在无限时延伸至全体的实体自身以及引起变化的潜能出发作出的;而对于单纯之物的否定,则是从对立性居于其中的自然潜能出发作出的。关于这段文字,还有一点值得指出:在诸元素的例示中,他把空气称为冷的,而把水称为湿的,这并非他的习惯;因为他通常将空气称为湿的,认为它更多地具有湿的固有属性——即难以被自身的界限所界定,却易于被他者的界限所界定。除非在这里他也要么因为仅仅为了相反性使用这个例示而未加细究,要么是发生了抄写错误。
- 3.46κἄν τε πεπερασμένον τις τὸ πᾶν λέγῃ
让步条件从句(κἄν τε = καὶ ἐάν τε),修饰由主动词 ἀδύνατον δέ φησι 所统领的带不定词的宾语结构(ἕν τι στοιχεῖον εἶναι...)。它表明,即便按照上一分块末尾提到的赫拉克利特或斯多亚派的设想将宇宙设定为有限的,单一元素说依然不能成立。
- 3.46δεῖ μεταβάλλειν εἰς αὐτό
代词 αὐτό 指代紧接的前述条件从句的主语——不定代词 τι(将由它生成之物,中性单数宾格)。句意不是“转变为原来的那个元素”,而是“转变为将由它生成出来的那个东西(即其相反者)”。
- 3.46τὸ τῷ ἰδίῳ μὲν ὅρῳ δυσόριστον, ἀλλοτρίῳ δὲ εὐόριστον
该名词化短语与 τὸ τοῦ ὑγροῦ ἴδιον(湿的固有属性)同位。两个与格 τῷ ἰδίῳ [ὅρῳ] 和 ἀλλοτρίῳ [ὅρῳ] 作为限制或手段与格,分别修饰复合形容词 δυσόριστον(难以界定)与 εὐόριστον(易于界定)。
