- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:479.28-480.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘遵循亚里士多德的论述,指出单纯物体绝不可能是无限的,这既排除了四元素中的任何一个,也排除了阿那克西曼德所设想的诸元素之外的独立基质。在解答了关于质料与形式在相互生成与消灭中的疑难之后,他进一步阐明了存在物的元素根本不可能只有一个。
" — 205 a 7 Ἀλλὰ μὴν οὐδὲ ἓν καὶ ἁπλοῦν ἕως τοῦ οἷον ἐκ θερμοῦ εἰς ψυχρόν." Δείξας ὅτι οὐδὲν σῶμα φυσικὸν σύνθετον ἐκ πολλῶν δύναται εἶναι ἄπειρον, δείκνυσιν ἐφεξῆς, ὅτι οὐδὲ ἓν καὶ ἁπλοῦν σῶμα ἄπειρον εἶναι δυνατόν. εἰ γὰρ εἴη τι ἁπλοῦν ἢ ἓν τῶν τεττάρων στοιχείων ἐστὶν ἢ ἄλλο τι παρὰ ταῦτα, ὡς λέγουσιν οἱ περὶ Ἀναξίμανδρον τὸ παρὰ τὰ στοιχεῖα, ἐξ οὗ τὰ στοιχεῖα γεννῶσι. καὶ ὅτι οὐδὲν τῶν στοιχείων εἶναι δύναται τὸ ἄπειρον, δῆλον μὲν καὶ ἐξ ὧν Ἀναξίμανδρος ἄπειρον εἶναι τὸ στοιχεῖον βουλόμενος οὐκ ἀέρα ἢ πῦρ ἤ τι τῶν τεττάρων στοιχείων ἔθετο αὐτὸ διὰ τὸ ταῦτα ἔχειν πρὸς ἄλληλα ἐναντίως, καὶ εἴπερ ἦν τι τούτων ἄπειρον, φθαρῆναι ἄν ὑπ’ αὐτοῦ τὰ ἐναντία. ὅτι δὲ καὶ τὸ παρὰ τὰ στοιχεῖα λεγόμενον ἄπειρον ὡς ἀρχή, οὐ μόνον ἄπειρον οὐκ ἔστιν, ἀλλ’ οὐδὲ ἔστιν ὅλως, δείκνυσι προλαβών, ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος εἰς τοῦτο καὶ διαλυόμενον φαίνεται. εἰ οὖν ἐξ ἐκείνου ἡ γένεσις, ἦν ἄν τι ἐνταῦθα παρὰ τὰ τέτταρα, εἰς ὃ ἡ διάλυσις ἐγίνετο. φαίνεται δὲ οὐδὲν ἐνταῦθα τοιοῦτον. ἀλλ’ ἴσως ἐρεῖ τις, ὅτι καὶ κατ’ αὐτὸν ἐξ ὕλης καὶ εἴδους ἐστὶ τὸ σύνθετον, ὥστε καὶ τὴν ἀνάλυσιν εἰς ταῦτα γίνεσθαι, καὶ ὅμως οὐδέποτε φαίνεται ἐνταῦθα γυμνὴ ἡ ὕλη, ἀλλ’ οὐδὲ τὸ εἶδος καθ’ ἑαυτό. ἢ τούτου αἴτιον τὸ ἀεὶ μὲν ἔχειν τὴν ὕλην εἶδος ἐν ἑαυτῇ ἄλλοτε ἄλλο, τὴν δὲ γένεσιν ἐκ τῶν ἐναντίων εἰδῶν εἶναι καὶ τὴν φθορὰν εἰς τὰ ἐναντία εἴδη.1 ἐπειδὴ οὖν τὸ ἔνυλον ψυχρὸν ἐκ τοῦ ἐνύλου θερμοῦ ἐγένετο, ὅταν φθαρῇ τὸ ἔνυλον ψυχρόν, εἰς τὸ ἔνυλον θερμὸν φθείρεται καὶ ὁρᾶται τοῦτο. κἂν λέγηται οὖν καὶ ἐξ ὕλης καὶ ἐκ τοῦ ἐναντίου εἴδους γίνεσθαι τὰ γινόμενα, ἀλλ’ ἐκ μὲν τῆς ὕλης ὡς ἀεὶ ἐνυπαρχούσης, ἐκ δὲ τοῦ ἐναντίου εἴδους ὡς μεταβάλλοντος εἰς τὸ ἐναντίον. ἔοικε δὲ καὶ ὁ Εὔδημος ὡς ἀπορήσας τὴν ἀπορίαν ταύτην οὕτω πως λύειν. εἰπὼν γὰρ ὅτι ἐνταῦθα φαίνεται παρὰ τὰ Ἐμπεδόκλεια καὶ τὰ ἐκ τούτων οὐδὲν ἐπάγει “τοῖς δὲ τὸ ἄμορφον λέγουσιν ἐνδέχεται. τὸ γὰρ τούτοις ὑποκείμενον”. Δείξας οὖν ὅτι οὔτε τῶν τεττάρων στοιχείων ἕν τι τὸ ἄπειρόν ἐστιν, οὔτε τὸ παρὰ τὰ στοιχεῖα ἔστιν ὅλως, δείκνυσιν ἐφεξῆς κατὰ κοινὴν ἀπόδειξιν, ὅτι οὐδὲν σῶμα τῶν ἁπλῶν οὔτε τῶν στοιχείων οὔτε τὸ παρὰ τὰ στοιχεῖα ἄπειρόν ἐστιν, ἐκ περιουσίας πρῶτον δεικνύς, ὅτι οὐδὲ εἶναι ὅλως δυνατὸν ἕν τι στοιχεῖον τῶν ὄντων.2 εἰ δὲ μὴ ἔστιν ἓν στοιχεῖον ὅλως, οὐδ’ ἂν ἄπειρον εἴη οὐδὲ πεπερασμένον. ἔλεγε γὰρ Ἡράκλειτος ἐκ πυρὸς πεπερασμένου πάντα εἶναι καὶ εἰς τοῦτο πάντα ἀναλύεσθαι. εἶεν δ’ ἂν καὶ οἱ Στωικοὶ ταύτης τῆς δόξης. ἡ γὰρ ἐκπύρωσις τοιοῦτόν τι αἰνίττεται, καὶ πᾶν σῶμα πεπερασμένον εἶναι λέγουσιν.
“——205a7 但确实连一个且单纯的也不……直到:例如从热到冷。” 在表明了由多数部分构成的自然复合物体无论如何都不能是无限的之后,他接着表明,一个且单纯的物体同样不可能为无限。因为如果存在某种单纯之物,它要么是四元素之一,要么是这些之外的某种别的东西,正如阿那克西曼德及其学派所说的那种在诸元素之外、他们由此产生出诸元素的东西。而诸元素中的任何一个都不能是无限的,这也清楚地见于:阿那克西曼德虽然希望元素是无限的,却并未将它设定为空气、火或四元素中的任何一个,这是因为这些元素彼此处于相反关系中,并且如果它们中的某一个曾是无限的,相反者就会被它所毁灭。而关于被说成是处于诸元素之外作为本原的无限物,不仅并非无限,而且根本就不存在,他是通过预先假定“凡是从某物生成之物显然也都分解为此物”来予以表明的。因此,如果生成是从那个东西而来的,在此处四元素之外就必定曾存在某种东西,分解向之发生。然而在此处并没有观察到任何此类之物。但或许有人会说,即使按照他自己的学说,复合体也是由质料和形式构成的,以致向着这些的分析也会发生,然而在此处赤裸的质料从未被观察到,形式本身也未被观察到。抑或,其原因在于:质料在自身之中总是具有形式(不同时间各不相同),而生成是从相反的形式而来,消灭也是向着相反的形式而去?因此,既然具质料的冷是从具质料的热生成的,当具质料的冷消灭时,它是向着具质料的热消灭的,并且这一点是可见的。因此,即使被生成之物既被说成是从质料生成,又被说成是从相反的形式生成,但从质料生成是作为始终内在者,从相反形式生成则是作为转变向相反者。欧德谟在提出了这个疑难之后,似乎也是这样加以解决的。因为在说在此处恩培多克勒式的元素及由之构成的事物之外没有观察到任何东西之后,他接着写道:“但对于主张无形者的人们来说则是可能的;因为它是处于这些之下的基质。”因此,在表明了四元素中的任何一个都不是无限物,且诸元素之外的东西根本不存在之后,他接着根据普遍的论证表明,在单纯物体之中没有任何一个物体——无论是诸元素还是诸元素之外的东西——是无限的,他在从容有余的论证中首先表明,存在物之元素全然只有一个本身都是不可能的。而如果元素根本不是一个,它就既不会是无限的,也不会是有限的。因为赫拉克利特曾说,万物都是从有限的火而来的,且万物都分解为此物。斯多亚派的人们大概也持这一看法;因为大火焚宇暗示了这类事情,而且他们说一切物体都是有限的。
- 3.46ἢ τούτου αἴτιον τὸ ἀεὶ μὲν ἔχειν τὴν ὕλην εἶδος ἐν ἑαυτῇ ἄλλοτε ἄλλο, τὴν δὲ γένεσιν ἐκ τῶν ἐναντίων εἰδῶν εἶναι καὶ τὴν φθορὰν εἰς τὰ ἐναντία εἴδη
句首的 ἤ 用于对紧接在前、关于赤裸质料与形式亦未被单独观察到的可能异议(ἀλλ’ ἴσως ἐρεῖ τις...)提出真正的解释或解答(“抑或……是因为……”)。在谓词结构中,τὸ ἔχειν... 与省略冠词的 [τὸ] εἶναι 通过 μέν... δέ 形成对比,构成阐明 αἴτιον 的实质性主语。
- 3.46ἐκ περιουσίας πρῶτον δεικνύς, ὅτι οὐδὲ εἶναι ὅλως δυνατὸν ἕν τι στοιχεῖον τῶν ὄντων
介词短语 ἐκ περιουσίας 作状语修饰分词 δεικνύς,意为“从从容有余的论据出发/超出严格必要限度地/作为进一步的富余证明”。它表明亚里士多德在否定无限单纯物这一核心论题之外,还额外且更彻底地论证了元素根本不可能唯一。
