← 辛普里丘

亚里士多德《物理学》注释

§46.9-47.33

反驳否定原理者与各门学科的作用

关于亚里士多德在《物理学》184b25中指出考察存在是否为一且不动不属于自然哲学的论述,辛普里丘驳斥了亚历山大的解释并提出自己的看法,进而阐明个别科学为何不能针对取消其原理的人进行科学论证,以及更高等级的科学、辩证术与第一哲学如何确立原理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#1

" Τὸ μὲν οὖν εἰ ἓν καὶ ἀκίνητον τὸ ὂν σκοπεῖν οὐ περὶ φύσεώς ἐστι σκοπεῖν." “Διὰ τούτων δέ, φησὶν ὁ Ἀλέξανδρος, καὶ τὸ δοκοῦν παραλελεῖφθαι πρόβλημα, τὸ εἰ εἰσὶν ὅλως ἀρχαί, προστίθησιν, ἀντιλέγων πρὸς τοὺς μηδὲ ὅλως ἀρχὴν εἶναι τιθεμένους τῶν φυσικῶν. οἱ γὰρ ἓν λέγοντες τὸ ὂν καὶ ἀκίνητον ἀναιροῦσι τὰς φυσικὰς ἀρχὰς καὶ αὐτὴν τὴν φύσιν. καὶ γὰρ ἡ ἀρχὴ τινὸς ἢ τινῶν ἀρχὴ καὶ πλῆθος ἑαυτῇ συνεισάγει· καὶ εἰ μὴ ἔστι κίνησις, οὐδὲ φύσις· ἀρχὴ γὰρ κινήσεως ἡ φύσις ἀποδειχθήσεται.” μήποτε δὲ περινενοημένη μᾶλλόν ἐστιν ἡ τοιαύτη ἐξήγησις· οὐ γὰρ ὅτι εἰσὶν ἀρχαὶ φυσικαὶ διὰ τούτων ὁ Ἀριστοτέλης δεῖξαι προτίθεται, ἀλλ’ ὁμολογούμενον τοῦτο λαβὼν καὶ κατ’ αὐτούς, εἴπερ τὸ ὂν ἀντὶ τῆς ἀρχῆς ἔλαβον, ἐκ τούτου πειρᾶται τοὺς ἓν λέγοντας τὸ ὂν ὡς ἀρχὴν λέγοντας διασαλεύειν. οὐ γὰρ ἔτι ἀρχή ἐστιν, εἰ ἓν μόνον τὸ ὂν καὶ οὕτως ἕν ἐστιν, ὡς δοκεῖ τοῖς πολλοῖς ἓν λέγεσθαι τὸ ὄν, ὡς αὐτὸ μόνον· ἡ γὰρ ἀρχὴ τινὸς ἢ τινῶν ἀρχή ἐστιν, ὥστε καὶ πλῆθος αὐτῇ συνεισάγει. ἅμα οὖν ἀναιρῶν τὴν θέσιν αὐτῶν ἐπισκήπτει τοῖς θεμένοις, ὅτι περὶ φύσεως σκοπεῖν δοκοῦντες 〈τὴν φύσιν ἀνῄρουν. καὶ〉 τὰ πρῶτα τμήματα τῆς διαιρέσεως συλλαβών (ἔστι δὲ ταῦτα εἰ μία καὶ ἀκίνητος ἡ ἀρχή), προστάτας εὑρίσκει ταύτης τῆς δόξης Παρμενίδην καὶ Μέλισσον ἓν λέγοντας τὸ ὄν, ἀντὶ τῆς ἀρχῆς τὸ ὂν τιθέντας.1 καὶ πρὸς τούτους εὐθὺς ἀντιλέγει πρῶτον συμπλέξας τὴν τῆς ἀρχῆς καὶ τοῦ ὄντος ἔννοιαν, καθ’ ἣν ὑπώπτευεν αὐτοὺς λέγειν· εἶτα κατὰ τὴν τοῦ ὄντος, ὥσπερ εἰκὸς ἦν καὶ τοὺς πολλοὺς τοῦ ὀνόματος ἀκούοντας οἴεσθαι· καὶ τότε ἀπὸ τοῦ ἑνὸς ἐπιχειρεῖ. καὶ ἔοικε μέμφεσθαι εὐθύς, ὅτι τῷ μίαν τὴν ἀρχὴν τοῦ ὄντος εἰπεῖν ἓν τὸ ὂν εἶπον, καὶ τῇ τοῦ ὄντος ἐννοίᾳ ἀναιρεῖται ἡ ἀρχή, καὶ περὶ τῆς τῶν ὄντων ἀρχῆς 〈λέγοντες〉 καὶ τὴν ἀρχὴν ἀναιροῦσι καὶ τὴν φύσιν ἓν καὶ ἀκίνητον λέγοντες τὸ ὄν, φύσεως δὲ ἀναιρεθείσης καὶ τῶν φυσικῶν ἀρχῶν ἀνῄρηται καὶ ἡ φυσικὴ πᾶσα θεωρία. ἐπειδὴ δὲ οὐ πᾶς λόγος ἄξιός ἐστιν ἀντιλογίας, μέλλων ἀντιλέγειν αὐτοῖς αὐτὸ τοῦτο πρῶτον ὑποδείκνυσι, κατὰ τί μὲν οὐκ ἄξιος ἀντιλογίας ὁ λόγος ἐστί, κατὰ τί δὲ καὶ οὕτως ἔχοντος αὐτοῦ οὐδὲν ὅμως κωλύει τὸ ἀντειπεῖν. οὐδεμία γὰρ τέχνη οὐδὲ ἐπιστήμη πρὸς τὸν ἀναιροῦντα τὰς ἀρχὰς αὐτῆς καὶ τὴν ὅλην σύστασιν ἐπιστημονικῶς ὑπαντᾶν δύναται τῷ ἑαυτῆς λόγῳ. εἰ γὰρ δεῖ τὸν φυσικὸν εἰ τύχοι ὡς φυσικὸν πάντα τὰ παρ’ αὐτοῦ δεικνύμενα ἐκ τῶν φυσικῶν ἀρχῶν καὶ φυσικῶς ἀποδεικνύναι, μὴ συγχωροῦνται δὲ αἱ ἀρχαὶ μηδὲ ἡ φυσικὴ θεωρία,2 πῶς ἂν ἔτι ἀποδείξοι ὁ φυσικὸς ᾗ φυσικός; ἀλλ’ οὐδὲ ὁ γεωμέτρης πρὸς τὸν ἀναιροῦντα τὰς γεωμετρικὰς ἀρχὰς καὶ τὴν σύστασιν τῆς γεωμετρίας ὡς γεωμετρικὸς διαλέξεται· οὐ γὰρ ἔχει ἀρχὰς ἀφ’ ὧν διαλεχθήσεται. συστῆσαι δὲ βουλόμενος τὰς ἀρχάς, ἢ ἐκ προτέρων ἢ ἐξ ὑστέρων αὐτὰς συστήσει· ἀλλ’ εἰ ἐκ προτέρων, δῆλον ὅτι οὐ φυσικῶν οὐδὲ φυσικῶς· εἰ δὲ ἐξ ὑστέρων καὶ φυσικῶν, αἰτεῖν ἀνάγκη ταῦτα3 μήπω δῆλα ὄντα διὰ τὸ ἀναιρεῖσθαι τὰς ἀρχὰς ἐξ ὧν δείκνυσθαι δυνατὸν αὐτά· ὡς ἔχει τὰ παρὰ τοῖς γεωμέτραις καλούμενα αἰτήματα. ἀλλὰ ἀνάγκη τὰς ἑκάστων ἀρχὰς ἢ τὰς ἐπαναβεβηκυίας προσεχῶς αὐτῶν ἐπιστήμας ἐπιδεικνύναι (ὡς τὰς ἰατρικὰς τῆς φυσικῆς καὶ τὰς μηχανικὰς τῆς γεωμετρίας) ἢ πασῶν τινα κοινήν, οἵα ἐστὶν ἡ διαλεκτικὴ τῶν Περιπατητικῶν· καὶ γὰρ ἐν τοῖς Τοπικοῖς χρήσιμον ἐκείνην εἶπε τὴν μέθοδον καὶ πρὸς τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας· “ἐξεταστικὴ γάρ, φησίν, οὖσα πρὸς τὰς ἁπασῶν τῶν ἐπιστημῶν ἀρχὰς ὁδὸν ἔχει.” καὶ τοῦτο εἰκότως, εἴπερ ὁ σκοπὸς τῆς διαλεκτικῆς ἐστι περὶ παντὸς τοῦ προτεθέντος πράγματος συλλογίσασθαι ἐξ ἐνδόξων. δείξει γὰρ ὁ διαλεκτικὸς εἰ τύχοι ὅτι τὸ σημεῖον ἀμερὲς καὶ ἡ γραμμὴ μῆκος ἀπλατὲς καὶ τὸ ἐπίπεδον ὅτι μῆκος καὶ πλάτος μόνον ἔχει, προσλαμβάνων ἀξίωμα κοινόν, ὅτι τὸ σῶμα τριχῇ διαστατὸν καὶ ὅτι πᾶν τὸ περατοῦν τοῦ περατουμένου μιᾷ λείπεται διαστάσει.4 καὶ ἡ πρώτη δὲ φιλοσοφία πασῶν ἀποδείξει τὰς ἀρχάς· διὸ καὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν ἐκείνη ἀνευφημεῖται. οὐκ ἔστιν οὖν τοῦ φυσικοῦ διαλεχθῆναι πρὸς τὸν ἀναιροῦντα τὰς φυσικὰς ἀρχάς. πρὸς δὲ τοὺς καθόλου πᾶσαν ἀρχὴν ἀναιροῦντας τάχα οὐδενὸς ἂν εἴη διαλεχθῆναι.5

“因此,考察存在是否是一且不动的,并不是考察关于自然的事情。” 亚历山大说:“通过这些话,亚里士多德亦补充了那道似乎被遗漏的难题,即‘原理究竟是否存在’,以此反驳那些甚至根本不设定自然物之原理存在的人。因为那些主张存在是一且不动的人,取消了自然原理以及自然本身。因为原理是某物或某些事物的原理,它自身随之引入了多;而且如果运动不存在,自然亦不存在;因为自然将被证明是运动的原理。”然而,这样的解释或许未免过于穿凿;因为亚里士多德并非企图通过这些话来表明存在着自然原理,而是在即便照他们自己的说法亦承认这一点的基础上——如果他们确实是以存在代替原理的话——试图以此出发,动摇那些把存在说成是一的人,将他们当作在谈论原理的人来动摇。因为如果存在仅仅是一,并且是按照多数人以为存在被说成是一的那种方式为一,即仅仅是它自身,那么它就不再是原理;因为原理是某物或某些事物的原理,从而它自身随之引入了多。因此,他在取消他们的论点的同时,指责那些作出这种设定的人,因为他们虽然看似在考察自然,却取消了自然。而且,在总括了划分的最初部分之后(这些部分即是“原理是否是一且不动的”),他发现这一见解的提倡者乃是巴门尼德和美里索,他们主张存在是一,以存在代替原理。亚里士多德立即针对他们进行反驳,首先结合了原理的概念和存在的概念——他揣测他们正是依此立论的;接着按照存在的概念反驳,正如多数人听到这一名称时自然会想到的那样;随后他从“一”出发进行论驳。他似乎立即责难他们,因为他们通过说存在的原理是一而主张存在是一,且因着存在的概念,原理被取消了;并且他们谈论存在者的原理,却通过主张存在是一且不动而取消了原理和自然;而一旦自然被取消,自然原理连同全部自然探究亦被取消了。然而,既然并非所有的论述都值得反驳,他在将要反驳他们时,首先指明了正是这一点:在何种意义上该论述不值得反驳,而在何种意义上,尽管该论述如此,却仍不妨碍予以反驳。因为没有任何技艺或科学,能够针对取消其原理和整个架构的人,以其自身的论证符合科学地作出应对。因为如果说自然哲学家作为自然哲学家,必须从自然原理出发并以自然哲学的方式来论证他所展示的一切,而诸原理和自然探究又不被承认,那么自然哲学家作为自然哲学家还如何能进行论证呢?而且,几何学家亦不会作为几何学家去与取消几何原理和几何学架构的人进行辩论;因为他没有可以据以辩论的原理。如果他想要确立这些原理,他要么从先在者出发,要么从后继者出发来确立它们;但如果从先在者出发,显然并非从自然事物出发,亦非以自然哲学的方式;如果从后继的自然事物出发,那么由于据以能够展示它们的原理已被取消,就必然要对这些尚未明了的事物作出要求,正如几何学家那里所谓的公设一样。相反,各个学问的原理,必然要么由紧接其上的诸科学来展示(正如自然哲学展示医学的原理,几何学展示力学的原理),要么由某种对一切科学共通的科学来展示,例如漫步学派的辩证术;因为他在《论题篇》中亦说过,该方法对于依循哲学的诸科学也是有用的:“因为它是探究性的,”他说,“所以它通向一切科学的原理。”而这是理所当然的,只要辩证术的目的在于就所提出的任何事物从通俗见解出发进行推论。因为辩证学家例如可以通过引入一条共通公理——即物体是三维伸展的,且一切定界者都比被定界者少一个维度——来表明点是无部分的,线是无宽度的长度,而平面则仅有长度和宽度。并且第一哲学亦将论证一切科学的原理;因此那门科学亦被颂扬为技艺之技艺和科学之科学。因此,与取消自然原理的人进行辩论,并不属于自然哲学家的事情。而对于那些断然取消一切原理的人,恐怕不属于任何人可以与之辩论的了。

语法注5 条
  1. 1.7ἀντὶ τῆς ἀρχῆς τὸ ὂν τιθέντας

    宾格分词 τιθέντας 作 Παρμενίδην καὶ Μέλισσον(巴门尼德与美里索)的同位语修饰它们。承接前文辛普里丘关于二人实际上是在探究存在之原理的解释,该短语表示他们用“存在”一词代替了“原理”。

  2. 1.7μὴ συγχωροῦνται δὲ αἱ ἀρχαὶ μηδὲ ἡ φυσικὴ θεωρία

    该分句作为前文 εἰ γὰρ δεῖ τὸν φυσικὸν... 所引导的条件从句(protasis)的后半部分,由连词 δέ 连接,省略了从属连词 εἰ。直陈式现在被动态动词 συγχωροῦνται 使用否定词 μή,是因为整个分句处于条件从句的管辖之下。

  3. 1.7αἰτεῖν ἀνάγκη ταῦτα

    不定式 αἰτεῖν 在此处具有数学术语的专门意义,即“作为公设予以要求(预先假定)”,在词源和概念上直接呼应紧随其后的 ὡς ἔχει τὰ παρὰ τοῖς γεωμέτραις καλούμενα αἰτήματα(正如几何学家所谓的公设)。

  4. 1.7μιᾷ λείπεται διαστάσει

    动词 λείπεται(少于、不足)支配前置的属格 τοῦ περατουμένου,后者为表示比较基准的比较属格;与格短语 μιᾷ διαστάσει 则作表示差异程度的量度与格(dative of measure of difference),意为“相差一个维度”。

  5. 1.7οὐδενὸς ἂν εἴη διαλεχθῆναι

    该句由希求法加 ἄν(ἂν εἴη,潜在推测)构成谓语,属格 οὐδενός 是表示“属于某人的职责/本分”的属格(特征属格/所属属格),在句法上与前文的 οὐκ ἔστιν τοῦ φυσικοῦ διαλεχθῆναι(不属于自然学者的事)完全平行。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:46.9-47.33