- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:478.5-479.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《物理学》204b10中从自然哲学角度论证无限物体不可能性的文本,辛普利丘从本质、能力和处所三个维度解析其论证结构,并详尽阐述了复合体由有限或无限元素组成之诸假说的反驳逻辑。
" Φυσικῶς δὲ μᾶλλον θεωροῦσιν ἐκ τῶνδε1 ἕως τοῦ ὥστε τὸ ἄπειρον σῶμα πανταχῇ ἔσται εἰς ἄπειρον διεστηκός." Οὐχὶ λογικῶς καὶ κοινῶς, ἀλλ’ ἀποδεικτικῶς μᾶλλον καὶ τοῖς προκειμένοις οἰκείως. δείκνυσι γὰρ διά τε τῆς οὐσίας αὐτῶν, εἰ μήτε σύνθετον μήτε ἁπλοῦν εἶναι δύναται τὸ ἄπειρον, καὶ διὰ τῶν δυνάμεων, ἃς ἔχει τὰ φυσικὰ φυσικῶς κινούμενα, καὶ διὰ τῶν τόπων ἐν οἷς μένειν ἢ ἐφ’ οὓς κινεῖσθαι πεφύκασι. καὶ ἡ μὲν ἐκ τῆς οὐσίας ἀπόδειξίς ἐστιν, ὅτι οὔτε σύνθετον οὔτε ἁπλοῦν ἐνδέχεται σῶμα φυσικὸν ἄπειρον εἶναι· οἰκεῖον γὰρ φυσικῷ σώματι τὸ ἁπλοῦν τε καὶ σύνθετον. λέγει οὖν ὅτι, εἰ ἔστιν ὅλως ἄπειρόν τι σῶμα φυσικόν, δεῖ αὐτὸ ἢ σύνθετον ἢ ἁπλοῦν εἶναι· καὶ εἰ σύνθετον, ἐκ πλειόνων πάντως (διὸ καὶ αὐτὸς προσέθηκεν ἀνάγκη γὰρ πλείω εἶναι) καὶ τῷ εἴδει διαφερόντων. ἀνάγκη δὲ τὰ πλείω ταῦτα ἢ πεπερασμένα εἶναι τῷ ἀριθμῷ ἢ ἄπειρα. οὐδὲ γὰρ τοῦτο παρῆκε τὸ τμῆμα, ὡς οἴεται ὁ Ἀλέξανδρος, ὡς δεδειχὼς αὐτὸ καὶ δείξων, ἀλλὰ καὶ αὐτὸς ἐλέγξει ἐν οἷς φησιν “εἰ δὲ ἄπειρα καὶ ἁπλᾶ”· καὶ γὰρ ὅτι οὐκ ἔστιν ἓν τὸ στοιχεῖον ἔδειξε, καὶ ὅμως τοῦ τελείου τῆς ἀποδείξεως ἕνεκεν καὶ ἁπλοῦν τὸ ἄπειρον ὑποτίθεται. εἰ οὖν σύνθετον ἐκ πεπερασμένων τῷ ἀριθμῷ, ἢ πάντα καὶ τῷ μεγέθει πεπερασμένα ἐστίν, ἢ πάντα ἄπειρα, ἢ τὰ μὲν οὕτως τὰ δὲ ἐκείνως. ἀλλ’ εἰ μὲν πάντα τῷ μεγέθει πεπερασμένα, ἐπειδὴ καὶ τῷ πλήθει πεπερασμένα, καὶ τὸ ὅλον ἔσται τῷ μεγέθει πεπερασμένον καὶ οὐκ ἄπειρον. τοῦτο δὲ ὡς σαφὲς τὸ τμῆμα διελέγχειν παρῃτήσατο. εἰ δὲ τὰ μέν ἐστι πεπερασμένα τὰ δὲ ἄπειρα, ἢ καὶ ἓν μόνον ἐν αὐτοῖς ἄπειρον (ἀρκεῖ γὰρ καὶ ἓν λαβεῖν πρὸς τὴν ἀπόδειξιν), μεταβαλεῖ πάντα εἰς ἑαυτὸ τὸ ἄπειρον. καὶ οὐκέτι ἔσται πολλὰ τὰ στοιχεῖα, ἀλλ’ ἕν, οὐδὲ σύνθετον τὸ ἄπειρον ἀλλ’ ἁπλοῦν, ὅπερ ὀλίγον ὕστερον ἐλέγξει· δεῖ γὰρ ἐξισάζειν καὶ ἰσοσθενῆ εἶναι τὰ στοιχεῖα, εἰ μέλλοι σῴζεσθαι. εἰ δὲ ὁ μὲν ἀὴρ εἰ τύχοι ἄπειρος εἴη, τὸ δὲ πῦρ πεπερασμένον, κρατηθήσεται τὸ πῦρ ὑπὸ τοῦ ἀέρος καὶ μεταβληθήσεται εἰς αὐτόν. ἀλλ’ ἐρεῖ τις2 ἴσως, ὅτι εἰ ὁ πλείων ἀὴρ τοῦ ἐλάττονος πυρός ἐστιν ἀσθενέστερος, τί κωλύει μὴ ἡττᾶσθαι τὸ πεπερασμένον πῦρ ὑπὸ τοῦ ἀπείρου ἀέρος; ταύτην οὖν λύει τὴν ἔνστασιν λέγων, ὅτι ἐὰν τὸ ἴσον πῦρ τοῦ ἴσου ἀέρος ἰσχυρότερον ὑπάρχον ἐν ἀριθμῷ τινι καὶ λόγῳ τὴν ὑπεροχὴν ἔχῃ τῆς δυνάμεως ὁποιῳοῦν οἷον μυριονταπλασίῳ, ἐὰν μυριονταπλάσιον τοῦ ἐξ ἀρχῆς λάβωμεν ἀέρα, ἰσοσθενὴς ἔσται τῷ ἐξ ἀρχῆς ληφθέντι πυρί· κἂν ἀφέλωμεν οὕτως πολλάκις, τὸ μὲν πῦρ ἐπιλείψει πεπερασμένον ὑποτεθέν, ὁ δὲ ἀὴρ οὐκ ἐπιλείψει ἄπειρος ὑπάρχων, ὥστε καὶ τῇ δυνάμει ὑπερβάλλων φθερεῖ τὸ πῦρ. δῆλον δὲ ὅτι εἰ πλείονα τῷ ἀριθμῷ τὰ ἄπειρα εἴη, ἔτι πλέον ὑπὸ τῶν πλειόνων ἐπικρατηθήσεται τὰ λοιπά. εἰ δὲ πάντα ἄπειρα τῷ μεγέθει ὑποτεθείη τὰ στοιχεῖα πεπερασμένα ὄντα τῷ ἀριθμῷ, ἐπειδὴ σῶμα μὲν ἁπλῶς ἐστιν τὸ τριχῇ διαστατὸν καὶ πανταχῇ διεστηκός, ἄπειρον δὲ σῶμα τὸ πανταχῇ μέν, ἀπεράντως δὲ διεστηκός, δῆλον ὅτι ἑνὸς ὄντος ἀπείρου σώματος οὐκ ἄν τι ἄλλο σῶμα 〈εἴη〉 παρ’ αὐτό. περαίνοι γὰρ ἂν πρὸς ἐκεῖνο. πολλῷ δὲ μᾶλλον τὸ ἀδύνατον ἀκολουθεῖ, εἰ πάντα ἄπειρα ὑποτεθείη τὰ πεπερασμένα τῷ ἀριθμῷ, τῷ δὲ μεγέθει ἄπειρα. καὶ διὰ τοῦτο ἴσως δυνάμενον τὸ ἄτοπον τοῦτο καὶ τῇ πρὸ ταύτης ὑποθέσει ἐπαγαγεῖν3 τῇ ἓν ἢ πλείω μὴ πάντα δὲ ἄπειρα τῷ μεγέθει τιθείσῃ, ἐκείνην μὲν διὰ τῶν δυνάμεων ἤλεγξε, ταύτην δὲ διὰ τῶν διαστάσεων, ὡς ἔτι μᾶλλον ταύτῃ τοῦ ἀτόπου τούτου ἑπομένου. εἰ δὲ ὅπερ λοιπόν ἐστι τῆς διαιρέσεως, ἄπειρα τῷ πλήθει τὰ ἁπλᾶ ἐξ ὧν τὸ ἄπειρον σύνθετον ὑποτεθὲν λέγει τις, ἤδη μὲν ἐλήλεγκται ἡ ὑπόθεσις ἐν τῷ πρώτῳ βιβλίῳ, ἐν οἷς ἐδείκνυτο ὅτι οὔτε ἓν οὔτε ἄπειρα τὰ στοιχεῖα, ἀλλὰ πλείω μὲν ἑνός, πεπερασμένα δὲ τῷ πλήθει καὶ οὐκ ἄπειρα. ἐλέγξει δὲ καὶ μετ’ ὀλίγον αὐτήν, ὅταν λέγῃ “εἰ δὲ ἄπειρα καὶ ἁπλᾶ” ἐκ τοῦ τὰς δυνάμεις, καθ’ ἃς εἰδοποιεῖται τὰ φυσικὰ καὶ ἁπλᾶ σώματα, ὡρισμένας εἶναι τοῖς εἴδεσι. ταῖς γὰρ πρώταις τῶν ἁπλῶν ἐναντιώσεσιν εἰδοποιεῖται καὶ τὰ πρῶτα στοιχεῖα, αἵ εἰσι δύο θερμότης ψυχρότης καὶ ξηρότης ὑγρότης. ὧν δὲ τὰ εἴδη κατὰ πλῆθος ὥρισται, ταῦτα ἀνάγκη καὶ αὐτὰ ὡρισμένην ἔχειν τὴν κατὰ τὸ πλῆθος διαφοράν.
“更从自然哲学的角度来考察,根据以下各点[是清楚的]……以致无限的物体将在各个方向上无限延展,直到这一句。” 不是合乎逻辑且共通地进行考察,而是宁可说是论证性地且适切于眼前主题地进行考察。因为他表明这一点,既是通过它们的本质(如果无限物既不能是复合的亦不能是单纯的),又是通过自然运动着的自然物体所具有的诸能力,以及通过它们本性上居留于其中或向之运动的诸处所。而根据本质的论证在于:一个自然物体,无论是复合的还是单纯的,都不可能是无限的;因为单纯与复合乃是自然物体所特有的。因此他说,如果全然存在某种无限的自然物体,它必定要么是复合的要么是单纯的;而如果是复合的,无论如何是由更多的部分构成的(正因如此他自己也补充道,“因为必然有更多”),且在形式上有所不同。而这更多的部分必然要么在数量上是有限的,要么是无限的。因为他并未如亚历山大所认为的那样,以为自己已经指明且将要指明而省略了这一区分,相反,他自己将在说“如果它们是无限且单纯的”那一处进行反驳;因为他也指明了元素并非只有一个,然而为了论证的完备性,他仍假定无限物也是单纯的。因此,如果它是从数量有限的部分构成的复合体,那么要么全部在量度上也是有限的,要么全部是无限的,要么一部分如此一部分如彼。但如果全部在量度上是有限的,由于它们在多数上也是有限的,整体在量度上也必将是有限的而非无限的。由于这一区分是自明的,他放弃了彻底反驳它。而如果一部分是有限的一部分是无限的,或者甚至在它们之中唯有一个是无限的(因为即便取一个也足以进行论证),无限物就会将一切都转化为自身。元素将不再是多个而是一个,无限物也将不再是复合的而是单纯的,这一情况他在不久之后就会加以反驳;因为如果元素要得以保持,它们必须是均等的且具有等同的力量。然而,如果比如空气是无限的,而火是有限的,火就会被空气所压倒并转化为空气。但或许有人会说,如果较大量的空气比少量的火更弱,有什么妨碍有限的火不被无限的空气所击败呢?因此,他通过如下说法解决了这一异议:如果等量的火比等量的空气更强,并在任意的某个数量和比例上具有能力的优势(例如一万倍),那么如果我们取最初所取的空气的一万倍,它就会与最初所取的火力量均等;即使我们如此多次地扣除,火由于被假定为有限的必将耗尽,而空气作为无限存在的则不会耗尽,从而在力量上也占优势而毁灭火。显而易见,如果无限之物在数量上是较多的,其余的部分将更加被较多的部分所压倒。但如果所有在数量上有限的元素都被假定在量度上是无限的,既然无条件而言的物体是在三维上延展且在各个方向上延展之物,而无限物体是在各个方向上、但无界限地延展之物,那么显而易见,若存在一个无限物体,在其旁边就不会存在任何其他物体。因为它会朝向那一个而被限定。如果在数量上有限之物被假定全部在量度上是无限的,产生不可能的结论就更加严重了。或许正因如此,尽管能够将这一荒谬结论也加在先于此的、设定一个或多个但并非全部在量度上为无限的假说之上,但他通过诸能力反驳了前一个,而通过诸维度反驳了后一个,因为这一荒谬结论更加伴随着后一个假说。而如果有人主张这一划分的剩余部分,即假设由之构成无限复合体的单纯物在多数上是无限的,那么这一假说在第一卷中已经遭到反驳,当时表明诸元素既非一个亦非无限,而是多于一个,但在多数上是有限而非无限的。然而不久之后,当他说“如果它们是无限且单纯的”时,基于使自然单纯物体成形的诸能力在形式上是受限定的这一事实,他也会对它进行反驳。因为最初的元素是由单纯物的最初相反性所成形的,这些相反性是两对:冷热与干湿。凡是形式在多数上受限定之物,它们自身也必然具有按多数而受限定的差异。
- 3.45Φυσικῶς δὲ μᾶλλον θεωροῦσιν ἐκ τῶνδε
与格分词 θεωροῦσιν 在此充当取决于被省略的非人称谓语(如 δῆλον ἂν εἴη)的“判断者与格”(dativus iudicantis),意为“对于……考察的人而言”。其后的 ἐκ τῶνδε 则是表示论据来源的介词短语。
- 3.45εἰ δὲ ὅπερ λοιπόν ἐστι τῆς διαιρέσεως, ἄπειρα τῷ πλήθει τὰ ἁπλᾶ ἐξ ὧν τὸ ἄπειρον σύνθετον ὑποτεθὲν λέγει τις
在条件从句 εἰ δὲ... λέγει τις 的结构中,ὅπερ λοιπόν ἐστι τῆς διαιρέσεως 为插入语;λέγει 的主语是 τις,支配一个省略了 εἶναι 的间接陈述结构,其中 τὰ ἁπλᾶ 为主语宾格,ἄπειρα 为谓语形容词。在关系从句 ἐξ ὧν... 中,ὑποτεθὲν 是修饰 τὸ ἄπειρον σύνθετον(“被假设的无限复合体”)的被动分词。
- 3.45δυνάμενον τὸ ἄτοπον τοῦτο καὶ τῇ πρὸ ταύτης ὑποθέσει ἐπαγαγεῖν
中性宾格分词 δυνάμενον 在此用作非人称的宾格绝对分词独立结构(类似于 ἐξόν 或 παρόν),构成让步状语从句:“尽管能够将这一荒谬结论加在……之上”。它与主句的主动词 ἤλεγξε(主语为亚里士多德)相连。
