← 辛普里丘

亚里士多德《物理学》注释

§477.7-478.4

基于物体界限与数之可数性对无限的逻辑反驳

辛普利丘解释说,针对基于表象而主张无限存在的论据,亚里斯多德从定义出发通过逻辑推论进行反驳,指出物体必受平面限定,且数量必然可数有限,因而量度与数量皆不可能现实地无限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.44#2

Ἐπειδὴ δὲ ἐν τοῖς πιστουμένοις εἶναι τὸ ἄπειρον λόγοις ἦν τις ἀπὸ τῆς ἐννοίας καὶ φαντασίας τῆς ἡμετέρας εἰλημμένος διὰ τὸ ταύτην καὶ τοῖς μεγέθεσιν ἀεὶ καὶ τοῖς ἀριθμοῖς προστιθέναι τοῖς τε φυσικοῖς καὶ τοῖς μαθηματικοῖς, πρὸς ἐκεῖνον ἔοικε τὸν λόγον λογικῶς ἐπικεχειρημένον τοῦτον ἀντιπαραβάλλειν. λέγει γὰρ ὅτι οὔτε μέγεθος οὔτε ἀριθμός ἐστιν ἄπειρα. εἰ γὰρ διότι ἐννοοῦμεν ἀεὶ πρόσθεσιν καὶ μεγέθους καὶ ἀριθμοῦ, διὰ τοῦτο ἄπειρά ἐστιν, ἐπειδὴ1 πᾶν μέγεθος ἅμα τῷ μέγεθος ἐννοηθῆναι ἐπιπέδοις πεπερασμένον ἐννοεῖται, καὶ πᾶς ἀριθμός, ὃν ἂν λάβωμεν ὡς ὑπάρχοντα, ἀριθμητός ἐστι καὶ διεξιτητός, δῆλον ὅτι πεπερασμένα ἂν εἴη τό τε μέγεθος καὶ ὁ ἀριθμός. καὶ ἐπὶ μὲν τοῦ σώματος τοιοῦτός ἐστιν ὁ συνάγων λόγος· εἰ σώματος ὅρος ἐστὶ τὸ ἐπιπέδοις ὡρισμένον, τὸ δὲ ἄπειρον οὐχ ὥρισται ἐπιπέδοις (ταύτην δὲ ὡς ἐναργῆ παρῆκεν), οὐδὲν ἄρα σῶμα ἄπειρόν ἐστι. καὶ ἔστι κοινὸς ὁ λόγος ἐπί τε τῶν μαθηματικῶν σωμάτων καὶ τῶν φυσικῶν. καθὸ γὰρ σῶμα, τουτέστι καθὸ τριχῇ διαστατόν, εἴληπται, ἀλλ’ οὐ καθὸ φυσικόν. καὶ ὁ ἐπὶ τοῦ ἀριθμοῦ δὲ συλλογισμὸς κοινός ἐστιν ἐπί τε τοῦ αἰσθητοῦ καὶ ἐπὶ τοῦ μαθηματικοῦ ἀριθμοῦ ἔχων οὕτως· ὁ ἀριθμὸς ἀριθμητόν. οὐ γάρ ἐστι κεχωρισμένος ἀριθμός, ὡς τινες οἴονται τὴν κοινότητα ταῖς ἐννοίαις ἀφαιροῦντες, ἀλλ’ ἔστιν ἐν τοῖς μετέχουσι· διὸ ἀριθμητόν. τὸ δὲ ἀριθμητὸν ἐνδέχεται ἀριθμῆσαι, τὸ τοιοῦτον ἐνδέχεται διεξελθεῖν, τὸ τοιοῦτον πεπερασμένον. ὁ ἄρα ἀριθμὸς πεπερασμένος ἐστὶ καὶ οὐκ ἄπειρος, ὡς ἐδόκει λέγειν ἡ φαντασία. κἂν δυνατὸν οὖν τὸν ἀεὶ λαμβανόμενον ἀριθμὸν αὔξειν, ἀλλ’ ὅ γε ληφθεὶς πεπερασμένος ἐστί. κἂν γὰρ μὴ ἀριθμητόν τις λέγῃ τὸν ἀριθμόν, ἀλλὰ τό γε ἔχον ἀριθμὸν ἀριθμητὸν καὶ πεπερασμένον ὑπάρχον διὰ τὴν τοῦ ἀριθμοῦ μέθεξίν ἐστι τοιοῦτον. ὅπερ γὰρ ἂν ἀριθμὸς καταλάβῃ, τοῦτο ἀριθμεῖσθαι ποιεῖ, ὥσπερ καὶ τὸ μέτρον μετρεῖσθαι. εἰ δὲ ἄπειρος ἦν, οὐκ ἂν τὸ μετέχον αὐτοῦ τῷ μετέχειν ἐποίει πεπερασμένον, ἀλλ’ ἢ πεπερασμένον ἐστὶν ὁ ἀριθμὸς ἢ πέρας. τάχα δὲ καὶ αὐτὸς ὁ ἀριθμὸς ἀριθμητόν ἐστι καὶ διεξιτητόν. ἡ γὰρ τριὰς ἀπὸ τριῶν μονάδων συνέστηκε. καὶ διὰ τοῦτο εἶπεν ἀριθμητὸν γὰρ ὁ ἀριθμὸς ἢ τὸ ἔχον ἀριθμὸν παραδιαζευκτικῷ τῷ ἢ χρησάμενος.2 καὶ τὸ μὲν ἐπ’ ἄπειρον οὐδὲν κωλύει καὶ ἐν τῷ ἀριθμῷ εἶναι [καὶ] κατὰ τὴν πρόσθεσιν καὶ ἐν τῷ μεγέθει κατά τε τὴν διαίρεσιν καὶ τὴν πρόσθεσιν, τὸ δέ γε καθ’ αὑτὸ ὑφεστὼς καὶ ἐνεργείᾳ ὂν ἄπειρον ἐν οὐδετέρῳ.3

既然在使人确信无限存在的诸论据中,有一个是取自我们的观念和表象的,因为这一[观念和表象]总是在量度与数量上、在自然事物与数学事物上不断叠加,所以他似乎把这一从逻辑角度展开的论证与那个论证相对置。因为他说,既无量度亦无数量是无限的。因为如果由于我们总是构想量度与数量的增加,它们就因此是无限的话,那么,既然任何量度在被构想为量度的一瞬间就被构想为被平面所限定的,而我们能够作为现存之物采纳的任何数量都是可数的且可遍历的,显然量度与数量二者就都应当是有限的。对于物体而言,推导出的论证如下:如果物体的定义是“被平面限定之物”,而无限物并未被平面限定(这一[小前提]由于自明被他省略了),那么任何物体就都不是无限的。这一论证对于数学物体与自然物体而言是共通的。因为它是就其作为物体而言,即就其具有三维延展而言被采纳的,而非就其作为自然物体而言。关于数量的三段论在可感数量与数学数量上也是共通的,具有如下形式:数是可数的。因为并不存在某种分离存在的数,正如某些人在观念中抽离出共同性时所认为的那样,而是存在于分有它的事物之中;因此它是可数的。然而可数之物是能够被计数的,此类事物是能够被遍历的,此类事物也是有限的。因此,数是有限的,而非如表象似乎所说的那样是无限的。因此,即使能够增加不断所取的数,但至少已经被取的数是有限的。因为哪怕有人不说数本身是可数的,但至少拥有数的事物作为可数且有限之物存在,正是由于对数的分有而成为如此的。因为凡是数所把握的事物,它都使之被计数,正如度量使之被度量一样。如果数是无限的,它就不会通过分有而使分有它的事物成为有限的;相反,数要么是有限之物,要么是界限。但或许数本身也是可数的且可被遍历的。因为三是由三个单子组成的。正因如此,他使用了准选言的“或者”,说“因为数、或者具有数之物是可数的”。在数量中通过增加、在量度中通过分割与增加而走向无限,这绝无妨碍;但是就自身成立且现实存在的无限,在二者之中都不存在。

语法注3 条
  1. 3.44εἰ γὰρ διότι ἐννοοῦμεν ἀεὶ πρόσθεσιν καὶ μεγέθους καὶ ἀριθμοῦ, διὰ τοῦτο ἄπειρά ἐστιν, ἐπειδὴ ...

    条件从句中嵌套因果从句(διότι ... διὰ τοῦτο ...)的复杂从属结构。条件从句(εἰ...)设想对方关于“因不断构想其增加故为无限”的论点,随后借助 ἐπειδὴ 引导的原因从句,在主句 δῆλον ὅτι πεπερασμένα ἂν εἴη... 中推导出相反的有限结论。

  2. 3.44παραδιαζευκτικῷ τῷ ἢ χρησάμενος

    语法术语 παραδιαζευκτικός(准选言的、并列选言的)指小词 ἤ 并非表示严格的非此即彼的排他关系,而是表示并列、对等或解释性的替代(“或者说”)。辛普利丘指出亚里斯多德在此处使用 ἤ 并非为了严格二择一,而是作为互补的并列并提。

  3. 3.44τὸ δέ γε καθ’ αὑτὸ ὑφεστὼς καὶ ἐνεργείᾳ ὂν ἄπειρον ἐν οὐδετέρῳ

    与前句 καὶ τὸ μὲν ἐπ’ ἄπειρον οὐδὲν κωλύει ... εἶναι 形成强烈对照的分句(由 δέ γε 引导)。句中承前省略了谓语动词 εἶναι(或 κωλύεται εἶναι),应理解为“就自身成立且现实存在的无限,在二者中皆不存在(被阻碍存在)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:477.7-478.4