← 辛普里丘

亚里士多德《物理学》注释

§476.12-477.7

否定无限的逻辑性考察之性质与脉络

辛普里丘阐释了亚里斯多德在进入严格的自然学证明之前,为何先从“逻辑的”角度论证无限之不存在,指明了该方法的辩证性与普遍性,并梳理了整段论述的发展脉络。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.44#1

" Λογικῶς μὲν οὖν σκοπουμένοις ἐκ τῶν τοιῶνδε ἕως τοῦ καὶ διεξελθεῖν ἂν εἴη δυνατὸν τὸ ἄπειρον." Δείξας ὅτι οὔτε οὐσία ἐστὶ τὸ ἄπειρον (οὔτε γὰρ διαιρετὴ οὔτε ἀδιαίρετος) οὔτε συμβεβηκός (οὐ γὰρ ἂν εἴη ἀρχή) καὶ τοῖς Πυθαγορείοις ἐπισκήψας, ὅτι καὶ οὐσίαν λέγουσι τὸ ἄπειρον, εἴπερ ἀρχὴν καὶ μεριστὴν λέγουσιν αὐτὴν εἴπερ τὸ ἄρτιον, ἐφιστάνει λοιπὸν ὅτι ἡ τοιαύτη ζήτησις ἡ καὶ τὰς Πυθαγορικὰς ὑποθέσεις περὶ τοῦ ἀπείρου εὐθύνουσα τὰς τὸ ἄρτιον λεγούσας τὸ ἄπειρον καὶ κατὰ τὸ διαιρετὸν καὶ ἀδιαίρετον ἐπιχειροῦσα καὶ τὸ ἀρχὴν εἶναι ἢ μή, κοινή ἐστι καὶ καθολικὴ καὶ ἐπὶ τῶν μαθηματικῶν καὶ ἐπὶ τῶν νοητῶν ἁρμόττειν δυναμένη. καὶ γὰρ καὶ ἐπ’ ἐκείνων ἁρμόττειν λέγει, ὅτι ἢ οὐσία ἢ συμβεβηκός ἐστι τὸ ἄπειρον, καὶ εἰ οὐσία, ἢ διαιρετὴ ἢ ἀδιαίρετος. ἐπαναγαγὼν οὖν πάλιν τὸν λόγον εἰς τὴν περὶ τῶν αἰσθητῶν καὶ φυσικῶν ζήτησιν,1 ἆρα ἔστιν ἐν αὐτοῖς τὸ ἄπειρον ἢ οὔ, πρῶτον μὲν λογικῶς ἔτι ἐπιχειρεῖ, τουτέστι πιθανῶς καὶ ἐνδόξως, καὶ ἔτι κοινότερόν πως καὶ διαλεκτικώτερον. ἡ γὰρ διαλεκτικὴ ἡ Ἀριστοτέλους κοινή ἐστι μέθοδος περὶ παντὸς τοῦ προτεθέντος ἐξ ἐνδόξων συλλογιζομένη, ὡς αὐτὸς ἀρχόμενος τῶν Τοπικῶν φησι. τὸ γὰρ λογικὸν ὡς κοινὸν ἀντιδιαστέλλειν εἴωθε τῷ οἰκείῳ καὶ κατὰ τὴν φύσιν τοῦ πράγματος καὶ ἀποδεικτικῷ.2 ὅτι γὰρ ἔτι κοινοτέρα πώς ἐστι καὶ αὕτη ἡ ἀπόδειξις, ἐδήλωσε διὰ τοῦ εἰπεῖν οὐκ ἂν εἴη σῶμα ἄπειρον οὔτε νοητὸν οὔτε αἰσθητόν. καὶ ἔοικε διορίσας τὴν φυσικὴν ἀπὸ τῆς κοινῆς ζητήσεως τοῦτο μὲν τὸ ἐπιχείρημα ὡς παράδειγμα τῆς κοινῆς παρατιθέναι, ἐφεξῆς δὲ λοιπὸν τὴν τῷ φυσικῷ προσήκουσαν ποιεῖσθαι ζήτησιν, ὅταν λέγῃ “φυσικῶς δὲ μᾶλλον θεωροῦσι”. καὶ γὰρ ἡ εἰς ἁπλοῦν καὶ σύνθετον διαίρεσις φυσικῶν ἂν εἴη πραγμάτων οἰκεία. δύναται δὲ δεύτερον διαιρετικὸν εἶναι τοῦτο δεικνύον καὶ αὐτὸ ὅτι οὐκ ἔστι τὸ ἄπειρον. ὡς γὰρ πρότερον ἔδειξεν, ὅτι εἰ μήτε οὐσία μήτε συμβεβηκὸς οὐκ ἔστιν ὅλως τὸ ἄπειρον, καὶ μετ’ ὀλίγον δείξει, ὅτι εἰ μήτε ἁπλοῦν μήτε σύνθετον οὐκ ἔστιν ὅλως, οὕτως νῦν εἰ μήτε μέγεθος μήτε ἀριθμὸς ἅπερ δοκεῖ ἄπειρα οὐκ ἔστιν ὅλως. ἡ μὲν οὖν ὅλη τάξις καὶ ἀκολουθία τῶν προκειμένων λόγων τοιαύτη τις εἶναί μοι δοκεῖ.

“从逻辑上考查的人由以下这些考虑”直至“并且也将可能踏遍无限”。 在证明了无限既不是实体(因为它既非可分亦非不可分),也不是偶性(因为那样它就不能是本原),并且指责毕达哥拉斯学派由于把无限称为本原就把它说成实体、由于把它称为偶数就把它说成是可分的之后,他进而提醒道:这种探究——它审查了毕达哥拉斯学派关于无限的诸假定(即称无限为偶数的假定),并在可分与不可分、以及是否为本原的基础上进行推论——是普遍且总括的,能够同时适用于数学之物与可知之物。因为他说在那些事物上这也适用,即无限要么是实体要么是偶性,如果它是实体,要么是可分的要么是不可分的。因此,在将讨论重新引回到关于可感与自然之物的探究(即在它们之中是否存在无限)之后,他首先仍然从逻辑上,也就是说从盖然的和公认的意见出发,以一种更加普遍且更加辩证的方式进行推论。因为正如亚里斯多德自己在《论题篇》开篇所说,他的辩证法是一种从公认意见出发就所提出的任何论题进行推论的普遍方法。因为他习惯于将作为普遍的“逻辑的”论述,与切近事物本性且具证明性的论述相对立。事实上,这一证明在某种程度上也是更为普遍的,这一点他通过说“既不可能有可知之物体亦不可能有可感之物体是无限的”表明了。而且,在将自然学探究从普遍探究中划分出来之后,他似乎把这一个论据作为普遍探究的例证并列提出,接着在他说“但对更为自然学地考查的人来说”时,便进行属于自然学家的探究。因为划分为单纯物与复合体应当是属于自然事物的特征。但这也可以是表明无限不存在的第二种划分法论证。因为正如他先前证明了如果它既非实体亦非偶性则无限全然不存在,并且稍后将证明如果它既非单纯物亦非复合体则全然不存在一样,现在同样,如果它既非量度亦非数量(它们似乎是无限的),则无限全然不存在。因此,所提出之论证的整体次序和脉络在我看来就是如此这般的。

语法注2 条
  1. 3.44καὶ ἔοικε διορίσας τὴν φυσικὴν ἀπὸ τῆς κοινῆς ζητήσεως τοῦτο μὲν τὸ ἐπιχείρημα ὡς παράδειγμα τῆς κοινῆς παρατιθέναι, ἐφεξῆς δὲ λοιπὸν τὴν τῷ φυσικῷ προσήκουσαν ποιεῖσθαι ζήτησιν

    主要动词 ἔοικε 支配主格分词 διορίσας(修饰主语亚里斯多德),其后连接由 μέν 和 δέ 并列的两个不定式:τοῦτο μὲν ... παρατιθέναι 与 ἐφεξῆς δὲ ... ποιεῖσθαι。该句式清晰地理清了亚里斯多德把手头论证当作普遍探究的示例提出、随后才转入属于自然学家的特有探究这一论证脉络。

  2. 3.44τὸ γὰρ λογικὸν ὡς κοινὸν ἀντιδιαστέλλειν εἴωθε τῷ οἰκείῳ καὶ κατὰ τὴν φύσιν τοῦ πράγματος καὶ ἀποδεικτικῷ

    在不定式短语 ἀντιδιαστέλλειν(受 εἴωθε 支配)中,τὸ λογικόν 作宾格直接宾语,ὡς κοινόν 作谓词性同位成分。与之相对立的对象由与格 τῷ οἰκείῳ 等引导。此处解释了亚里斯多德将概念性、普遍性的“逻辑(辩证)”探讨与立足于事物本性的“证明性”探究相对比的惯常用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:476.12-477.7