← 辛普里丘

亚里士多德《物理学》注释

§475.1-476.11

否定偶性与偶数无限及物理学探究的界限

辛普利丘论述了无限同样不能是偶性,批判了毕达哥拉斯学派将偶数设定为无限和本原的困难,并阐明了以量度增量为对象的物理学无限探究如何区别于包含数学与可知领域的普遍探究。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.42

" Κατὰ συμβεβηκὸς ἄρα ὑπάρχει τὸ ἄπειρον ἕως τοῦ ἅμα γὰρ οὐσίαν ποιοῦσι τὸ ἄπειρον καὶ διαιροῦσι." Δείξας ὅτι οὐκ ἔστιν οὐσία τὸ ἄπειρον οὔτε ὡς ἀδιαίρετος οὔτε ὡς διαιρετὴ ἐφεξῆς ὅτι οὐδὲ συμβεβηκός ἐστι δείκνυσι τῇ αὐτῇ δείξει χρώμενος, ᾗ ἐχρήσατο καὶ οὐσίαν κατὰ συμβεβηκὸς ὡς ἀρχὴν τὸ ἄπειρον ὑποθέμενος.1 πάλιν γὰρ λέγει, ὅτι εἰ συμβεβηκός, οὐκ ἐνδέχεται αὐτὸ λέγειν ἀρχὴν καὶ στοιχεῖον, ἀλλ’ ἐκεῖνο, ᾧ συμβέβηκεν, εἴτε ἀήρ ἐστιν, ὡς Διογένης ἔλεγεν, εἴτε τὸ ἄρτιον ὡς οἱ Πυθαγόρειοι. οὐ τὸ ἄπειρον οὖν ἀρχή, ἀλλὰ τὸ ᾧ ὑπάρχει τὸ ἄπειρον. εἴτε οὖν κατὰ συμβεβηκὸς ὑπάρχει τῷ ἀπείρῳ ἡ οὐσία, εἴτε τὸ ἄπειρον τῇ οὐσίᾳ συμβέβηκε, κατ’ ἄμφω ἑτέρων ὄντων αὐτῶν ἡ οὐσία ἐστὶν ἀρχὴ καὶ οὐχὶ τὸ ἄπειρον. ἀτόπως οὖν λέγουσιν οἱ ἀρχὴν λέγοντες τὸ ἄπειρον ὥσπερ οἱ Πυθαγόρειοι. οὔτε γὰρ συμβεβηκὸς ὂν δύναται ἀρχὴ εἶναι, ὡς δέδεικται νῦν, κἂν οὐσίαν ὑποθῶνται οἱ Πυθαγόρειοι, ἀναγκάζονται μεριστὴν αὐτὴν ὑποτίθεσθαι τὸ ἄρτιον εἶναι λέγοντες τὸ ἄπειρον. δέδεικται δὲ ὅτι ἀδύνατον καὶ ἀρχὴν εἶναι καὶ μεριστὴν οὐσίαν τὸ ἄπειρον, διότι ἀνάγκη εἰς ἄπειρα διαιρεῖσθαι. ὅλως δὲ οὐδὲ οὐσία τὸ ἄπειρον, εἴπερ ἄρτιον· τὸ γὰρ ἄρτιον ἀριθμός· ὁ δὲ ἀριθμὸς ποσὸν καὶ οὐκ οὐσία. ἀλλ’ οὐδὲ εἰς ὅμοια διαιρεῖται, ὅπερ τῇ ἀρχῇ προσήκει· οὐ γὰρ ἄρτια πάντως τὰ τοῦ ἀρτίου μέρη.

“因此无限作为偶性而存在”直至“因为他们同时将无限当作实体并加以分割”。 在证明了无限无论作为不可分者还是作为可分者都不是实体之后,他接着证明它也不是偶性,所运用的正是当他把无限偶性地作为实体、作为本原予以假定时所使用的同一种证明。因为他再次指出,如果它是偶性,就不可能称它自身为本原和元素,而只能称它所偶然依附的那一物为本原和元素,无论这物如第欧根尼所说是气,还是如毕达哥拉斯学派所说是偶数。因此,本原并非无限,而是无限所属的那一物。所以,无论实体是作为偶性属于无限,还是无限偶然依附于实体,在两种情况下,既然它们彼此相异,实体才是本原,而非无限。因此,那些像毕达哥拉斯学派一样把无限称为本原的人,其说法是荒谬的。因为正如现在所证明的,它既不能作为偶性而成为本原;即便毕达哥拉斯学派将其假定为实体,由于称无限为偶数,他们也不得不将其假定为可分的。但已经证明,无限既是本原又是可分实体是不可能的,因为这必然会被分割为无限者。总之,如果无限确实是偶数,它就根本连实体都不是;因为偶数是数,而数是数量而不是实体。而且,它甚至不能被分割为同质之物,而这本是属于本原的特征;因为偶数的部分决不全都是偶数。

§3.43

"Ἀλλ’ ἴσως αὕτη μέν ἐστι καθόλου ἡ ζήτησις ἕως τοῦ ἢ οὐκ ἔστι σῶμα ἄπειρον ἐπὶ τὴν αὔξησιν." Μνησθεὶς τῶν Πυθαγορείων εὐγνωμόνως ἐπέστησεν ὅτι ἐκεῖνοι μὲν κοινὰς ἀρχὰς καὶ ἐν νοητοῖς καὶ ἐν αἰσθητοῖς καὶ ἐν τοῖς μέσοις τούτων τοῖς διανοητοῖς καὶ μαθηματικοῖς ἔλεγον τὸ πέρας καὶ τὸ ἄπειρον ὡς ἑνώσεως καὶ διακρίσεως αἴτια. ἡμεῖς δὲ νῦν φυσιολογοῦντες περὶ τῶν αἰσθητῶν ἐπισκοποῦμεν, εἰ ἔστιν ἐν αὐτοῖς ἢ οὐκ ἔστι σῶμα ἄπειρον οὐχ ὡς ἐπ’ ἄπειρον διαιρούμενον (τοῦτο γὰρ καὶ τῶν μαθηματικῶν οἰκεῖον), ἀλλ’ ὡς ἐπ’ ἄπειρον ηὐξημένον, ὅπερ ἐν μόνοις ἂν ὑπάρχοι τοῖς φυσικοῖς, εἴπερ ὅλως ὑπάρχει. τὸ δὲ καὶ ἐν τοῖς μηδὲν ἔχουσι μέγεθος καὶ αὐτὸ περὶ τῶν νοητῶν εἶπε διὰ τοῦ μηδὲν τὸ μήτε φυσικὸν μήτε μαθηματικὸν σημήνας. εἴρηται δὲ καὶ πρότερον ὅτι ἐπιστήμης ἴδιόν ἐστι τὸ οἰκείους τοῖς προκειμένοις ποιεῖσθαι τοὺς λόγους. Ὁ δὲ Ἀλέξανδρος καθόλου ταύτην λέγεσθαι τὴν ζήτησίν φησι, διότι δυνατὸν ταύτῃ χρωμένους μὴ μόνον ἐπὶ τῶν φυσικῶν, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ζητεῖν· εἰ γάρ ἐστιν ἐν ταῖς ἰδέαις τὸ ἐνεργείᾳ ἄπειρον, ἢ ὡς οὐσία ἔσται ἢ ὡς συμβεβηκός. ἐπιστῆσαι δὲ χρή, ὅτι οὐ προσήκει ταῖς ἰδέαις ἡ τοιαύτη διαίρεσις, σαφῶς τοῦ Πλάτωνος οὐσίας τὰς ἰδέας λέγοντος καὶ μηδὲ τὰ ἐνταῦθα συμβεβηκότα οἷον δικαιοσύνην καὶ σωφροσύνην καὶ ἐπιστήμην συγχωροῦντος ἐν ἄλλῳ εἶναι ἐκεῖ. λέγει γοῦν ἐν Φαίδρῳ, ὅτι ἡ ἀναχθεῖσα εἰς τὸ νοητὸν ψυχὴ “καθορᾷ μὲν δικαιοσύνην, καθορᾷ δὲ σωφροσύνην, καθορᾷ δὲ ἐπιστήμην, οὐχ ᾗ γένεσις πρόσεστιν οὐδὲ ᾗ ἐστιν ἑτέρα ἐν ἑτέρῳ οὖσα”. ὅλως δὲ τὴν καθόλου ζήτησιν εἶπεν, οὐχὶ εἰ ὡς οὐσία ἢ συμβεβηκός ἐστι τὸ ἄπειρον, ἀλλ’ εἰ ἐνδέχεται αὐτὸ καὶ ἐν τοῖς μαθηματικοῖς εἶναι καὶ ἐν τοῖς νοητοῖς,2 ὡς ἔλεγον οἱ Πυθαγόρειοι.

“但这或许是一个普遍的探究”直至“或者在增量上并不存在无限的物体”。 在提及毕达哥拉斯学派之后,他公允地提醒道:那些人是将极限与无限作为结合与分离的原因,说成是既存在于可知之物中,又存在于可感之物中,也存在于介于它们之间的推论之物即数学之物中的共同本原。而我们现在作为自然研究者,考察的是可感之物,即在它们之中是否存在、抑或不存在一个无限的物体,这并非指在无限分割意义上的(因为这也属于数学之物),而是指在无限增加意义上的,而这若是存在的话,也唯独能够属于自然之物。至于“以及在完全没有量度的事物中”这一表述,它也是〔他〕针对可知之物而言的,通过“完全没有”指明了既非自然的也非数学的事物。先前也已经说过,使论证适合于手头的主题,这正是科学的特性。 然而亚历山大说,这一探究之所以被称为普遍的,是因为运用它可以不仅就自然之物进行探究,而且可以就其他事物进行探究;因为如果现实的无限存在于理念之中,它要么作为实体存在,要么作为偶性存在。但必须注意,这样的划分并不适用于理念,因为柏拉图明确称理念为实体,甚至不容许这里的偶性(如正义、节制和知识)在那边存在于另一事物之中。他在《斐德罗篇》中至少就说过,上升至可知界的灵魂“观照正义,观照节制,观照知识,既非伴有生成的知识,亦非因在另一物中而成为相异者的知识”。总之,他称之为普遍探究,并不是指无限究竟是作为实体还是作为偶性存在,而是指无限是否可能既存在于数学之物中又存在于可知之物中,正如毕达哥拉斯学派所说的那样。

语法注2 条
  1. 3.42ᾗ ἐχρήσατο καὶ οὐσίαν κατὰ συμβεβηκὸς ὡς ἀρχὴν τὸ ἄπειρον ὑποθέμενος

    关系代词 ᾗ 的先行词是前面的 τῇ αὐτῇ δείξει(与格)。分词 ὑποθέμενος 在句中作时间或情状从属(“当他假定……时”),并支配一个双宾格结构,其中 τὸ ἄπειρον 为对象宾格,οὐσίαν 与 ἀρχήν 为补足谓词宾格。

  2. 3.43ὅλως δὲ τὴν καθόλου ζήτησιν εἶπεν, οὐχὶ εἰ ὡς οὐσία ἢ συμβεβηκός ἐστι τὸ ἄπειρον, ἀλλ’ εἰ ἐνδέχεται αὐτὸ καὶ ἐν τοῖς μαθηματικοῖς εἶναι καὶ ἐν τοῖς νοητοῖς

    主句由谓词 εἶπεν 支配宾格宾语 τὴν καθόλου ζήτησιν,后接并列的间接疑问从句 οὐχὶ εἰ... ἀλλ’ εἰ... 以说明其具体内容。辛普利丘在此否定了亚历山大的解释(实体与偶性的普遍二分法),指出所谓“普遍探究”指的是其对象领域是否延及数学与可知之物。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:475.1-476.11