- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:473.9-474.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德《物理学》204a20的论证,阐明如果无限是现实的实体,其单纯性将导致其各部分也是无限的,从而出现多个无限为同一物的荒谬结论,并探讨了“现实地”与“实体”的用法以及欧德谟提出的难题。
" Φανερὸν δὲ καὶ ὅτι οὐκ ἐνδέχεται ἕως τοῦ ποσὸν γάρ τι εἶναι ἀναγκαῖον." Καὶ τοῦτο τὸ ἐπιχείρημα ἀνασκευαστικόν ἐστι τοῦ οὐσίαν καθ’ αὑτὴν εἶναι τὸ ἄπειρον. πρότερον γὰρ δείξας ὅτι εἰ οὐσία τὸ ἄπειρον καὶ μὴ συμβεβηκός, ἀμερὲς καὶ ἀδιαίρετον ἔσται καὶ διὰ τοῦτο οὐκ ἄπειρον, ἐπειδὴ πᾶσα οὐσία ἢ ἀδιαίρετός ἐστιν ἢ διαιρετή, εἰπὼν ἀκολουθεῖν τῷ ἀδιαίρετον εἶναι τὸ μὴ εἶναι ἄπειρον, ἐπάγει τὸ ἄτοπον νῦν τῷ ὑποτιθεμένῳ οὐσίαν διαιρετὴν εἶναι.1 ἔσται γὰρ καὶ ἕκαστον αὐτοῦ τῶν μορίων ἄπειρον. καὶ ἡ μὲν ὅλη ἐπιχείρησίς ἐστι τοιαύτη· εἰ ἀρχὴ ὑπόκειται καὶ οὐσία ἐνεργείᾳ τὸ ἄπειρον, ταὐτὸν ἂν εἴη τὸ ἄπειρον ἐπ’ αὐτοῦ καὶ ἀπείρῳ εἶναι, διότι τὸ εἶναι αὐτοῦ ἐστιν ἄπειρον· ἁπλοῦν ἄρα· εἰ δὲ ἁπλοῦν, πάντῃ ὅμοιον· εἰ δὲ τοῦτο, ἢ ἀδιαίρετον καὶ οὐκέτι ἄπειρον ἢ διαιρετὸν ὅλως καὶ εἰς ἄπειρα διαιρεθήσεται· εἰς ὅμοια γὰρ ὡς τὰ ὁμοιομερῆ. πολλὰ ἄρα ἄπειρα τὸ αὐτὸ ἔσται. καίτοι κἂν μὴ τὸ αὐτό, ἀλλ’ ὅλως εἶναι πολλὰ ἄπειρα σώματα ἀδύνατον. εἰ οὖν μήτε ὡς ἀδιαίρετος οὐσία ἐστὶ μήτε ὡς διαιρουμένη, οὐκ ἔστιν οὐσία. Ἐν δὲ τούτοις τὸ μὲν ἐνεργείᾳ ὂν εἶπεν, εἰ οὕτως οὐσία ὡς ἐνεργείᾳ τόδε τι οὖσα,2 αὐτὸ καθ’ αὑτὸ ὑφεστάναι δυνάμενον, καὶ μὴ οὕτως ἔχον ὡς τὰ σύνθετα ἄλλο μὲν τὸ καθ’ ὑποκειμένου ἄλλο δὲ τὸ ὑποκείμενον ἔχοντα (ταῦτα γὰρ οὐχ ἁπλᾶ), μηδὲ ὡς τὰ συμβεβηκότα τοῖς σώμασιν (οὐδὲ γὰρ ταῦτα ἁπλᾶ συναναπεφυρμένα τοῖς ὑποκειμένοις· ἄλλο γὰρ τὸ λευκὸν καὶ ἄλλο τὸ λευκῷ εἶναι), ἀλλ’ ὡς ἁπλοῦν· οὕτως γὰρ ὂν ἀρχὴ ἂν εἴη ὡς ἀξιοῦσιν. ἢ τὸ ἐνεργείᾳ πρὸς ἀντιδιαστολὴν εἴρηται τοῦ δυνάμει, ἐπειδὴ δυνάμει γε ὂν δειχθήσεται τὸ ἄπειρον. ἐντελεχείᾳ οὖν εἶπεν ἀντιτιθεὶς αὐτὸ πρὸς τὸ δυνάμει, ὅπερ οὐδὲν κωλύει εἶναι διὰ τὸ ἐπ’ ἄπειρον. ἀντέθηκε δὲ τὸ ἐνεργείᾳ ὑφεστὼς καὶ πρὸς τὸ μόνον ἐννοούμενον· λέγει οὖν * * *. τάχα δὲ τὸ ἐνεργείᾳ ὑφεστὼς σῶμα ἄπειρον καὶ πρὸς τὴν ὕλην ἀντέθηκεν, ἥτις ἄπειρος μέν, ἀλλ’ οὐκ ἐνεργείᾳ σῶμά ἐστιν ἀλλὰ δυνάμει. δὶς δὲ τῷ οὐσίαν χρησάμενος ἅπαξ μὲν ἐν τῷ λέγειν οὐκ ἐνδέχεται οὐσίαν εἶναι τὸ ἄπειρον, δεύτερον δὲ ὅταν λέγῃ καὶ ὡς οὐσίαν καὶ ἀρχήν, τὸ μὲν πρῶτον ἀντὶ τοῦ φύσιν εἶπέ τινα οὕτως ὡς ἐνεργείᾳ οὖσαν· τὸ γὰρ τῆς οὐσίας ὄνομα κοινῶς κατὰ πάντων κατηγορεῖται, καθὸ λέγομεν οὐσίαν ποσοῦ ἢ ποιοῦ καὶ ὅλως συμβεβηκότος· τὸ δὲ δεύτερον ἐπὶ τῆς κυρίως οὐσίας. μήποτε δὲ κάλλιον ἐπὶ τῆς κυρίως οὐσίας ἄμφω ἀκούειν· εἰπὼν γὰρ ὡς ἐνεργείᾳ ὂν ἐπήγαγε καὶ ὡς οὐσίαν, ἵνα δηλώσῃ πῶς τὸ ἐνεργείᾳ εἶπε. Τὸ δὲ εἴπερ οὐσία τὸ ἄπειρον καὶ μὴ καθ’ ὑποκειμένου εἶπε, διότι εἰ μὲν ἀριθμόν τις ἢ μέγεθος ἢ ὅλως τι τῶν ἐν ὑποκειμένῳ λέγοι τὸ ἄπειρον, οὐκ ἀκολουθήσει τούτῳ καὶ τὰ μέρη τοῦ τοιούτου ἀπείρου ἄπειρα ποιεῖν· ὑποτίθησι γὰρ τῷ ἀπείρῳ ἑτέραν φύσιν καὶ οὐδὲν κωλύει τὸ μέρος τούτου ἀριθμὸν μὲν εἶναι, ἄπειρον δὲ μή· οὐ γὰρ ταὐτὸν ἀριθμῷ τε εἶναι καὶ ἀπείρῳ εἶναι. ἀριθμὸς μὲν γάρ ἐστι τὸ ἐκ μονάδων συγκείμενον πλῆθος, ἄπειρον δὲ ποσὸν ἀδιεξίτητον. εἰ δὲ τὸ ἄπειρον ὡς οὐσία καὶ ἀρχὴ ἁπλοῦν ἐστι, πάντων δὲ τῶν ἁπλῶν ταὐτὸν τὸ τόδε καὶ τὸ τῷδε εἶναι ὡς ψυχὴ καὶ τὸ ψυχῇ εἶναι, ἐπὶ δὲ τῶν συνθέτων τόδε μὲν τὸ σύνθετον τὸ δὲ τῷδε εἶναι κατὰ τὸ εἶδος, ὁ οὖν οὕτως λέγων τὸ ἄπειρον οὐσίαν ὡς ἐν τῷ λόγῳ τοῦ ἀπείρου τὸ εἶναι ἔχουσαν, ὡς τὰ μέρη τῆς οὐσίας οὐσίας λέγει, οὕτως καὶ τὰ μέρη τοῦ ἀπείρου ἄπειρα.3 ὡς γὰρ ἀέρος ἀὴρ μέρος καὶ ὕδατος ὕδωρ καὶ παντὸς ἁπλοῦ τὸ μέρος ὅμοιον τῷ ὅλῳ, οὕτως καὶ τοῦ ἀπείρου τὸ μέρος ἄπειρον, τάχα δὲ καὶ τὰ τοῦ μέρους μέρη. τὸ δὲ πολλὰ δὲ εἶναι ἄπειρα τὸ αὐτὸ ἀδύνατον εἶπεν, οὐχ ὡς δυνατοῦ ὄντος τοῦ ἄλλο καὶ ἄλλο ἄπειρα εἶναι, ἀλλ’ ὡς ἐναργεστέρου τούτου ὄντος τοῦ ἀτόπου. ἄτοπον δὲ οὐ μόνον ὅτι πολλὰ καὶ τὸ αὐτὸ ἄπειρα, ἀλλὰ καὶ ὅτι δοκεῖ ἀπὸ παντὸς ἀπείρου πεπερασμένον ἀφαιρεῖσθαι καὶ οὐχὶ ἄπειρον. καὶ ἄλλο δέ τι τοῖς ὡς οὐσίαν καὶ ἀρχὴν ὑποτιθεμένοις τὸ ἄπειρον ὡς ἄτοπον ἑπόμενον ὁ Εὔδημος ἐπάγει· “εἰ γάρ ἐστι, φησί, στοιχεῖον τὸ ἄπειρον καὶ κινεῖταί τι ἐξ αὐτοῦ, ἔσται ἐν τῷ γινομένῳ πεπερασμένον τι· οὐ γὰρ δὴ πάντα γε τὰ γινόμενα ἔσται ἄπειρα. συμβήσεται οὖν τὸ ἄπειρον ἐν τῷ πεπερασμένῳ εἶναι.”
“同样显而易见的是,不可能…”直至“因为必然是某种数量”。 这一论证也是用来反驳无限是依其自身的实体的。因为先前他证明了,如果无限是实体而非偶性,它就将是无部分的且不可分的,并由于这一缘故而不是无限(既然一切实体要么不可分,要么可分,且他在说过不可分所随之而来的是不是无限之后),现在他又针对假定它是可分实体的人引出荒谬。因为它的各部分中的每一个也将是无限的。而整个论证是这样的:如果无限被设定为本原且是现实的实体,在它自身中无限与“是无限”就将是同一的,因为它的所是即是无限;因此它是单纯的;但如果是单纯的,它就在各个方面都是同质的;而如果是这样,它要么不可分且不再是无限,要么完全可分且将被分割为无限者;因为正如具有同质部分的事物那样,它被分割为同质之物。因此,许多个无限者将是同一个东西。不过,纵然它们不是同一个,但普遍而言存在许多个无限的物体本身就是不可能的。因此,如果它既不作为不可分的实体存在,也不作为被分割的实体存在,它就不是实体。 在这些话中,他说“现实地存在”,是指如果它作为实体的方式是作为现实的“这个”,能够依其自身存立,而不像复合之物那样具有述说载体者为一物而载体自身为另一物(因为这些并非单纯),也不像属于物体的偶性那样(因为这些与载体混合在一起,也并非单纯;因为白是一回事,而“是白”是另一回事),而是作为单纯之物;因为唯有以此种方式存在,它才会像他们所要求的那样成为本原。或者说,“现实地”是相对于“潜在地”而言的,既然无限至少将被证明是潜在地存在的。因此他说了“在完全现实态中”,将其与“潜在地存在”相对立,而后者的存在由于无限的过程而不受任何妨碍。并且他还将“现实地存立者”与“仅在思想中被构想者”相对立;因此他说,[…]。但或许他还将“现实地存立的无限物体”与质料相对立,后者虽是无限的,但并非现实地是物体,而是潜在地是物体。他两次使用了“实体”:一次是在说“不可能无限是实体”时,第二次是在他说“既作为实体又作为本原”时;第一次他是用来代替“某种现实地存在的自然本性”(因为实体的名称被普遍地用来述说一切事物,由此我们才说到数量或性质、总之偶性的实体[本质]);但第二次是就严格意义上的实体而言。不过或许更好的是将两者都理解为严格意义上的实体;因为在说了“作为现实地存在者”之后,他又加上“且作为实体”,以便表明他是如何说“现实地”的。 而他说“如果无限确实是实体而非[述说]载体”,是因为如果有人把无限称为数或量度,或者总之是载体中的某种东西,对于他而言,就不会随之得出把这种无限的部分也构成为无限;因为他为无限设定了另一种自然本性,并且没有任何东西妨碍这一事物的某一部分是数而不是无限;因为“是数”与“是无限”并非同一回事。因为数是由单位组成的多数,而无限则是不可穷尽的数量。但如果无限作为实体和本原是单纯的,且在所有单纯之物中,“这个”与“是这个”正如灵魂与“是灵魂”一样是同一的,而在复合之物中,“这个”是复合者,而“是这个”则是依据形式,那么,这位将无限说成是在无限的定义中具有其存在[本质]的实体的人,正如他把实体的各个部分称为实体一样,也同样把无限的各个部分称为无限。因为正如气的一部分是气,水的一部分是水,一切单纯之物的部分都与其整体同质一样,无限的部分也是无限的,甚至或许部分的部分也是如此。而他说“许多个无限者是同一物是不可能的”,并不是仿佛不同的无限者能够存在似的,而是因为这一荒谬更为明显。荒谬的不仅在于无限者是许多个且是同一物,而且在于从每一个无限者中被减去的似乎都应当是有限的,而不是无限的。欧德谟还针对那些把无限假定为实体和本原的人提出了另一条作为荒谬伴随而来的结论:“因为他说,如果无限是元素且某物从它产生[运动]出来,在生成之物中就将存在某种有限之物;因为生成的一切事物决不会都是无限的。因此将随之得出:无限存在于有限之物中。”
- 3.41ἐπάγει τὸ ἄτοπον νῦν τῷ ὑποτιθεμένῳ οὐσίαν διαιρετὴν εἶναι
与格分词 τῷ ὑποτιθεμένῳ 作为动词 ἐπάγει 的间接宾语(“针对假定…的人引出”),不定式短语 οὐσίαν διαιρετὴν εἶναι 则作为 ὑποτιθεμένῳ 的宾语从句(“[无限]是可分实体”)。
- 3.41εἰ οὕτως οὐσία ὡς ἐνεργείᾳ τόδε τι οὖσα
在条件分句中 οὐσία 之后省略了系动词(如 εἴη),后续的分词短语 ὡς ἐνεργείᾳ τόδε τι οὖσα 以及 αὐτὸ καθ’ αὑτὸ ὑφεστάναι δυνάμενον(中性,与 τὸ ἐνεργείᾳ ὂν 一致)限定了它作为实体的具体存在方式。
- 3.41ὁ οὖν οὕτως λέγων τὸ ἄπειρον οὐσίαν ὡς ἐν τῷ λόγῳ τοῦ ἀπείρου τὸ εἶναι ἔχουσαν, ὡς τὰ μέρη τῆς οὐσίας οὐσίας λέγει, οὕτως καὶ τὰ μέρη τοῦ ἀπείρου ἄπειρα
该长句的骨干由分词主语 ὁ οὖν οὕτως λέγων … 与呼应比较从句“正如他把实体的各部分称为实体一样(ὡς τὰ μέρη ... λέγει),他也同样把无限的各部分称为无限(οὕτως καὶ τὰ μέρη ... [λέγει])”相融合。介词短语 ἐν τῷ λόγῳ τοῦ ἀπείρου 修饰 τὸ εἶναι ἔχουσαν,意为“在无限的定义中具有其存在[本质]”。
