- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:471.33-473.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘针对204a14中“偶性地”一词的解释指出,先行注解家多视其为“偶性”的代称,但他提出本义解释,即否认实体偶性地属于无限;随后他注视204a17,遵循亚历山大的观点,阐释了基于数与量度等载体的从强论证(a fortiori)以否定无限为实体。
" Εἰ δὲ κατὰ συμβεβηκός ἐστι τὸ ἄπειρον ἕως τοῦ καίτοι ἡ φωνή ἐστιν ἀόρατος." Τὸ κατὰ συμβεβηκὸς οἱ ἐξηγηταὶ ἀντὶ τοῦ συμβεβηκὸς εἰρῆσθαι λέγουσιν, ἵνα ᾖ λέγων ‘εἰ δὲ μὴ οὐσία, ἀλλὰ συμβεβηκὸς εἴη τὸ ἄπειρον, οὐκέτι ἂν εἴη στοιχεῖον τῶν ὄντων τὸ ἄπειρον’, ὡς ἔλεγον καὶ οἱ Πυθαγόρειοι καὶ ὁ Πλάτων καὶ ἔτι μᾶλλον οἱ φυσικοὶ οἱ ὕδωρ ἢ ἀέρα ἢ πῦρ ἢ τὸ μεταξὺ τὸ στοιχεῖον λέγοντες. εἴη γὰρ ἂν στοιχεῖον καὶ ἀρχὴ ἐκεῖνο, ᾧ συμβέβηκεν ἀπείρῳ εἶναι, ὥσπερ ἐπὶ τῆς φωνῆς ἔχει· καὶ γὰρ αὕτη ἀρχὴ καὶ στοιχεῖόν ἐστι τῆς διαλέκτου, καὶ συμβέβηκεν αὐτῇ ἀοράτῳ εἶναι· καὶ οὐκ ἄν τις εἴποι τοῦτο ἀρχὴν ἢ στοιχεῖον τῆς διαλέκτου. οὕτως μὲν οὖν, ὥσπερ εἶπον, σχεδόν τι πάντες οἱ ἐξηγηταὶ τὸ χωρίον ἐξηγοῦνται. μήποτε δὲ τὸ κατὰ συμβεβηκὸς οὐκ ἀντὶ τοῦ συμβεβηκός, ἀλλὰ κυρίως εἶπεν ὁ Ἀριστοτέλης1 οὔπω μετελθὼν ἀπὸ τῆς οὐσίας εἰς τὸ ζητεῖν, εἰ συμβεβηκὸς τὸ ἄπειρόν ἐστιν, ἀλλὰ μετὰ τὸ δεῖξαι ὅτι οὐκ ἔστιν οὐσία καθ’ αὑτὸ τὸ ἄπειρον οὐδὲ ταὐτόν ἐστι τὸ ἀπείρῳ καὶ οὐσίᾳ εἶναι, δείκνυσιν ὅτι οὐδὲ κατὰ συμβεβηκὸς ὑπάρχει τῷ ἀπείρῳ τὸ οὐσίᾳ εἶναι, ὅπερ ἄν τις ὑπενόησεν ὁρῶν ἐν τῇ φυσικῇ οὐσίᾳ τὸ ποσόν. λέγει οὖν ὅτι εἰ κατὰ συμβεβηκός ἐστιν οὐσία τὸ ἄπειρον, οὐκ ἂν εἴη στοιχεῖον τῶν ὄντων τὸ ἄπειρον, ἀλλ’ ἡ οὐσία ἡ κατὰ συμβεβηκὸς τῷ ἀπείρῳ ὑπάρχουσα, ὡς ἐπὶ φωνῆς ἔχει καὶ διαλέκτου. καὶ γὰρ ἐπειδὴ ἡ φωνὴ τῷ ἀοράτῳ κατὰ συμβεβηκὸς ὑπάρχει (συνέβη γάρ τι ἀόρατον φωνὴν εἶναι, ἀλλ’ οὐχὶ τὴν φωνὴν ἀόρατον εἶναι συνέβη· καθ’ αὑτὸ γὰρ αὐτῇ ὑπάρχει τοῦτο), οὐχὶ τὸ ἀόρατόν ἐστι τῆς διαλέκτου στοιχεῖον, ἀλλ’ ἡ φωνὴ ἡ τῷ ἀοράτῳ κατὰ συμβεβηκὸς ὑπάρχουσα. εἰ γὰρ καὶ ἡ φωνή ἐστιν ἀόρατος, δῆλον ὅτι μετ’ ἄλλων καὶ ἡ φωνή, ὥστε τι ἀόρατον φωνή ἐστιν. ὥστε ἡ φωνή ἐστιν ἡ τῷ ἀοράτῳ κατὰ συμβεβηκὸς ὑπάρχουσα, ὡς ἡ οὐσία τῷ ἀπείρῳ. ὅτι γὰρ τῷ ἀπείρῳ τὸ ἀόρατον ἀναλογεῖ, δῆλον. καὶ οἶδα μὲν ὅτι δυνατὸν ἦν καὶ οὕτως ἐξηγεῖσθαι, ὡς πρότερον εἴρηται· καὶ γὰρ προϊὼν τὸ συμβεβηκὸς κατὰ συμβεβηκὸς καλεῖ· ἐνάγει δέ με πρὸς ταύτην τὴν ἐξήγησιν τὸ ἔτι καὶ ἄλλα τιθέναι ἐπιχειρήματα πρὸς τὸ μὴ εἶναι οὐσίαν τὸ ἄπειρον, εἰς δὲ τὸ συμβεβηκὸς μεταβεβηκέναι, ἐν οἷς φησιν “κατὰ συμβεβηκὸς ἄρα ὑπάρχει τὸ ἄπειρον”, καὶ ἀναιρεῖ μὲν καὶ ἐκεῖ τοῦτο ἐκ τοῦ μὴ εἶναι ἀρχήν. δῆλον δὲ καὶ ἐκ τοῦ τῇ αὐτῇ πως ἐπιχειρήσει χρῆσθαι, ὅτι οὐχ ἡ τοῦ συμβεβηκότος ἐστὶν ἐνταῦθα ὑπόθεσις (οὐ γὰρ ἂν δὶς τὰ αὐτὰ ἔλεγεν), ἀλλ’ ἡ τοῦ κατὰ συμβεβηκὸς τῷ ἀπείρῳ τὴν οὐσίαν ὑπάρχειν μετὰ τὸ καθ’ αὑτὸ τιθεῖσα.
“但如果无限是偶性的”直至“尽管声音是不可见的”。 注解家们说,“偶性地”是代替“偶性”而说的,以便他的意思成为:“如果无限不是实体而是偶性,无限就不再会是存在者的元素”,正如毕达哥拉斯学派和柏拉图、尤其是那些把水、气、火或居间物称为元素的自然哲学家所说的那样。因为那碰巧作为无限之物将是元素与本原,正如在声音的情形中那样;因为这〔声音〕是言语的本原与元素,而碰巧是不可见的;并且没有人会把这[不可见性]称为言语的本原或元素。因此,正如我所说,几乎所有的注解家都这样解释该段落。但或许亚里士多德说“偶性地”并非代替“偶性”,而是取其本义,他尚未从实体转向探究无限是否为偶性,而是在证明了无限依其自身并非实体、且是无限与是实体并非同一之后,进一步证明作为实体甚至也不偶性地属于无限——这正是某人看到自然实体中的数量时所可能揣测的。因此他说,如果无限偶性地是实体,那么作为存在者之元素的就不会是无限,而是偶性地属于无限的实体,正如在声音与言语的情形中那样。因为既然声音偶性地属于不可见之物(因为某一不可见之物碰巧是声音,但声音碰巧不可见却不然;因为这是依其自身属于声音的),那么言语的元素就不是不可见之物,而是偶性地属于不可见之物的声音。因为即便声音也是不可见的,但显然声音是与其他事物一同[不可见]的,从而某一不可见之物是声音。因此,正是声音偶性地属于不可见之物,正如实体之于无限。因为不可见之物类比于无限,这是显而易见的。我也知道,像先前所说的那样解释也是可能的;因为在后文中他确实把偶性称为“偶性地”;但促使我采取这种解释的,是他在此后还提出了否定无限是实体的其他论证,并在说出“因此无限是偶性地属于”的话中才转向了偶性,且他在那里同样依据它不是本原而否定了这一点。而且,从他某种程度上使用了同样的论证也清楚表明,此处的假定并非关于偶性(因为他不会把同样的话说两遍),而是紧接着依其自身之后提出的、即实体偶性地属于无限这一假定。
"Ἔτι πῶς ἐνδέχεται ἕως τοῦ ἢ τὸν ἀριθμὸν ἢ τὸ μέγεθος." Ὁμολογεῖ ὁ Ἀλέξανδρος καὶ τοῦτο ἔτι δεικτικὸν εἶναι τοῦ ὅτι οὐκ οὐσία τὸ ἄπειρον αὐτὸ καθ’ αὑτό. ἡ δὲ ἐπιχείρησις ἐκ τοῦ μᾶλλον καὶ ἧττον. εἰ γὰρ τὸν ἀριθμὸν καὶ τὸ μέγεθος, ὧν ἐστὶ πάθος τὸ ἄπειρον, μὴ οἷόν τε καθ’ αὑτὰ εἶναι, τουτέστιν οὐσίας, διότι ποσὰ καὶ ἐν ὑποκειμένῳ, πολλῷ ἄρα μᾶλλον τῷ ἀπείρῳ οὐχ ὑπάρχει τοῦτο.2 ἧττον ἄρα τὸ ἄπειρον οὐσία ἤπερ τὸ μέγεθος καὶ ὁ ἀριθμός. εἴπερ γὰρ ἦν, ἐν τῷ ὑποκειμένῳ ἂν ἦν. ἧττον γὰρ τὸ ὑποκείμενον ἀναγκάζεται ἐν ἄλλῳ εἶναι ἤπερ τὸ ἐν αὐτῷ συμβεβηκός, ἐπειδὴ καὶ μᾶλλον τὸ ὑποκείμενόν τινι καθ’ αὑτὸ εἶναι δύναται τοῦ ἐν αὐτῷ συμβεβηκότος, εἰ δὲ μὴ καθ’ αὑτό, οὐδὲ οὐσία.
“此外,又怎能允许”直至“要么数,要么量度”。 亚历山大也同意,这也仍然是证明无限本身不是实体的。而这一论证出自从强到弱[从多到少]。因为如果作为无限之承受者的数和量度,都由于是数量且在载体中而不可能依其自身存在,即成为实体,那么这一属性就远更不属于无限了。因此,无限相比于量度和数更不是实体。因为如果确实存在,就会在载体中。因为载体被迫存在于他物之中的程度,要小于在其中的偶性,既然某一事物的载体相比于在其中的偶性更有能力依其自身存在;但如果不依其自身存在,也就不是实体。
- 3.39μήποτε δὲ τὸ κατὰ συμβεβηκὸς οὐκ ἀντὶ τοῦ συμβεβηκός, ἀλλὰ κυρίως εἶπεν ὁ Ἀριστοτέλης
副词 μήποτε 在此表示审慎、委婉的推测(“或许……并非”),引导辛普利丘针对先行注解家们的通用观点(即把 τὸ κατὰ συμβεβηκός 等同于 συμβεβηκός)所提出的个人修正见解。介词短语 οὐκ ἀντὶ τοῦ συμβεβηκός 与副词短语 ἀλλὰ κυρίως 形成对举,共同修饰主动词 εἶπεν。
- 3.40εἰ γὰρ τὸν ἀριθμὸν καὶ τὸ μέγεθος, ὧν ἐστὶ πάθος τὸ ἄπειρον, μὴ οἷόν τε καθ’ αὑτὰ εἶναι, τουτέστιν οὐσίας, διότι ποσὰ καὶ ἐν ὑποκειμένῳ, πολλῷ ἄρα μᾶλλον τῷ ἀπείρῳ οὐχ ὑπάρχει τοῦτο.
条件从句中,宾格 τὸν ἀριθμὸν καὶ τὸ μέγεθος 作不定式 εἶναι 的逻辑主语,受无人称短语 μὴ οἷόν τε [ἐστιν] 支配,构成宾格不定式结构,并带有表语 καθ’ αὑτὰ(及其同位语 οὐσίας)。其间插入了关系从句 ὧν ἐστὶ πάθος τὸ ἄπειρον 与原因从句 διότι...,随后在主句中由 πολλῷ μᾶλλον 完成从强(a fortiori)推理。
