- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:471.14-471.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘解释了亚里士多德在《物理学》204a8中为何略过无限的存在问题而直接探究其为实体还是偶性,阐明了无限不可能既是实体又是不可分者的论证,并说明“分离的”一词是指依自身自存的实体。
" Χωριστὸν μὲν οὖν εἶναι τὸ ἄπειρον ἕως τοῦ ἀλλ’ ὡς ἀδιεξίτητον." Πρότερα μὲν ἦν περὶ τοῦ ἀπείρου προβλήματα, εἰ ἔστιν ἢ μὴ ἔστι, καὶ οὕτως πότερον οὐσία ἐστὶν ἢ συμβεβηκός, αὐτὸς δὲ εὐθὺς ἀρξάμενος τῆς ζητήσεως ζητεῖ πρότερον, εἰ οὐσία ἢ συμβεβηκὸς τοῦτο, διὰ συντομίαν ἴσως. ἐὰν γὰρ δειχθῇ ὅτι οὔτε οὐσία οὔτε συμβεβηκὸς φύσει τινί, ἔσται δεδειγμένον ὅτι οὐδὲ ἔστιν ὅλως ὡς ὑπάρχον τὸ ἄπειρον. πᾶν γὰρ τὸ ὑπάρχον ἢ οὐσία ἐστὶν ἢ συμβεβηκός. ὅτι οὖν οὐκ ἔστιν οὐσία τὸ ἄπειρον, δείκνυσιν οὕτως· εἰ οὐσία ἐστίν, ἀδιαίρετον ἔσται, εἰ δὲ ἀδιαίρετον, οὐκ ἄπειρον· ἀλλὰ μὴν ἄπειρον ὑπόκειται· οὐκ ἄρα οὐσία. καὶ ὅτι μὲν ἀδιαίρετόν ἐστιν ἡ οὐσία, δείκνυσιν οὕτως· εἰ οὐσία, οὐ συμβεβηκός, εἰ μὴ συμβεβηκός, οὐ ποσόν, εἰ μὴ ποσόν, οὔτε μέγεθος οὔτε πλῆθος, εἰ μήτε μέγεθος μήτε πλῆθος, οὐ διαιρετόν· ταῦτα γὰρ τὰ διαιρετά. εἰ δὲ ἀδιαίρετον, οὐκ ἄπειρον· τὸ γὰρ ἄπειρον διαιρετόν· ἀλλὰ μὴν ἄπειρον ὑπόκειται, οὐκ ἄρα οὐσία. εἰ δὲ οὐσία ὂν ἀδιαίρετον λέγοιτο,1 οὕτως λέγεται ὡς τὸ μὴ πεφυκὸς κατὰ ἀπόφασιν μόνην, ὡς ἡ φωνὴ ἀόρατος. οὐκ ἔστι δὲ τὸ νῦν ζητούμενον ἄπειρον, τὸ οὕτως λεγόμενον, ἀλλὰ τὸ ἀδιεξίτητον. χωριστὴν δὲ τὴν οὐσίαν λέγει,2 ὡς καθ’ ἑαυτὴν ὑφεστῶσαν καὶ μὴ ἐν ἄλλῳ ὡς τὰ συμβεβηκότα.
“因此,无限是分离的”直至“而是作为不可走尽的”。 此前曾有关于无限的诸问题,即它存在还是不存在,以及若是如此,它是实体还是偶性;但他自己一开篇探究,就首先探究这是实体还是偶性,这或许是为了简练。因为若是表明无限既非实体,亦非对于某种本性而言的偶性,那就证明了作为实存者的无限根本就不存在。因为凡是实存之物,要么是实体,要么是偶性。因此,他如下证明无限不是实体:若是实体,它就将是不可分的;而若是不可分,就不是无限;然而它已被假定为无限;因此不是实体。而他如下证明实体是不可分的:若是实体,就不是偶性;若非偶性,就不是数量;若非数量,就既非量度亦非多数;若既非量度亦非多数,就不是可分的;因为这些才是可分之物。但若是不可分,就不是无限;因为无限是可分的;然而它已被假定为无限;因此不是实体。但若它作为实体而被说成是不可分的,那也只是如声音是不可见的一样,仅凭否定而作为本性上并非如此之物被如此述说而已。但如今所探究的无限并非这般述说的,而是不可走尽的。而他把实体称为“分离的”,是指它依自身自存,而非如偶性那样存在于他物之中。
- 3.38εἰ δὲ οὐσία ὂν ἀδιαίρετον λέγοιτο
ὂν 是与未明示的主语(无限)一致的分词,表让步或伴随状况(“作为实体/即便作为实体”)。ἀδιαίρετον 充当被动语态希求式 λέγοιτο 的表语补足语。此句指明:即便无限作为实体而被称作不可分的,那也仅仅是出于缺乏本性的单纯否定意义,而非此处所探讨的作为不可走尽的数量意义上的无限。
- 3.38χωριστὴν δὲ τὴν οὐσίαν λέγει
动词 λέγει 的双宾格结构。承接亚里士多德引文中的中性形容词 χωριστόν,辛普里丘解释道“他把实体称为分离的”(即“借分离的一词指实体”)。表语形容词 χωριστήν 处于前置强调位置,并配合直接宾语 τὴν οὐσίαν 变为阴性宾格。
