← 辛普里丘

亚里士多德《物理学》注释

§469.27-471.13

无限的多义区分与五种含义

在确立自然学家的主要探究对象是感觉量度之后,辛普利丘阐明了亚里士多德在《物理学》204a2中关于“无限”五种多义划分(否定性、无休止通路、艰难通行、受阻受限的通行、依添加或分割),并审视与修正了先行注解者亚历山大的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.37

" Πρῶτον οὖν διοριστέον, ποσαχῶς λέγεται τὸ ἄπειρον1 ἕως τοῦ ἢ κατὰ πρόσθεσιν ἢ κατὰ διαίρεσιν ἢ ἀμφοτέρως." Εἰπὼν περὶ ποίου μάλιστα ἀπείρου τῷ φυσικῷ πρόκειται σκοπεῖν, εἰ ἔστιν, ὅτι περὶ μεγέθους αἰσθητοῦ, ὅπερ καὶ ἀποδείξει μὴ ὄν, ἀλλά τινα τοῦ ἀπείρου σημαινόμενα2 βουλόμενος εἶναι, ἐπειδὴ τῶν πολλαχῶς λεγομένων τὸ ἄπειρόν ἐστι, διαιρεῖται πρῶτον αὐτοῦ τὰ σημαινόμενα. οὕτω γὰρ ἂν μάθοιμεν κατὰ τίνα μὲν τῶν σημαινομένων ἀδύνατον εἶναι τὸ ἄπειρον, κατὰ τίνα δὲ δυνατόν. κοινῶς μὲν οὖν ἄπειρον εἶναι δοκεῖ τὸ ἀδιαπόρευτον καὶ ἀπεράτωτον, ὃ μὴ ἔστι διεξοδεύειν, τούτου δὲ τὸ μὲν οὕτως λέγεται ἄπειρον, ὡς μηδ’ ὅλως φύσιν ἔχον διεξοδευτὴν ἢ διαπορευτήν, οἷον ἂν εἴη καὶ τὸ σημεῖον καὶ πᾶν ὅλως ὃ μὴ ἔστι ποσόν. τὸ γὰρ μὴ ποσὸν οὐκ ἔχει διέξοδον ὅλως, ὥστε οὔτε ἀτελεύτητον διέξοδον. οὕτως δὲ καὶ ἡ φωνὴ ἀόρατος λέγεται κατὰ ἀπόφασιν ὡς μὴ πεφυκυῖα ὁρᾶσθαι, διότι οὐδὲν χρῶμα ἔχει. κατὰ πολλοὺς δὲ τρόπους ἡ τοιαύτη ἀπόφασις λέγεται ἡ κατὰ τὸ μὴ πεφυκέναι. ἄλλως γὰρ ἄπους ὁ τοῖχος καὶ ἰχθὺς καὶ δρεπανίς, ὁ μὲν ὅτι οὐδὲ ὅλως ἐν γένει τοῦ ὑπόποδος οἷον τῷ ζῴῳ, ὁ δὲ ἰχθὺς ὅτι διαφορὰν ταύτην ἔχει πρὸς τὰ ὁμογενῆ (τῶν γὰρ ζῴων ἢ τῶν ἐνύδρων τὰ μὲν ὑπόποδα τὰ δὲ ἄποδά ἐστιν), ἡ δὲ δρεπανίς (ὄρνεον δὲ τοῦτό ἐστιν, ὃ καὶ κεγχρίδα καλοῦσιν) ἄπουν λέγεται, ὅτι μικροὺς καὶ φαύλους ἔχει τοὺς πόδας. ἀλλ’ οὐ κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ ἀπείρου τὸ κατὰ ἀπόφασιν ζητοῦμεν, εἰ ἔστι τι ἄπειρον αἰσθητόν. Δεύτερον δὲ σημαινόμενον τοῦ ἀπερατώτου ἀπείρου ἐκτίθεται τὸ δίοδον μὲν ἔχον διότι ποσόν, ἀτελεύτητον δὲ ταύτην καὶ ἄπειρον καὶ ἀδιεξίτητον. καὶ τούτου διαφοραί εἰσιν. ἢ γὰρ διὰ κατασκευήν ἐστι τοιοῦτον ποτὲ μὲν διὰ τὸ σχῆμα, ὡς ὁ δακτύλιος ὁ μὴ ἔχων σφενδόνην ἄπειρος ὅτι καὶ πᾶς κύκλος, ποτὲ δὲ διὰ τὸ μὴ δοῦναι ἔξοδον, ὡς ὁ παρὰ Λακεδαιμονίοις ἦν κεάδας, εἰς ὃν τοὺς κατακρίτους ἐνέβαλλον, ἢ διὰ μεγέθους ὑπερβολήν, ἐφ’ οὗ σημαινομένου ἡ πλείστη τοῦ ἀπείρου ἔννοιά ἐστι. Τρίτον δὲ τοῦ ἀπείρου σημαινόμενον τὸ μόγις ἔχον διέξοδον ἢ διὰ μέγεθος ἢ διὰ κατασκευήν, ὡς ὁ λαβύρινθος καὶ ὁ κεάδας ὕστερον. ὅτι γὰρ ἔσχε μόγις, ἐδήλωσεν ἡ ἀλώπηξ ἡ τὸν Μεσσήνιον Ἀριστομένην διεξοδεύσασα. Τέταρτον δὲ τοῦ ἀπείρου σημαινόμενόν ἐστιν ὃ πεφυκὸς ἔχειν διέξοδον ἀδιεξίτητόν ἐστι. τοιαύτη δὲ ἡ διὰ τῆς κεκαυμένης ὁδὸς ἢ τῆς κατεψυγμένης, διεξιτητὴ μὲν οὖσα τῷ ὡρίσθαι τὸ μέγεθος αὐτῶν, κωλυομένη δὲ ὑπὸ τῆς τοῦ ἀέρος ἀσυμμετρίας. ἐν τῷ τοιούτῳ καὶ τὸν λαβύρινθον τέθεικεν ὁ Ἀλέξανδρος τὸν οὕτω κατεσκευασμένον ὡς ἀδιέξοδον εἶναι καὶ τὸν ἄπειρον δακτύλιον, ὡς διεξίτητα μὲν τῇ ἑαυτῶν φύσει τῷ πεπερασμένα εἶναι, διὰ δὲ τὴν ποιὰν κατασκευὴν ἀδιέξοδα. μήποτε δὲ ὁ μὲν λαβύρινθος, εἰ καὶ μόγις, ἀλλ’ εἶχεν ὅμως διέξοδον, διὸ ἐν τοῖς μόγις τακτέος, ὁ δὲ δακτύλιος, ὥσπερ καὶ πᾶς κύκλος οὐδὲ πέφυκεν ὅλως ἔχειν πέρας ἀλλ’ οὐ διὰ τὸ μέγεθος ἀλλὰ διὰ τὸ σχῆμα. Πέμπτον δὲ τοῦ ἀπείρου τίθησι σημαινόμενον τὸ κατὰ πρόσθεσιν, ὅπερ ἐπὶ τοῦ ἀριθμοῦ θεωρεῖται (παντὶ γὰρ τῷ προτιθεμένῳ ἀριθμῷ ἔστι προσθεῖναι), καὶ τὸ κατὰ διαίρεσιν, εἴπερ πᾶν συνεχὲς ἐπ’ ἄπειρόν ἐστι διαιρετόν. ἐπειδὴ δὲ ἐπὶ μὲν τῶν ἀριθμῶν κατὰ πρόσθεσιν μόνως ἐστὶ τὸ ἄπειρον, (ἡ γὰρ διαίρεσις εἰς μονάδα ἱσταμένη οὐκέτι ἐπ’ ἄπειρον προχωρεῖ), ἐπὶ δὲ τῶν μεγεθῶν καὶ κατὰ διαίρεσιν, ὅταν πᾶν τὸ λαμβανόμενον τέμνηται, καὶ κατὰ πρόσθεσιν δέ, ὅταν καὶ τέμνηται ἐπ’ ἄπειρον καὶ τὰ τμήματα εἰ προστιθοῖτο, διὰ τοῦτο εἶπεν ἢ κατὰ πρόσθεσιν ἢ κατὰ διαίρεσιν ἢ ἀμφοτέρως. οὕτως δὲ καὶ ὁ χρόνος καὶ προσθέσει ἄπειρος ὁ μέλλων καὶ ἀφαιρέσει ὁ παρεληλυθώς. τὸ δὲ ἅπαν προσέθηκεν, οὐχ ὅτι πᾶν τὸ λεγόμενον ἄπειρον, ἀλλ’ ὅτι πᾶν τὸ κυρίως λεγόμενον ὅπερ ἐστίν, οὐχ ὅτι τὸ ἅμα ὂν ἄπειρον (δειχθήσεται γὰρ μηδὲν ὂν τοιοῦτον μήτε κατὰ πλῆθος μήτε κατὰ μέγεθος), ἀλλὰ τὸ ἐπ’ ἄπειρον, τοῦτο δέ ἐστι τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον.

“因此首先必须规定,无限是在多少种意义上被述说的”直至“或是依添加,或是依分割,或是兼依两者”。 亚里士多德在说明了自然哲学家主要应当考察何种无限是否存在,即关于感觉量度(而他也将证明此物并不存在),但他又希望无限的某些意义是存在的,因为无限是多义述说之物,所以他首先区分其意义。因为唯有如此,我们才能明白依其中的哪些意义而言无限不可能存在,而依哪些意义而言是可能的。一般而言,不可通达与无边界者,亦即不可走尽者,似乎就是无限;而在此之中,一种被称为无限是指根本不具有被走尽或通达的本性者,例如点以及一切根本不是数量之物。因为非数量之物根本没有通路,因而也没有无止境的通路。同样,声音依否定也被称为不可见的,因为它依本性不可见,由于它毫无颜色。而这种依不具本性而作的否定,是在许多方式上被述说的。因为墙壁、鱼与雨燕被称为无足乃各不相同:墙壁是因为它根本不属于有足之物的属(如动物);而鱼是因为它相对于同类事物具有此种差异(因为在动物或水生生物中,有些是有足的,有些是无足的);而雨燕(这是一种鸟,人们也称其为茶隼)被称为无足,是因为它的足小而微弱。但我们并非依无限的这种否定意义来探究是否存在某种感觉上的无限。其次,作为无边界的无限所提出的第二种意义,是指因其为数量而具有通路,但此通路乃无休止、无限且不可走尽者。而这亦有区别。因为它或是由于构造而成为如此——有时是由于形状,如无宝石座的指环是无限的,因为一切圆也是如此;有时是因为不提供出口,如拉刻代蒙人那里的凯阿达斯深坑,他们将死囚投入其中——或是由于量度的过大,而关于无限的最主要观念正是依此意义而成立的。第三种无限的意义是指艰难地具有通路者,或是由于量度,或是由于构造,如迷宫以及后来的凯阿达斯深坑。因为凯阿达斯深坑艰难地具有出口,乃由引出麦西尼亚人阿里斯托墨涅斯的那只狐狸所表明。第四种无限的意义是指依本性应具有通路却是不可走尽者。穿过焦热带或严寒带的道路即属此类,它们就其量度受到限定而言原本是可通行的,却受阻于空气的不相称[严苛]。亚历山大把如此构造以致无法通行的迷宫以及无端指环也置于此类之中,理由是它们依自身本性而言因有限而本是可通行的,却因某种构造而无法通行。然而或许,迷宫即使艰难,终究还是有通路的,因此应当归于艰难通行之类;而指环正如一切圆一样,根本不具拥有端限的本性,这并非由于量度,而是由于形状。第五,他提出的无限意义是依添加而言的,这见于数目(因为对任何给定的数目都可以增加);以及依分割而言的,如果一切连续体确实可以无限分割的话。然而,既然在数目上限于依添加而有无限(因为分割止于单子,不再向无限推进),而在量度上则既依分割(每当取出的部分被切分时),又依添加(每当无限切分并将切片相加时),因此他说“或是依添加,或是依分割,或是兼依两者”。时间同样如此,未来时间依添加是无限的,而过去时间依减少是无限的。他加上“凡是”,并非指一切被述说为无限的东西〔都是如此〕,而是指凡是在严格意义上被述说的那种真实所是〔都是如此〕,并非指同时存在的无限(因为将证明在多数和量度上都不存在任何此类事物),而是指进行至无穷者,而这乃是在生成中具有其存在之物。

语法注2 条
  1. 3.37τὸ δὲ ἅπαν προσέθηκεν, οὐχ ὅτι πᾶν τὸ λεγόμενον ἄπειρον, ἀλλ’ ὅτι πᾶν τὸ κυρίως λεγόμενον ὅπερ ἐστίν, οὐχ ὅτι τὸ ἅμα ὂν ἄπειρον ... ἀλλὰ τὸ ἐπ’ ἄπειρον

    此处注解亚里士多德原文(204a6)中 ἅπαν / ἅπαντα 的含义。主句 τὸ δὲ ἅπαν προσέθηκεν 统辖两重并列原因从句(οὐχ ὅτι ... ἀλλ’ ὅτι ...),并在后者之中进一步展开对比(οὐχ ὅτι τὸ ἅμα ὂν ... ἀλλὰ τὸ ἐπ’ ἄπειρον)。辛普利丘阐明,“凡是/全部”并非指“一切被称为无限的事物”,而是指“凡在严格意义上被称为无限之物”,且此种无限并非“同时现存的无限”(ἅμα ὄν),而是在生成过程中不断推进的无限(ἐπ’ ἄπειρον)。

  2. 3.37Εἰπὼν περὶ ποίου μάλιστα ἀπείρου τῷ φυσικῷ πρόκειται σκοπεῖν, εἰ ἔστιν, ὅτι περὶ μεγέθους αἰσθητοῦ, ὅπερ καὶ ἀποδείξει μὴ ὄν, ἀλλά τινα τοῦ ἀπείρου σημαινόμενα βουλόμενος εἶναι, ἐπειδὴ τῶν πολλαχῶς λεγομένων τὸ ἄπειρόν ἐστι, διαιρεῖται πρῶτον αὐτοῦ τὰ σημαινόμενα.

    全句的主动词为 διαιρεῖται,主语承前省略亚里士多德。句首的分词短语 Εἰπὼν ... ὅτι περὶ μεγέθους αἰσθητοῦ 与其后的分词短语 ἀλλά τινα ... βουλόμενος εἶναι 形成对比并修饰主句。由 βουλόμενος 统辖的宾格带不定式结构(τινα ... εἶναι)意为“希望无限的某些意义是存在的”,说明了在证明感觉无限不存在之前必须先对无限的多义性进行区分的逻辑动机。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:469.27-471.13