- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:468.19-469.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德如何指明关于无限存在与否的两方立场(存在还是不存在、是实体还是偶性等)都面临疑难并危及几何学、时间与宇宙秩序,进而说明自然哲学家真正应当探究的是是否存在感觉上的无限量度。
" Ἔχει δὲ ἀπορίαν ἡ περὶ τοῦ ἀπείρου θεωρία ἕως τοῦ καὶ ἄπειρα τῷ πλήθει." Εἰπὼν ἐκ πόσων καὶ τίνων ἐνήγοντο πρὸς τὸ τιθέναι τὸ ἄπειρον οἱ τιθέντες καὶ μέλλων μετ’ ὀλίγον δεικνύναι, πῶς μὲν οὐκ ἔστι, πῶς δὲ ἔστι τὸ ἄπειρον, μεταξύ φησιν ἐφ’ ἑκάτερα ἀπορίας ἀπαντᾶν τοῖς τε μὴ εἶναι καὶ τοῖς εἶναι τὸ ἄπειρον λέγουσι. καὶ εἴ τί ἐστι, τοῖς ὡς οὐσίαν καὶ τοῖς ὡς συμβεβηκὸς τιθεμένοις ἢ μηδέτερον μὲν τούτων, οὐδὲν δὲ ἧττον καὶ πλήθει καὶ μεγέθει τὸ ἄπειρον λέγουσι. τοῦτο γὰρ ἀπαιτεῖ τὸ ἀνελλιπὲς τῆς διαιρέσεως καὶ τῷ ἐπ’ ἄπειρον μάλιστα προσήκει. τίνα οὖν ἐνδείκνυται τὰ ὑπαντῶντα ἄπορα τοῖς μὴ εἶναι τὸ ἄπειρον λέγουσιν; ἢ ἀναιρεῖσθαι τὴν ἐπ’ ἄπειρον τῶν συνεχῶν τομὴν ἀνάγκη· ταύτης δὲ ἀναιρουμένης ἀναιρεῖται μὲν γεωμετρία ἀρχῇ ταύτῃ χρωμένη, εἰσάγεται δὲ τὸ ἐξ ἀτόμων καὶ σημείων συνεστάναι τὰ μεγέθη καὶ ἐκ τῶν νῦν τὸν χρόνον, ὅπερ διὰ πολλῶν ἐλεγχθήσεται· ἀναιρεῖται δὲ καὶ ἡ ἐπ’ ἄπειρον τῶν ἀριθμῶν αὔξησις ἐναργῶς φαινομένη. τίς γάρ ἐστιν ἀριθμὸς τῶν ἤδη γεγονότων ἀνθρώπων ἢ ἐσομένων, ᾧ μὴ δυνατὸν προσθεῖναι; ἀναιρεῖται δὲ καὶ ἡ ἐπ’ ἄπειρον πρόοδος τοῦ χρόνου, ταύτῃ δὲ ἡ τοῦ παντὸς ἀιδιότης συναναιρεῖται1 διὰ πολλῶν καὶ ἀκριβῶν λόγων καὶ ὑπὸ Πλάτωνος καὶ ὑπὸ Ἀριστοτέλους ἀποδειχθεῖσα. πάλιν δὲ εἴ τις λέγοι τὸ ἄπειρον εἶναι, ἀναιρεῖται ἡ τοῦ ἄνω καὶ ἡ τοῦ κάτω διαφορὰ καὶ ἡ τοῦ μέσου καὶ ἡ τοῦ πέριξ καὶ ἡ φυσικὴ τῶν σωμάτων ῥοπὴ καὶ κίνησις. μὴ γὰρ ὡρισμένων τῶν ἐφ’ ἃ ἡ κίνησις, οὐδὲ αἱ κινήσεις ἔσονται ὡρισμέναι. εἰ δέ τις εἶναί τι τὸ ἄπειρον λέγοι εἴτε ὡς οὐσίαν εἴτε ὡς συμβεβηκός, πόσα καὶ ποῖα ἕπεται ἀδύνατα μετ’ ὀλίγον μαθησόμεθα. εἰ δὲ μηδέτερόν τις λέγοι τούτων, εἶναι δὲ ὅμως ἄπειρον, ἄτοπον αὐτόθεν δοκεῖ τὸ εἶναί τι, ὃ μήτε οὐσία μήτε συμβεβηκός ἐστι. καὶ ἄλλως δὲ ὁ Ἀλέξανδρος ἐξηγεῖται τὸ μηδετέρως, οὐχ ὡς τὸ πρὸς πᾶν συμβεβηκὸς ἀντιδιαιρούμενον, ἀλλὰ πρὸς τὸ καθ’ αὑτὸ φύσει τινὶ ὑπάρχον· ὡς εἰ ἔλεγεν ‘ἢ οὐδὲ ὡς οὐσία οὐδὲ ὡς καθ’ αὑτὸ συμβεβηκός, ἀλλ’ ἄλλως πως συμβεβηκός’.
“关于无限的考察包含着疑难”直至“在多数上也是无限的”。 亚里士多德在说明了主张无限者的人是从哪些原因以及多少原因出发而被引导去设定无限的,并且即将在不久后表明无限在何种意义上不存在、在何种意义上存在之后,在两者之间指出,对于主张无限不存在的人和主张无限存在的人双方,都面临着疑难。而且即使它存在,对于那些把它设定为实体的人、把它设定为偶性的人,或者主张它既非两者之一但仍然在多数和量度上称其为无限的人,[也都面临疑难]。因为这符合划分的完备性要求,并且最切合于进行至无穷者。那么,他指明那些主张无限不存在的人所面临的疑难究竟是什么?那就是:连续体无止境的分割必然被否定;而一旦这被否定,使用这作为原理的几何学就被否定了,并且引入了量度由原子和点构成、时间由现在构成的主张,而这将在后文通过许多论据被驳斥;此外,显而易见的数目无止境的增加也被否定了。因为对于已经出生或将要出生的人类的数目,有什么数目是不能加以添加的呢?时间的无止境推进也被否定了,而由此,柏拉图与亚里士多德通过许多精确论证所证明的宇宙的永恒性也随之被否定了。反之,如果有人主张无限存在,那么上与下的区别、中心与外周的区别,以及物体的自然倾向和运动都将被否定。因为如果运动所朝向的目标不是确定的,运动本身也不可能是确定的。但如果有人说无限是作为某种东西存在的,无论作为实体还是作为偶性,将产生多少以及何种不可能的结果,我们不久后就会学到。然而,如果有人说它既非两者之一,但无限仍然存在,那么存在某种既非实体又非偶性的东西,这从字面上看就显得荒谬。另外,亚历山大解释“两者皆非”并非与一切偶性相对立,而是与依自身属于某种本性的东西相对立,仿佛他是说‘既非作为实体,亦非作为依自身的偶性,而是作为某种其他方式的偶性’。
"Μάλιστα δὲ φυσικοῦ ἐπισκέψασθαι, εἰ ἔστι μέγεθος αἰσθητὸν ἄπειρον." Διὰ πάντων τῶν προειρημένων συστήσας, ὅτι οἰκεία τῷ φυσικῷ ἐστιν ἡ περὶ τοῦ ἀπείρου ζήτησις ἔκ τε τῶν ὑποκειμένων αὐτῷ, εἴπερ μεγέθη ἐστὶ κινούμενα κατὰ χρόνον καὶ ἐκ τοῦ τοὺς πάλαι φυσιολόγους οὐ παρέργως διαλεχθῆναι περὶ αὐτοῦ, ἀλλ’ ἀρχὴν αὐτὸ θεμένους καὶ ἔτι μέντοι ἐκ τοῦ καὶ τιθεμένοις εἶναι τὸ ἄπειρον καὶ μὴ καὶ οὐσίαν αὐτὸ λέγουσι καὶ συμβεβηκὸς καὶ οὐδέτερον πολλὰ ἄπορα ὑπαντᾶν, διὰ τούτων οὖν δείξας ὅτι τῷ φυσικῷ οἰκεῖος ὁ περὶ τοῦ ἀπείρου λόγος, εἰκότως ἐπάγει·2 περὶ τοιούτων ἀπείρων ὁ λόγος οἰκεῖος ἔσται τῷ φυσικῷ, ὅτι οὐ περὶ νοητοῦ τινος οἷον τοῦ μαθηματικοῦ ἢ εἴ τι ὑπὲρ τοῦτο, ἀλλὰ περὶ αἰσθητοῦ. ἐπιστήμονος γάρ ἐστι τὸ οἰκείους ποιεῖσθαι τοὺς λόγους ταῖς προκειμέναις ὑποθέσεσιν.
“然而探讨是否存在感觉上的无限量度,尤其属于自然哲学家。” 通过前述的一切,亚里士多德确立了关于无限的探究本就属于自然哲学家——这既由于从属于他的基础对象(若它们确实是依时间运动的量度),也由于古代自然哲学家们并非顺带讨论它,而是将其设定为本原,更有甚者,还由于无论设定无限存在还是不存在,主张它是实体、是偶性还是两者皆非,都面临着许多疑难——通过这些证明了关于无限的讨论属于自然哲学家之后,他理所当然地接着指出:属于自然哲学的讨论将是关于这样一种无限的,即它不是关于某种智性对象(如数学对象或高于此者),而是关于感觉对象的。因为针对眼前提出的前提展开相适应的讨论,正是明晓知识者的本分。
- 3.35ταύτῃ δὲ ἡ τοῦ παντὸς ἀιδιότης συναναιρεῖται
与格 ταύτῃ 为阴性单数指示代词,指代前文的阴性名词短语 ἡ ἐπ’ ἄπειρον πρόοδος τοῦ χρόνου(时间的无止境推进),作手段或原因与格(“由此[即时间的推进被否定]”)。
- 3.36Διὰ πάντων τῶν προειρημένων συστήσας... διὰ τούτων οὖν δείξας... εἰκότως ἐπάγει
本长句的骨干由带介词短语的分词 Διὰ πάντων τῶν προειρημένων συστήσας(“通过前述的一切确立了……”)引出,中间夹有表示依据的并列结构(ἔκ τε... καὶ ἐκ τοῦ... καὶ ἔτι μέντοι ἐκ τοῦ...),随后由 διὰ τούτων οὖν δείξας(“通过这些证明了……”)进行分词的复述承接(resumption),最终落入主句动词 εἰκότως ἐπάγει(“理所当然地接着指出”)。
