- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:467.1-468.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了相信无限者存在的第五个根据(思想与想象力的能力)、虚空与无限世界,以及阿尔库塔斯关于伸手或木杖的论证,并通过区分“进行至无穷”与“无限者”本身,对比了亚里士多德的五个根据与欧德谟的六个原因。
“τούτῳ δὲ [μάλιστα]1 τῷ λόγῳ ὡς μάλιστα, ὥς φησιν ὁ Ἀλέξανδρος, οἱ περὶ Ἐπίκουρον πιστεύοντες ἄπειρον ἔλεγον εἶναι τὸ πᾶν, διότι πᾶν τὸ πεπερασμένον παρά τι περαινόμενον ἔξωθέν τι ἔχει”. ὁ δὲ Ἀριστοτέλης ὡς ἀρχαιοτέρου μέμνηται τοῦ λόγου. Πέμπτον δὲ ὃ μάλιστα καὶ κυριώτατόν φησιν Ἀριστοτέλης, καὶ κοινὴν ἀπορίαν ποιοῦν πᾶσιν, ἡ τῆς νοήσεως ἤτοι φαντασίας τῆς ἡμετέρας δύναμις ἀεί τι καὶ προστιθέναι καὶ ἀφαιρεῖν ἰσχύουσα καὶ μηδέποτε ἡττωμένη καὶ ὑπολείπουσα. διὰ γὰρ τοῦτο καὶ ὁ ἀριθμὸς ἐπ’ ἄπειρον αὔξεσθαι δοκεῖ, ὅτι παντὶ τῷ προτιθεμένῳ ἀριθμῷ δυνάμεθα προσθεῖναι μονάδα ἢ ἀριθμόν, καὶ τὰ μαθηματικὰ μεγέθη ἐπ’ ἄπειρον διαιρεῖσθαι καὶ αὔξεσθαι, ὅτι πᾶν τὸ λαμβανόμενον δυνατὸν τεμεῖν καὶ τὸ τμῆμα προσθεῖναι τῇ ἐπινοίᾳ, οὐ γὰρ δὴ τῇ αἰσθήσει. ἐπειδὴ δὲ ἡ ἐπίνοια κατὰ τὰ πράγματα δοκεῖ γίνεσθαι, οἰόμεθα τὰ πράγματα οὕτως ἔχειν ὡς φανταζόμεθα. τὸ αὐτὸ δὲ πάσχομεν καὶ περὶ τὸ ἔξω τοῦ οὐρανοῦ· ἀεὶ γὰρ τοῦ ληφθέντος ἔξω τι ἐπινοοῦμεν, καὶ οὕτως ἄπειρον δοκεῖ τὸ ἔξω. καὶ εἰ μὲν κενόν, ὡς ἐδόκει λέγειν Δημόκριτος, ἄπειροι ἂν εἶεν καὶ οἱ κόσμοι· τί γὰρ μᾶλλον τοῦ κενοῦ ἐνταῦθα ἢ ἐνταῦθα; ὥστε εἴπερ μοναχοῦ καὶ πανταχοῦ ἂν εἶναι τὸν σωματικὸν ὄγκον, ὥστε καὶ αὐτὸν ἄπειρον εἶναι. καὶ ἄλλως εἰ τὸ κενὸν τόπος ἐστὶ δυνάμενος δέξασθαι σῶμα, ἐπὶ δὲ τῶν ἀιδίων τὸ δυνατὸν γενέσθαι2 πάντως ἂν καὶ γένοιτο, ὡς εἰ μὴ γένοιτο οὐδὲ ἐνδεχόμενον γενέσθαι (ἐπὶ μὲν γὰρ τῶν φθαρτῶν οὐδὲν κωλύει φθαρῆναι, πρὶν εἰς ἔργον ἐκβῆναι τὸ ἐνδεχόμενον, ἐπὶ δὲ τῶν ἀϊδίων ἀδύνατον), διὸ ἐν τοῖς ἀϊδίοις οὐκ ἔστι τὸ ἐνδεχόμενον, ἀλλ’ ἐν μόνοις τοῖς γενητοῖς καὶ φθαρτοῖς, ὥστε εἰ ἄπειρον τὸ κενόν, καὶ τόπος ἄπειρος ἔσται, καὶ σῶμα ἄπειρον, ὃ πέφυκε δέχεσθαι ὁ ἄπειρος τόπος. “Ἀρχύτας δέ, ὥς φησιν Εὔδημος, οὕτως ἠρώτα τὸν λόγον· ἐν τῷ ἐσχάτῳ οἷον τῷ ἀπλανεῖ οὐρανῷ γενόμενος, πότερον ἐκτείναιμι ἂν τὴν χεῖρα ἢ τὴν ῥάβδον εἰς τὸ ἔξω, ἢ οὔ; καὶ τὸ μὲν οὖν μὴ ἐκτείνειν ἄτοπον· εἰ δὲ ἐκτείνω, ἤτοι σῶμα ἢ τόπος τὸ ἐκτὸς ἔσται. διοίσει δὲ οὐδὲν ὡς μαθησόμεθα. ἀεὶ οὖν βαδιεῖται τὸν αὐτὸν τρόπον ἐπὶ τὸ ἀεὶ λαμβανόμενον πέρας, καὶ ταὐτὸν ἐρωτήσει, καὶ εἰ ἀεὶ ἕτερον ἔσται ἐφ’ ὃ ἡ ῥάβδος, δῆλον ὅτι καὶ ἄπειρον. καὶ εἰ μὲν σῶμα, δέδεικται τὸ προκείμενον· εἰ δὲ τόπος, ἔστι δὲ τόπος τὸ ἐν ᾧ σῶμά ἐστιν ἢ δύναιτ’ ἂν εἶναι, τὸ δὲ δυνάμει ὡς ὂν χρὴ τιθέναι ἐπὶ τῶν ἀϊδίων, καὶ οὕτως ἂν εἴη σῶμα ἄπειρον καὶ τόπος”. μήποτε δὲ οὗτος ὁ λόγος καὶ πρὸς ἡμᾶς ἀπορήσει δριμέως τοὺς λέγοντας μηδὲν εἶναι ἔξω τοῦ οὐρανοῦ, ὡς τοῦ κοσμικοῦ σώματος, οὗ πέρας ὁ οὐρανός, τὴν ὅλην χώραν κατειληφότος. εἰ οὖν ἐν τῷ νώτῳ τοῦ οὐρανοῦ γενόμενος ἐκτείνοι τὴν χεῖρα, ποῦ ἂν ἐκταθείη; οὐ γὰρ δὴ εἰς τὸ μηδέν· οὐδὲν γὰρ τῶν ὄντων ἐν τῷ μὴ ὄντι. ἀλλ’ οὐδὲ κωλυθήσεται ἐκτεῖναι· ὑπὸ γὰρ τοῦ μηδενὸς οὐ δυνατὸν κωλυθῆναι. Οὕτως μὲν οὖν ὁ Ἀριστοτέλης ἐκ πέντε μάλιστα τὴν πίστιν εἶναί φησι τοῦ εἶναι τὸ ἄπειρον, ὁ δὲ Εὔδημος δι’ αἰτίας ἓξ φησιν. ὧν πρώτην εἰπὼν τὴν ἐν τῷ συνεχεῖ διαίρεσιν ἐπ’ ἄπειρον γινομένην ταύτης ἀντίστροφόν φησι τὴν κατὰ πρόσθεσιν ἐν τοῖς ἀριθμοῖς θεωρουμένην. οὐδὲ ταύτην δὲ τὴν αἰτίαν ὁ Ἀριστοτέλης παρῆκεν ἐν τοῖς διὰ τὴν ἐπίνοιαν νομιζομένοις ἀπείροις θεὶς αὐτήν, ὅτε ἔλεγε καὶ ὁ ἀριθμὸς δοκεῖ ἄπειρος εἶναι καὶ τὰ μαθηματικὰ μεγέθη διαιρεῖσθαι ἐπ’ ἄπειρον δῆλον. ἴσως δὲ ἄν τις ἀπορήσοι, πῶς κατ’ ἐπίνοιαν λέγει τὴν ἐπ’ ἄπειρον τοῦ ἀριθμοῦ πρόσθεσιν καὶ τοῦ μεγέθους ἀφαίρεσιν. καὶ γὰρ ἐπ’ αὐτῆς φαίνεται τῆς τῶν πραγμάτων ἀληθείας. ποίῳ γὰρ ἀριθμῷ οὐκ ἔστι προσθεῖναι, καὶ ποῖον μέγεθος οὐκ ἔστι διαιρετόν, εἴπερ μὴ ἐκ σημείων συνέστηκε τὸ μέγεθος; ἢ οὐ τὸ ἐπ’ ἄπειρον ἀλλὰ τὸ ἄπειρον κατ’ ἐπίνοιάν φησιν ἐκ τοῦ ἐπ’ ἄπειρον τῆς αὐξήσεως καὶ τῆς μειώσεως ἐπινοουμένου.3 τὸ μὲν γὰρ ἐπ’ ἄπειρον ἐφ’ ἑκάτερα καὶ ἐν ὑποστάσει ἐστί, τὸ δὲ ἄπειρον οὐκέτι, ὡς δειχθήσεται. οὔτε γὰρ ἀριθμός ἐστιν ἄπειρος οὔτε μέγεθος.
“正如亚历山大所说,伊壁鸠鲁学派尤其确信这一论点,并声称万有是无限的,因为一切有限者在相对于某物受限时,都在其外拥有某物。”但亚里士多德提到这一论点时认为它是更为古老的。第五点,也是亚里士多德所说的最有力、最具决定性且给所有人带来普遍疑难的一点,是我们智性即想象力的能力,它总能添加或削减某物,并且绝不会屈服和匮乏。因为正由于此,数目似乎也无止境地增加,乃是因为对任何摆在面前的数目,我们都能添加一个单位或数目;而数学量度似乎也被无穷地分割与增加,乃是因为凡被取定之物,都可以在思想中切分并加上该切段——当然绝不是在感觉中。既然思想似乎是依据事物自身而产生的,我们就认为事物也如我们所想象的那样存在。我们在关于天之外的事物上也遭遇同样的情况;因为我们总是在所取之物的外侧思及某物,因而外侧似乎是无限的。如果正如德谟克利特似乎主张的那样,外侧是虚空,那么世界也将是无限的;因为凭什么在虚空的这里胜过在那里?从而如果〔它〕在一处,物体的体积也将在处处,以至于它自身也是无限的。又从另一角度看:如果虚空是能够容纳物体的场所,而在永恒事物中,能够生成之物必定无论如何也会生成,就好像若不生成,它甚至不可能生成一样(因为在可灭事物中,没有什么妨碍它在可能之事付诸实现之前就灭亡,但在永恒事物中这是不可能的;因此在永恒事物中并不存在偶然的可能,而仅仅存在于受生与可灭之物中),所以如果虚空是无限的,场所也将是无限的,而无限场所本性上所容纳的物体也将是无限的。“正如欧德谟所说,阿尔库塔斯曾这样提出论证:‘若身处最边缘,例如恒星天,我是否能够向外伸出手或木杖,还是不能?’不伸出是荒谬的;但如果我伸出,外在之物要么是物体,要么是场所。而如我们将会知晓的那样,这毫无分别。因此他将始终以同样的方式走向每次所取定的极限,并提出同样的问题;而如果木杖所指向之处始终是另一事物,显然它也是无限的。如果它是物体,所提出之论题便已得到证明;如果它是场所,而场所就是物体存在或能够存在于其中的东西,且在永恒事物中必须把潜能存在者作为现实存在者来设定,这样一来,物体与场所都将是无限的。”然而,这一论证或许也会极其尖锐地向我们提出难题,因为我们声称天之外一无所有,理由是限界为天的宇宙物体已占满了整个空间。那么,若身处天之背面而伸出手,手将伸向何处?当然绝不是伸向虚无;因为存在之物无一存在于非存在之中。但也不会被阻止伸出;因为被虚无所阻止是不可能的。 由此,亚里士多德说对无限者存在的确信尤其来自五点,但欧德谟说是由于六个原因。欧德谟在提出其中第一点是在连续体中无止境发生的分割之后,说与此相反的便是在数目中依添加而被考察者。但亚里士多德也没有遗漏这一原因,而是将其置于由于思想而被认为无限的事物之中,当时他说数目也似乎是无限的,且数学量度显然被无穷地分割。但或许有人会怀疑,他怎么能说数目无止境的添加和量度无止境的削减是依据思想的呢?因为在事物的真实本身中看来也是如此。因为对于什么数目是不能添加的,又有什么量度是不可分割的呢,如果量度确实不是由点构成的?或者说,他说的依据思想并不是指‘进行至无穷’,而是指‘无限者’,这是从增减被构想为进行至无穷而得出的?因为朝向两端的‘进行至无穷’在实际存在中也是有的,但‘无限者’却不再如此,正如随后将被表明的那样。因为无论数目还是量度都不是无限的。
- 3.34τούτῳ δὲ [μάλιστα] τῷ λόγῳ ὡς μάλιστα
文本中的重复([μάλιστα] 与 ὡς μάλιστα)反映了手稿异文或校勘重叠,在句法上作为最高级强调短语(“尤其深信这一论点”)修饰分词 πιστεύοντες。
- 3.34ἐπὶ δὲ τῶν ἀιδίων τὸ δυνατὸν γενέσθαι πάντως ἂν καὶ γένοιτο, ὡς εἰ μὴ γένοιτο οὐδὲ ἐνδεχόμενον γενέσθαι
主句通过 ἄν 与祈愿语气(ἂν καὶ γένοιτο)表达规则性结论。随后的 ὡς 从句以假设条件的形式给出理由(“就好像若不生成,它甚至不可能生成一样”),其中 οὐδὲ ἐνδεχόμενον 省略了系动词。
- 3.34ἢ οὐ τὸ ἐπ’ ἄπειρον ἀλλὰ τὸ ἄπειρον κατ’ ἐπίνοιάν φησιν ἐκ τοῦ ἐπ’ ἄπειρον τῆς αὐξήσεως καὶ τῆς μειώσεως ἐπινοουμένου
句首的 ἤ 引出注解者对前述疑难的解答。对比的核心在于 οὐ τὸ ἐπ’ ἄπειρον(名词化的介词短语,指进行至无穷的过程)与 ἀλλὰ τὸ ἄπειρον(实体化的无限者本身)。随后的 ἐκ τοῦ ... ἐπινοουμένου 为中性定冠词分词短语,表该观念的来源或根由。
