← 辛普里丘

亚里士多德《物理学》注释

§465.23-466.37

导致确信无限者存在的根据辨析

辛普利丘遵从亚里士多德,依次阐释了导致人们确信无限者存在的五个根据中的前四个:时间、量度的分割、生成的持续不匮,以及一切有限者总是相对于某物而受限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.34#1

" Τοῦ δὲ εἶναι τὸ ἄπειρον ἡ πίστις ἕως τοῦ τὸ γὰρ ἐνδέχεσθαι τοῦ εἶναι οὐδὲν διαφέρει ἐν τοῖς ἀϊδίοις." Δείξας τὸν περὶ τοῦ ἀπείρου λόγον ἀναγκαῖον τῷ φυσικῷ καὶ ἀπ’ αὐτῆς τῆς τοῦ ἀπείρου ἐννοίας καὶ ἀπὸ τῆς τῶν προτέρων φυσιολόγων δόξης, μεταβαίνει λοιπὸν ἐπὶ τὴν περὶ αὐτοῦ ζήτησιν φυλάττων τὴν τάξιν τῶν προβλημάτων καὶ πρῶτον ζητῶν εἰ ἔστι τὸ ἄπειρον ἢ μή. πρὸς δὲ τοῦτο χρήσιμον ᾠήθη τὰς ἐννοίας ἀνιχνεῦσαι πρῶτον, ἀφ’ ὧν ἦλθόν τινες ἐπὶ τὸ θέσθαι τὸ ἄπειρον, ἵνα εἰ μὲν φαίνοιντο κατὰ πράγματος φερόμεναί τινος, ὁμολογήσωμεν καὶ ἡμεῖς αὐταῖς· εἰ δὲ κενεμβατοῦσαι φωραθεῖεν καὶ τῷ ἀορίστῳ τῆς ἡμετέρας φαντασίας ἑπόμεναι, τοῦτο διελέγξαντες ἡμεῖς ἀνυπόστατον τὸ ἄπειρον δείξωμεν.1 πέντε δὲ εἶναί τινά φησιν, ἐξ ὧν εἶναι τὸ ἄπειρον οὐ τὸ κατὰ μέγεθος μόνον, ἀλλὰ καὶ τὸ ὁποιονοῦν ἄπειρον πιστεύομεν. ἀρξάμενος γὰρ ὅλως τὰς ἐννοίας ἀνιχνεύειν, ἀφ’ ὧν τὸ ἄπειρον ὑπεθέμεθα, πάσας παραγυμνοῖ τὰς οὐ μόνον κατὰ τὸ σωματικὸν μέγεθος, ἀλλὰ καὶ κατὰ πᾶν μέγεθος καὶ κατὰ πλῆθος ἄπειρον ἀναπλαττούσας ποτὲ μὲν ἀληθῶς, ποτὲ δὲ ψευδῶς. πρώτην δὲ τῆς ἀπειρίας ἔννοιαν τίθησι τὴν ἐκ τοῦ χρόνου ἀπείρου τῷ ὄντι τυγχάνοντος· εἰ γὰρ μὴ ἔστιν ἄπειρος ὁ χρόνος, ἦν ὅτε οὐκ ἦν χρόνος καὶ ἔσται ὅτε οὐκ ἔσται· τὸ δὲ ἦν καὶ τὸ ἔσται χρόνου πάλιν ἔσται μόρια, ὥστε καὶ ὅτε οὐκ ἔστι χρόνος, ἔστι χρόνος· ἀεὶ οὖν ἔστι χρόνος· ἄπειρος ἄρα ὁ χρόνος. Δευτέρα δὲ πίστις τοῦ εἶναι τὸ ἄπειρον ἐκ τῆς ἐν τοῖς μεγέθεσι διαιρέσεως, ἢ ὡς Εὔδημός φησιν, ἐν τοῖς συνεχέσι. δοκεῖ γὰρ οὐχ ὑπολείπειν. ἀπείρου δὲ τὸ μὴ ὑπολείπειν. χρῶνται δὲ τῇ τῶν μεγεθῶν τομῇ καὶ οἱ μαθηματικοὶ ποτὲ μὲν ὡς ἀξίωμα λαμβάνοντες (πᾶν γὰρ μέγεθος καὶ πᾶσαν γραμμὴν τῷ τυχόντι λόγῳ τέμνουσι τὴν δοθεῖσαν λαμβάνοντες ὁπόση ἂν εἴη, ὡς ἐπ’ ἄπειρον οὔσης τῆς τῶν μεγεθῶν τομῆς), ποτὲ δὲ καὶ ἀποδεικνύντες. εἰ γάρ, ὥς φασι, μηδέποτε ἡ ἐγγραφομένη εἰς τὸν κύκλον εὐθεῖα ἴση γίνεται τῇ περιφερείᾳ, δῆλον ὅτι τὸ ἀπολαμβανόμενον ἐπίπεδον ὑπό τε τῆς εὐθείας καὶ τῆς περιφερείας ἐπ’ ἄπειρον τέμνεται. παυσαμένης γὰρ τῆς τομῆς ἡ εὐθεῖα τῇ περιφερείᾳ ἐφαρμόττει. εἰ δὲ καὶ τοῦ τριγώνου αἱ δύο πλευραὶ ἀεὶ τῆς λοιπῆς μείζονές εἰσιν, ἐὰν ἐν ἰσοσκελεῖ ὀρθογωνίῳ τριγώνῳ, ἐν ᾧ ἡ βάσις ἑκατέρας ἐστὶ τῶν πλευρῶν μείζων, ἀπ’ ἀμφοῖν τῶν πλευρῶν ἴσην ἀφελόντες τῇ βάσει διὰ τῶν γενομένων σημείων παράλληλον ἀγάγωμεν τῇ βάσει,2 τρίγωνον ἔλαττον ποιήσομεν ὅμοιον τῷ ὅλῳ ὀρθογώνιόν τε καὶ ἰσοσκελές· καὶ τοῦτο ἀεὶ ποιεῖν δυνησόμεθα. οὔτε γὰρ τρίγωνον ἀεὶ βραχύτερον ποιοῦντες παυσόμεθα οὔτε τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζονας εὑρίσκοντες, ὥστε ἀπ’ ἀμφοῖν ἴσην ἀφαιρεῖν τῇ βάσει καὶ διὰ τῶν σημείων παράλληλον ἄγειν. εἰ δὲ τοῦτο ἐπ’ ἄπειρον ποιεῖν δυνατόν, ἐπ’ ἄπειρον τέμνεται τὸ τοῦ τριγώνου ἐπίπεδον. εἰ δὲ ἔστιν ἡ εἰς ἄπειρον τομή, ἔστι τὸ ἄπειρον ἐν τῷ μεγέθει. οὐ γὰρ ἂν εἰ μὴ ἄπειρον ἦν, ἐτέμνετο ἐπ’ ἄπειρον. Τρίτον δέ φησι τῶν ἐναγόντων εἰς τὸ ἄπειρον τὸ οὕτως ἂν μόνως μὴ ἐπιλείπειν τὴν γένεσιν, εἰ ἄπειρον εἴη τὸ ἀφ’ οὗ ἀφαιρουμένου ἀεὶ ἐπ’ ἄπειρον γίνεται τὰ γινόμενα.3 τοῦτο γὰρ καὶ τῶν φυσικῶν ἔπεισέ τινας ἄπειρον ὑποθέσθαι τὸ στοιχεῖον. τέταρτον δὲ καὶ δυσαντίβλεπτον τὸ φαίνεσθαι πᾶν τὸ πεπερασμένον ἀεὶ πρός τι περαῖνον. εἰ γὰρ πᾶν τὸ πεπερασμένον πρὸς ἄλλο τι ἔξωθεν αὐτοῦ ὂν περαίνει, τὸ ἔξωθεν ἐκεῖνο πρὸς ὃ περαίνει, ἢ ἄπειρόν ἐστιν ἢ πεπερασμένον. καὶ εἰ μὲν ἄπειρον, ἔχομεν αὐτόθεν ὅτι ἔστι τὸ ἄπειρον· εἰ δὲ πεπερασμένον οἷον ἡ γῆ, καὶ αὐτὸ πρὸς ἄλλο περαίνει, καὶ τοῦτο ἐπ’ ἄπειρον. εἰ δὲ ἐπ’ ἄπειρον, ἔστι τὸ ἄπειρον. οὐδὲν γὰρ τελευταῖον ληφθήσεται πέρας, εἴπερ καὶ τοῦτο πρὸς ἄλλο τι περαίνει.

“对无限者存在的确信”直到“因为在永恒事物中,能够存在与存在毫无二致”。 在既从无限者概念本身、又从先行自然哲学家的意见中表明了关于无限者的论述对自然哲学家而言是必然的之后,他接下来便转向关于无限者本身的探究,遵守问题的次序,首先探究无限者究竟存在与否。针对这一点,他认为首先追溯使某些人进而设定无限者的诸观念是有益的,以便如果这些观念看似指向某种实际的事物,我们也可以赞同它们;但如果它们被揭穿为凌空蹈虚、盲从我们想象力的不确定性,我们便可通过驳斥这一点来表明无限者是无实体的。他说有五个根据使我们确信存在着无限者——不仅是就量度而言的无限,而且是无论何种无限。因为既然开始全面追溯我们据以假定无限者的诸观念,他就揭示出所有不仅就物体量度而言、而且就任何量度及数目而言去构想无限者的诸观念,有时是真实地构想,有时是虚妄地构想。他所设定的无限性的第一个观念,源于确实是无限的时间;因为如果时间不是无限的,就曾有过没有时间的时候,也将会有没有时间的时候;但“曾是”与“将是”又会是时间的一部分,以至于即使在没有时间的时候,也是有时间的;因此时间始终存在;从而时间是无限的。对无限者存在的第二种确信,源于量度中的分割,或如欧德谟所说,源于连续体中的分割;因为[分割]似乎不会穷尽,而不会穷尽正属于无限者。数学家们也使用量度的分割,有时将其作为公理采纳(因为他们取定给定的〔线〕,不论有多大,并按任意比例分割任何量度和任何线,视量度的分割为无穷的),有时也进行证明。因为如果像他们所说的那样,内接于圆的直线绝不会等于圆周,显然被该直线与圆周所截取的平面就被无穷地分割;因为如果分割停止,直线就会与圆周重合。而且,如果三角形的两边总是大于其余一边,若在等腰直角三角形中——其中底边大于其余各边——我们从两边截去等于底边的长度,并通过所产生的点引一条与底边平行的线,我们将作成一个与整体相似的较小的直角等腰三角形;而我们总能够这样做。因为我们既不会停止作成更小的三角形,也不会停止发现两边大于其余一边,从而可以从两边截去等于底边的长度并通过这些点引平行线。如果可能无穷地这样做,三角形的平面就被无穷地分割。如果向着无穷的分割存在,无限者在量度中就存在;因为如果它不是无限的,它就不会被无穷地分割。他说,引导人走向无限者的第三点是:只有这样,生成才不会匮乏,即如果那些生成之物从中被不断扣除而无穷生成的那一来源是无限的。正是这一点也使某些自然哲学家假定元素是无限的。第四点也是难以抗拒的一点,即一切有限者似乎总是相对于某物而受限。因为如果一切有限者都是相对于存在于其外的另一事物而受限,那么它所受限的那个外部事物要么是无限的,要么是有限的。如果它是无限的,我们就直接得出无限者存在;如果它是有限的,例如大地,它自身也是相对于另一事物受限,而这会进行至无穷。而如果进行至无穷,无限者就存在;因为绝不会得到什么最后的极限,如果这最后的极限也是相对于另一事物受限的话。

语法注3 条
  1. 3.34ἵνα εἰ μὲν φαίνοιντο κατὰ πράγματος φερόμεναί τινος, ὁμολογήσωμεν καὶ ἡμεῖς αὐταῖς· εἰ δὲ κενεμβατοῦσαι φωραθεῖεν καὶ τῷ ἀορίστῳ τῆς ἡμετέρας φαντασίας ἑπόμεναι, τοῦτο διελέγξαντες ἡμεῖς ἀνυπόστατον τὸ ἄπειρον δείξωμεν.

    在由 ἵνα 引导的目的从句内部并列了两个条件句。前半句(εἰ μὲν φαίνοντο ... ὁμολογήσωμεν)的条件从句使用未完成过去直陈式,主句使用从属于 ἵνα 的虚拟式;后半句(εἰ δὲ ... φωραθεῖεν ... δείξωμεν)的条件从句则使用祈愿式(表示潜在假设),主句同样使用虚拟式,通过语式的交替表达了不同程度的可能性假定。

  2. 3.34ἀπ’ ἀμφοῖν τῶν πλευρῶν ἴσην ἀφελόντες τῇ βάσει διὰ τῶν γενομένων σημείων παράλληλον ἀγάγωμεν τῇ βάσει

    描述几何作图步骤的句式。在分词短语 ἀπ’ ἀμφοῖν τῶν πλευρῶν ἴσην ἀφελόντες τῇ βάσει 中,ἴσην 所修饰的名词(线段或长度)被省略,意为“从两边截取与底边相等的[长度]”;在随后的主句 παράλληλον ἀγάγωμεν τῇ βάσει 中,παράλληλον 同样省略了名词 γραμμήν,意为“通过所产生的点引一条与底边平行的[直线]”。与格 τῇ βάσει 分别作为 ἴσην 与 παράλληλον 的补足语。

  3. 3.34τὸ οὕτως ἂν μόνως μὴ ἐπιλείπειν τὴν γένεσιν, εἰ ἄπειρον εἴη τὸ ἀφ’ οὗ ἀφαιρουμένου ἀεὶ ἐπ’ ἄπειρον γίνεται τὰ γινόμενα.

    由定冠词 τὸ 引导的不定词从句(τὸ ... μὴ ἐπιλείπειν τὴν γένεσιν)带 ἄν,构成了表示潜在条件句的间接引语名词化结构(相当于直接引语中的 οὕτως ἂν μόνως οὐκ ἐπιλείποι ἡ γένεσις, εἰ...)。短语 ἀφ’ οὗ ἀφαιρουμένου 是融入关系分句中的属格独立结构(“从其中被扣除”),修饰实质化的主语 τὸ ...(即生成的源泉)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:465.23-466.37