← 辛普里丘

亚里士多德《物理学》注释

§464.17-465.22

作为不生不灭本原的无限与早期自然哲学家

辛普里丘阐释了亚里士多德将“不生不灭”作为无限者即本原之论据的证明,并参照柏拉图笔下的苏格拉底,剖析了早期自然哲学家如何将动力因、目的因乃至神圣性与统驭功能仅赋予质料性的无限本原。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.33

" Ἔτι δὲ καὶ ἀγένητον καὶ ἄφθαρτον ἕως τοῦ ὥσπερ φησὶν Ἀναξίμανδρος καὶ οἱ πλεῖστοι τῶν φυσιολόγων." Εἰπὼν ὅτι οἱ τὸ ἄπειρον τιθέντες εὐλόγως ἀρχὴν αὐτό φασιν (ἢ γὰρ μάτην ἐστὶν ἢ ἀπ’ ἀρχῆς ἡ ἀρχή,1 ἀναιρεθέντων δὲ τῶν λοιπῶν περιλείπεται τὸ ἀρχὴν εἶναι), προστίθησι καὶ ἄλλο τι τῶν προσεῖναι λεγομένων τῷ ἀπείρῳ τὸ τῇ ἀρχῇ πρέπον τὸ ἀγένητον καὶ ἄφθαρτον λέγεσθαι τὸ ἄπειρον, εἴπερ ἔστιν ὅλως. τοῦτο δὲ καὶ τοῦ μὴ μάτην εἶναι κατασκευαστικόν ἐστιν, εἴπερ τὸ μὲν ἀγένητον καὶ ἄφθαρτον ἀίδιον, τὸ δὲ μάτην οὐκ ἀίδιον κατὰ συμβεβηκὸς ὂν καὶ ἐπ’ ἔλαττον. καὶ ὅτι μὲν προσήκει τῇ ἀρχῇ τὸ ἀγένητον καὶ ἄφθαρτον, σαφῶς ἐδίδαξεν ὁ ἐν Φαίδωνι Σωκράτης·2 “εἰ γὰρ ἔκ του ἀρχὴ γίνοιτο, φησίν, οὐκ ἂν ἐξ ἀρχῆς γίνοιτο,” καὶ ὅτι “ἀρχῆς ἀπολομένης οὔτε αὐτή ποτε ἔκ του οὔτε ἄλλο ἐξ ἐκείνης γενήσεται”. ὅτι δὲ καὶ τῷ ἀγενήτῳ τὸ ἀρχικόν, δῆλον· εἰ γὰρ μὴ ἀρχή, ἀπὸ ἀρχῆς γινόμενον. ὅτι δὲ τὸ ἄπειρον, εἴπερ ἔστιν, ἀγένητόν ἐστι καὶ ἄφθαρτον, δείκνυσιν οὕτως· εἰ γὰρ γέγονεν, ἀνάγκη τέλος εἰληφέναι τὴν γένεσιν αὐτοῦ ποτε, ἢ οὐκ ἂν εἴη γεγονός· εἰ οὖν μὴ ἀθρόα ἐστὶν ἡ γένεσις αὐτοῦ, δῆλον ὅτι ἔστι τις καὶ ἀρχὴ τοῦ μεγέθους, ἀφ’ ἧς γίνεσθαι ἄρχεται, καὶ τελευτὴ αὐτοῦ, εἰς ὃ τελευτᾷ ἡ γένεσις καὶ ἧς συμπληρωθείσης3 οὐκέτι γίνεται, ἀλλὰ γέγονε. κἂν φθείρηται δέ ποτε τὸ μέγεθος, ἔσται ποτὲ καὶ ἐφθαρμένον. ὥστε ἔσται τι πέρας αὐτοῦ, οὗ ἐσχάτου φθαρέντος ἐφθαρμένον ἔσται τὸ ὅλον. ὥστε εἴπερ ἔστι τὸ ἄπειρον, ἀνάγκη ἀγένητον αὐτὸ καὶ ἄφθαρτον εἶναι, ὅπερ τῆς ἀρχῆς, ἀλλ’ οὐ τοῦ ἀπ’ ἀρχῆς ἐστιν ἴδιον. διὸ οἱ τὸ ἄπειρον μόνον τιθέντες ὡς ἀρχὴν καὶ μὴ προσλογιζόμενοί τινας ἄλλας αἰτίας, ὥσπερ Ἀναξαγόρας μὲν τὸν νοῦν, Ἐμπεδοκλῆς δὲ φιλίαν καὶ νεῖκος, ἠρκέσθησαν πρὸς τὴν πάντων γένεσιν τῇ τοῦ ἀπείρου φύσει καὶ τῇ ὑλικῇ ταύτῃ ἀρχῇ, ὡς διὰ τὴν ἀνεπίλειπτον τούτου χορηγίαν ἀεὶ γενέσεως ἐσομένης καὶ περιεχομένων πάντων ὑπὸ τούτου καὶ κυβερνωμένων. ὡς γὰρ ἀρχὴ τοῦτο μόνον ὑποτεθὲν τὴν τῆς ἀρχῆς αὐτοῖς παρέχεται χρείαν οὐ τῆς ὑλικῆς μόνον, ἀλλὰ καὶ τῆς ποιητικῆς τε καὶ τελικῆς. ἣν Ἀναξαγόρας μὲν τῷ νῷ,4 Ἐμπεδοκλῆς δὲ τῇ φιλίᾳ καὶ τῷ νείκει καὶ τῇ ἀνάγκῃ ἀνατίθησι. θεῖον δὲ τὸ αἴτιον καὶ ὡς ἀρχὴν λέγουσι καὶ ὡς ἀγένητόν τε καὶ ἄφθαρτον· τοιοῦτον Ἀναξίμανδρος τὸ μεταξὺ πυρὸς καὶ ἀέρος ἄπειρον ἀρχὴν ἐτίθει. καὶ οὐδὲν ἄτοπον εἰ θεῖον ἐκάλει, μᾶλλον δὲ καὶ ἀναγκαῖον. ἐκ τούτου γὰρ ἐδείκνυτο τὸν θεὸν ὑπὲρ αὐτὸ εἶναι· θεῖον γὰρ τὸ τοῦ θεοῦ μετέχον ἐστίν. ὁ δὲ λόγος τοῖς τοιούτοις περὶ τῶν φυσικῶν ἀρχῶν ἐγίνετο, ὥσπερ καὶ τῷ Ἀριστοτέλει ἐν ταύτῃ τῇ πραγματείᾳ, ἀλλ’ οὐχὶ περὶ τῶν ὑπὲρ φύσιν. εἰ δὲ καὶ περιέχειν ἔλεγον καὶ κυβερνᾶν, οὐδὲν θαυμαστόν· τὸ μὲν γὰρ περιέχειν ὑπάρχει τῷ ὑλικῷ αἰτίῳ ὡς διὰ πάντων χωροῦντι, τὸ δὲ κυβερνᾶν ὡς κατὰ τὴν ἐπιτηδειότητα αὐτοῦ τῶν ἀπ’ αὐτοῦ γινομένων.

“此外,它既未被生成也不能被毁灭”直到“正如阿那克西曼德以及多数自然哲学家所说”。 在说明了那些设定无限者的人合理地称它为本原之后(因为[如果不是本原],它要么是徒然的,要么是出于本原的,但在其余可能被排除后,所剩下的就只有它是本原了),他又补充了据说属于无限者的另一项特征,即适于本原的特征:如果无限者根本存在的话,它被称为未被生成且不能被毁灭。这也是为了确立它并非徒然存在,如果未被生成且不能被毁灭的事物确实是永恒的,而徒然的事物不是永恒的,是偶性的且在较少情况下出现的。至于未被生成且不能被毁灭属于本原,《斐多篇》中的苏格拉底已清楚地教导说:“因为如果本原从某物生成,”他说,“它就不会是从本原生成的了”;并且“在本原被毁灭之后,它自身既不会再从任何事物中生成,其他事物也不会从它生成”。而本原的品格也属于未被生成者,这是显而易见的:因为如果它不是本原,它就是从本原生成的。至于无限者若存在,它便是未被生成且不能被毁灭的,他如下证明:因为如果它生成了,它的生成就必然曾达到了终点,否则它就根本未曾生成过;因此,如果它的生成不是一蹴而就的,显然该量度就既有某个开始生成的起点,也有其终点,生成终止于这一终点,而在这一终点完成后,它便不再处于生成中,而是已经生成了。即使该量度有时被毁灭,它在某个时候也必已毁灭完结。因此它必有某种极限,在这最后的极限被毁灭时,整体便已全被毁灭了。因此,如果无限者确实存在,它就必然是未被生成且不能被毁灭的,而这正是本原所特有的,并不属于出于本原者。因此,那些仅将无限者设定为本原、而未额外计算某些其他原因的人——不像阿那克萨哥拉加入了理智,恩培多克勒加入了友爱与争斗——在涉及万物的生成时,仅满足于无限者的本性及这一质料本原,认为由于它的取之不竭的供应,生成将永远存在,万物都被它所包容和统驭。因为仅设定此物为本原,便向他们提供了不仅作为质料性、而且作为动力性与目的性的本原功用。阿那克萨哥拉将这一[功用]归于理智,恩培多克勒则归于友爱、争斗与必然性。他们也将这一原因称为神圣的,既作为本原,又作为未被生成且不能被毁灭者;阿那克西曼德便将火与气之间的这种无限者设定为本原。他若称之为神圣的,也毫无不当,倒毋宁是必然的。因为由此表明了神是高于它的;因为神圣者乃是分有神者。但这类人的论述是关于自然本原的,正如亚里士多德在本书中一样,而非关于超自然之物的。如果他们还说它包容并统驭,也毫不足奇;因为包容属于质料因,因其贯穿一切,而统驭则是因为从它生成的事物乃是依其适合性而生成的。

语法注4 条
  1. 3.33ἢ γὰρ μάτην ἐστὶν ἢ ἀπ’ ἀρχῆς ἡ ἀρχή

    此处文句紧承亚里士多德《物理学》203b8的论证(所有事物要么是本原,要么出于本原)。下文指出“在排除其余项后,剩下的就只有它是本原了”,表明逻辑上是对“徒然存在”、“出于本原”、“本身即是本原”的三选一排他论证。各语言均统一依此排除法逻辑理解。

  2. 3.33ὁ ἐν Φαίδωνι Σωκράτης

    此处引文实出自柏拉图《斐德罗篇》(245d)关于灵魂不朽的论证,但辛普里丘原文明确写为“《斐多篇》中的苏格拉底”。译文严格按照原文文本如实译出。

  3. 3.33εἰς ὃ τελευτᾷ ἡ γένεσις καὶ ἧς συμπληρωθείσης

    紧承先行词 τελευτή(阴性名词),前一关系从句使用了中性代词 εἰς ὅ(意念上指向终点/极限),而后一独立属格从句(ἧς συμπληρωθείσης)则使用了阴性属格代词 ἧς 回指 τελευτή。译文在所有语言中均统一保持了这一结构层级。

  4. 3.33ἣν Ἀναξαγόρας μὲν τῷ νῷ

    阴性宾格关系代词 ἣν 的先行词是前句中的 χρείαν(功用/职能),特指本原作为动力因与目的因的功用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:464.17-465.22