- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:463.20-464.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐发了亚历山大的见解,通过论证无论假定无限量度具有时间始端、质料因、形式因、动力因还是目的因,它要么自身成为本原,要么必具极限从而不再是无限,以此维护亚里士多德的论述。
εἴτε γὰρ ἀπὸ χρονικῆς ἀρχῆς γίνοιτο, οὐκ ἂν οὐσία ὂν ἀθρόον γίνοιτο, ἀλλὰ ἀπό τινος τῆς κατὰ τὸ μέγεθος ἀρχῆς, ὡς τὰ ζῷα ὡς τὰ φυτὰ ὡς τὰ τεχνητὰ πάντα ὁρᾶται γινόμενα. ἔχον δὲ τὴν κατὰ τὸ μέγεθος ἀρχήν, καὶ πέρας ἂν αὐτὴν ἔχοι.1 ἀλλὰ καὶ εἰ ὡς στοιχειώδη ἀρχὴν ἔχοι, καὶ ἐξ ἐκείνης εἴη τῆς ἀρχῆς, οἷον ἐκ τῆς ὕλης, εἰ μὲν πεπερασμένην ἀρχὴν ἐν ἑαυτῷ τὴν ὕλην ἔχει τὸ ἄπειρον, ἔσται καὶ αὐτὸ πεπερασμένον. εἰ δὲ ἄπειρον, τὸ ἄπειρον ἀρχὴ γίνοιτο. ὁμοίως δὲ καὶ εἰ τὴν κατὰ τὸ εἶδος ἀρχὴν ἔχοι τὸ ἄπειρον. εἰ γὰρ τοῦ συνθέτου ἀρχὴ τὸ εἶδος, εἰ μὲν ἄπειρον τὸ εἶδος, ἀρχὴ τὸ ἄπειρον, εἰ δὲ πεπερασμένον, κατὰ τὴν ὕλην ἂν εἴη τὸ ἄπειρον ἐν τῷ συνθέτῳ· ἀρχὴ δὲ καὶ ἡ ὕλη. ἀρχὴ ἄρα τὸ ἄπειρον καὶ κατὰ τοῦτο. τὸ γὰρ σύνθετον, οὗ ἀρχὴ τὸ εἶδος, οὐδὲν ἄλλο ἐστὶ πλὴν ὕλης καὶ εἴδους. κἂν τὴν ποιητικὴν δὲ ἀρχὴν ἔχῃ τὸ ἄπειρον, σῶμα πάντως, ὅτι καὶ τὴν κατὰ τὸ πρᾶγμα 〈ἀρχὴν ἔχει〉, ὅθεν ἤρξατο τῆς γενέσεως, ἥτις καὶ πέρας ἂν εἴη. καὶ ἄλλως δὲ εἴη ἂν γεγονὸς καὶ πέρας ἂν ἔχοι, εἰς ὃ ἡ γένεσις ἐπαύσατο. εἰ δὲ ἀρχὴν ἔχοι τὴν ὡς τέλος καὶ τὸ οὗ ἕνεκα τὸ ἄπειρον μέγεθος, πρῶτον μὲν οὐδὲν κωλύει τοιαύτην ἀρχὴν ἔχον καὶ αὐτὸ ἀρχὴν εἶναι. τὸ γὰρ ὡς τέλος ἀρχὴ καὶ τοῦ ποιοῦντός ἐστι καὶ τῶν στοιχείων. καὶ γὰρ καὶ ὁ Πλάτων τελικὴν ἀρχὴν τῆς ποιήσεως τοῦ κόσμου ζητῶν τὴν ἀγαθότητα τοῦ ποιοῦντος εὑρίσκει, ἐν οἷς φησι “λέγωμεν δὴ δι’ ἥν τινά ποτε αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς συνέστησεν· ἀγαθὸς ἦν.” ἔπειτα τὸ ἄπειρον μέγεθος ἀόριστον ὂν πῶς ἂν εἰς ὡρισμένον τι τέλος ἀναφέροιτο; ἀλλ’ εἴπερ ἔχοι τι τέλος ὡρισμένον μέγεθος ὄν, δεῖ καὶ αὐτὸ ὡρισμένον εἶναι ὡς μέγεθος. μεγέθους δὲ ὅρος ἡ περιγραφὴ καὶ τὸ σχῆμα. ὅτι δὲ ὁ Ἀριστοτέλης ὡς ἀκόλουθον συνάγει τῷ εἶναι τὸ ἄπειρον μέγεθος τὸ μὴ ἔχειν αὐτὸ ἀρχὴν2 οὐ μόνον τὴν στοιχειώδη, ἀλλ’ οὐδὲ τὴν ποιητικὴν ἢ τελικήν, δῆλόν ἐστιν ἐξ ὧν φησι τοὺς μὴ ποιοῦντας παρὰ τὸ ἄπειρον ἄλλας αἰτίας οἷον νοῦν ἢ νεῖκος καὶ φιλίαν ἤ τι τοιοῦτον αὐτὸ λέγειν τὸ ἄπειρον “περιέχειν πάντα καὶ πάντα κυβερνᾶν”, ὡς εἴπερ εἴη ἄπειρον, μὴ ἔχειν ποιητικὴν ἢ τελικὴν αἰτίαν. δῆλον ἄρα γέγονε τὸ ῥηθέν, ὡς εἴπερ εἴη ἀρχὴ τοῦ ἀπείρου μεγέθους ἡ οἱαδήποτε, εἴη ἂν αὐτοῦ καὶ πέρας ὡς μεγέθους.
因为如果它是从时间的始端生成的,既然它是实体,就不可能一下子全部生成,而是从就量度而言的某种始端生成的,正如所见动物、植物和所有人工制品生成那样。而既然具有就量度而言的始端,它也就会将这一始端作为极限。然而,即使它具有元素性的本原,并且出自该本原,例如出自质料:如果无限在自身之中具有作为有限本原的质料,它自身也将是有限的;但如果[质料是]无限的,无限就会成为本原。同样,如果无限具有就形式而言的本原,情况也是如此。因为如果形式是复合体的本原,那么若形式是无限的,无限就是本原;若形式是有限的,复合体中的无限就将是就质料而言的;而质料也是本原。因此依此而言无限也是本原。因为形式作为其本原的复合体,除质料与形式之外别无他物。再者,即使无限具有作用的本原,既然它全然是物体,它也就具有就事物而言的始端,即其生成所由开始之处,而这一始端也将是一个极限。而且从另一种方式看,它也将是生成之物,并在生成停止之处具有一个极限。但如果无限的量度具有作为目的和“为了何物”的本原,首先,具有这样的本原绝不妨碍它自身也是本原。因为作为目的的本原既是作用者的本原,也是诸元素的本原。事实上柏拉图在探求构建宇宙的目的性本原时,也找到了构建者的善,正如他在某些地方所说:“那么让我们来说明,构建者究竟出于何种原因构建了生成与这整个宇宙:他是善的。”其次,无限的量度既然是不定限的,又如何能被归向某个定限的目的呢?相反,如果它作为量度而具有某种定限的目的,它自身作为量度也必须是定限的。而量度的界限乃是外轮廓和形状。至于亚里士多德作为无限量度的必然结果,推导出它不仅不具有元素性的本原,而且也不具有作用的或目的的本原,这一点从他论及那些在无限之外不确立其他原因(如心灵、斗争与友爱或诸如此类者)的人主张无限自身“包容万物并统治万物”即可明了,就好像若是无限的,便不具有作用原因或目的原因一样。因此,所说之理显明了:只要无限的量度具有任何一种本原,它作为量度也就必有其极限。
- 3.32καὶ πέρας ἂν αὐτὴν ἔχοι
代词 αὐτήν 是宾语,指代前文的“就量度而言的始端”(τὴν κατὰ τὸ μέγεθος ἀρχήν),而 πέρας 则作述语宾格(“也就会将该[始端]作为极限”)。量度的始端(开端)即是空间意义上的极限(πέρας),因此具有这一始端便必然带来具有极限的结果。
- 3.32ὅτι δὲ ὁ Ἀριστοτέλης ὡς ἀκόλουθον συνάγει τῷ εἶναι τὸ ἄπειρον μέγεθος τὸ μὴ ἔχειν αὐτὸ ἀρχὴν
句子的核心骨架是在 ὅτι 从句中,动词 συνάγει(推导)支配定冠词不定词短语 τὸ μὴ ἔχειν αὐτὸ ἀρχήν(它不具有本原)作直接宾语,以 ὡς ἀκόλουθον(作为后承)作述语,并以与格短语 τῷ εἶναι τὸ ἄπειρον μέγεθος(对于是无限量度而言)表示归结的对象。随后的 δῆλόν ἐστιν ἐξ ὧν φησι... 则以整个 ὅτι 从句作主语从句。
