← 辛普里丘

亚里士多德《物理学》注释

§461.28-463.20

德谟克利特的无限原子与作为本原的无限

辛普里丘注解了亚里士多德《物理学》第三卷的内容:阐明德谟克利特如何与阿那克萨戈拉一样,通过原子的接触在量度上确立了作为本原的无限;并讨论了古代自然学者通过划分法将无限确立为自存本原的合理性,以及围绕“本原”歧义性的争论与亚历山大的解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.31

" Δημόκριτος δὲ οὐδὲν ἕτερον ἐξ ἑτέρου ἕως τοῦ δῆλον ἐκ τούτων." Εἰπὼν ὅπως ἠκολούθησε τῷ Ἀναξαγόρᾳ τὸ καὶ κατὰ μέγεθος ἄπειρον ἀρχὴν τιθέναι ἐκ τοῦ κατὰ πλῆθος ἀπείρους λέγειν ἀρχὰς σωματικὰς οὔσας τὰς ὁμοιομερείας δείκνυσιν, ὅτι καὶ ὁ Δημόκριτος1 κἂν μὴ κατὰ ἔκκρισιν ἐποίει τὴν γένεσιν μηδὲ πάντα ἔλεγεν ἐν πᾶσιν ἐνυπάρχειν ὡς Ἀναξαγόρας, ἀλλ’ οὖν καὶ οὗτος ἀρχὰς τιθεὶς τὰς ἀτόμους ἀπείρους οὔσας τῷ πλήθει καὶ τὸ κενὸν οὐδὲν ἧττον Ἀναξαγόρου καὶ αὐτὸς οὐ μόνον τῷ πλήθει, ἀλλὰ καὶ τῷ μεγέθει ἄπειρον ἔλεγε εἶναι τὴν ἀρχὴν τῇ ἁφῇ, καὶ κατὰ τοῦτον συναφοῦς τοῦ ἀπείρου γινομένου.2 τὰ γὰρ ἄπειρα τῷ πλήθει μέγεθός τι ἔχοντα καὶ ὁμογενῆ ὄντα, ὥστε καὶ ἅπτεσθαι ἀλλήλων, ἄπειρόν τι ποιεῖ μέγεθος, ὡς εἴρηται πολλάκις. καὶ ὅτι μὲν μέγεθος ἔχουσιν αἱ ἄτομοι κατὰ Δημόκριτον ἔδειξεν ἐκ τοῦ λέγειν αὐτὸν μεγέθει καὶ σχήματι διαφέρειν αὐτάς. τί δὲ ἂν μεγέθει διαφέροι μὴ ἔχον μέγεθος; τί δὲ ἂν σχήματι μὴ ἐσχηματισμένον ὑπὸ γραμμῶν ἢ ἐπιπέδων; τὸ δὲ ὑπὸ γραμμῶν ἢ ἐπιπέδων περιεχόμενον πάντως 〈δῆλον〉 ὅτι μέγεθός ἐστι. τὸ δὲ ἅπτεσθαι ἀλλήλων τὰ τῷ πλήθει ἄπειρα τῷ μὲν Ἀναξαγόρᾳ αὐτόθεν εἵπετο, εἴπερ, ὥς φησιν, “ἦν ὁμοῦ πάντα χρήματα”, τῷ δὲ Δημοκρίτῳ, καθόσον τὸ κοινὸν σῶμα τὸ τῶν ἀτόμων ἓν πάντων ἔλεγε τὴν διαφορὰν αὐτῶν κατὰ μέγεθος καὶ σχῆμα τιθείς, ἀλλ’ οὐ κατὰ τὸ ὑποκείμενον σῶμα· τούτῳ δὲ ἀκολουθεῖ τὸ ὁμοειδεῖς λέγειν αὐτάς, τούτῳ δὲ τὸ ἅπτεσθαι. τὰ γὰρ ὁμοειδῆ μὴ κωλυόμενα εἰς ταὐτὸ χωρεῖ καὶ ἅπτεται ἀλλήλων, τὸ δὲ κενὸν οὐ διείργει τὴν ἁφήν. εἴη γὰρ ἂν οὕτως τοῦ ἀπείρου σώματος ἀπειρότερον τὸ κενὸν καὶ σὺν αὐτῷ ὂν καὶ χωρίς, ἔνθα διείργει. τοῦ δὲ ἀπείρου ἀπειρότερον οὐκ ἔστιν. ὅλως δὲ οὐδὲ ἔχει δύναμιν πρὸς τὸ διείργειν τὸ κενόν. εἰ τοίνυν καὶ πάντες σχεδὸν οἱ φυσικοὶ τὸ κατὰ μέγεθος ἄπειρον παρεδέξαντο καὶ ὡς ἐν ἀρχῆς λόγῳ (ἐν γὰρ τῇ ἀρχῇ), δῆλον ὅτι οἰκεῖος ἂν ὁ περὶ τοῦ ἀπείρου λόγος εἴη τῷ περὶ τῶν φυσικῶν ἀρχῶν διαλεγομένῳ.

“然而德谟克利特[主张]没有任何一物从另一物[生成]”直至“从这些便很明了”。 在阐明了对于阿那克萨戈拉而言,从断言本原在众度上无限(即同质素是物体性的本原)如何得出了在量度上也把无限确立为本原之后,他进而证明:德谟克利特即使并未像阿那克萨戈拉那样通过分离来产生生成,也未断言万物内在存在于万物之中,但无论如何,他也把在众度上无限的原子与虚空确立为本原,因而绝不亚于阿那克萨戈拉,他自己也通过接触而主张本原不仅在众度上、而且在量度上也是无限的,在他那里无限同样是通过相连接触而形成的。因为在众度上无限、具有某种量度且彼此同类以至于相互接触的事物,正如多次谈到的那样,构成了某种无限的量度。而按照德谟克利特,原子具有量度,这一点[亚里士多德]是从他断言原子在量度和形状上有所不同而加以证明的。没有量度的东西如何在量度上相异?未被线或面塑形的东西如何在形状上[相异]?被线或面所包围之物完完全全明了就是一种量度。而在众度上无限的事物彼此相接触,对阿那克萨戈拉而言是直接随之而来的结论,如果诚如他所说,“万物原初聚在一起”;而对德谟克利特而言,则是就他主张原子的共同物体对所有原子而言是唯一的,将其差异确立在量度与形状上,而非确立在承载它们的物体上而言的;由这一点便得出了他主张它们是同种的,进而又得出了彼此接触。因为同种之物若不受阻碍,便走向同一处并相互接触,而虚空并不能阻隔接触。否则,虚空就会比无限的物体更为无限,既与它并存,又在它阻隔之处脱离它而存在。但并没有比无限更为无限之物。而且总的来说,虚空根本不具有进行阻隔的力量。因此,既然几乎所有自然学家都承认了在量度上的无限,并且是作为本原的资格承认的(因为它处于本原之中),那么显而易见,关于无限的讨论对于论述自然本原的人而言乃是切合的。

§3.32#1

"Εὐλόγως δὲ καὶ ἀρχὴν αὐτὸ τιθέασι πάντες ἕως τοῦ εἴη γὰρ ἂν αὐτοῦ πέρας." Εἰπὼν ὅτι τὸ ἄπειρον εἰσάγοντες οἱ πάλαι φυσιολόγοι ὡς ἀρχὴν εἰσῆγον αὐτὸ δείκνυσι νῦν οὐχ ὅτι ἔστι τὸ ἄπειρον, ἀλλ’ 〈ὅτι〉 οἱ τιθέντες ὅλως αὐτὸ εὐλόγως ἐν ἀρχῆς λόγῳ ἐτίθεντο. καὶ δείκνυσιν ἐκ διαιρέσεως· πᾶν γὰρ τὸ ὁπωσοῦν ὂν ἢ κατὰ συμβεβηκός ἐστι καὶ μάτην οἷα τὰ ἐκ ταὐτομάτου ἢ καθ’ αὑτό· καὶ εἰ καθ’ αὑτό, ἢ ἀρχὴ ἢ ἀπὸ ἀρχῆς· εἰ οὖν μήτε μάτην μήτε ἀπ’ ἀρχῆς τὸ ἄπειρον, δῆλον ὅτι ἀρχή ἐστι. καὶ ὅτι μὲν οὐ μάτην οὐδὲ ἐκ ταὐτομάτου, δῆλον, εἴπερ πᾶν μὲν τὸ τοιοῦτον ἐπ’ ἔλαττον, τὸ δὲ ἄπειρον πανταχοῦ ὂν καὶ πάντα ὂν οὐκ ἐπ’ ἔλαττον· ἔτι δὲ εἰ καὶ ἀίδιον τὸ ἄπειρον, ὡς δειχθήσεται ἐκ τοῦ ἀγένητον αὐτὸ εἶναι, οὐκ ἂν εἴη μάτην οὐδὲ ἐκ ταὐτομάτου· οὐδὲν γὰρ τῶν τοιούτων ἀίδιον. ἀλλὰ μὴν οὐδὲ ἐξ ἀρχῆς τὸ ἄπειρον οὐδὲ ἔστιν ἀρχὴ τοῦ ἀπείρου. εἴη γὰρ ἂν αὐτοῦ πέρας, ὥς φησιν, ὥστε οὐκέτι ἄπειρον. τοῦτον τὸν λόγον οἴονται παραλογισμὸν ἔχειν νομίσαντες τὸν Ἀριστοτέλην λέγειν, ὡς εἰ ἔχοι ἀρχὴν τὸ ἄπειρον (ἡ δὲ ἀρχὴ ἡ κατὰ τὸ μέγεθος καὶ πέρας ἐστίν), ἔχοι ἂν καὶ πέρας· ὥστε οὐκ ἄπειρον ἀλλὰ πεπερασμένον ἔσται· καὶ γίνεσθαί φασι τὴν παραγωγὴν παρὰ τὴν τῆς ἀρχῆς ὁμωνυμίαν. ὡς γὰρ ἐν τῷ πρώτῳ βιβλίῳ διῄρηται, ἡ ἀρχὴ σημαίνει μὲν καὶ τὴν τοῦ πράγματος ἀρχήν, ὥσπερ νῦν ἐξεδέξαντο, σημαίνει δὲ καὶ τὴν αἰτιώδη· ἀρχὴ γὰρ καὶ ἡ ὕλη καὶ τὸ εἶδος καὶ τὸ ποιοῦν καὶ τὸ τέλος. προτεθέντος οὖν τοῦ δεῖξαι ὅτι οὐκ ἔχει ἀρχὴν τὴν ὡς αἰτίαν τὸ ἄπειρον, ἀλλ’ αὐτό ἐστιν ἀρχή, μετελήφθη ἡ αἰτιώδης ἀρχὴ εἰς τὴν κατὰ τὸ πρᾶγμα,3 ἐφ’ ἧς ἀληθὲς τὸ εἰ ἀρχὴν ἔχει καὶ πέρας ἔχειν. ἐπὶ γὰρ τῆς αἰτιώδους οὐκέτι ἀληθές, ὡς εἰ ἔχει ἀρχὴν τὴν ὡς αἰτίαν, πέρας ἔχει τὸ κατὰ τὸ πρᾶγμα. οὐ γὰρ ἀκολουθεῖ τοῦτο τὸ πέρας ἐκείνῃ τῇ ἀρχῇ. ἀλλὰ τὸ μὲν λέγειν, ὅτι κατὰ τὸ πιθανὸν πειρᾶται συστῆσαι τὴν δόξαν αὐτῶν, ἀπίθανον ὄντως μοι δοκεῖ. φαίνεται γὰρ ἀναγκαίως ἕπεσθαι λέγων τὸ εἰ ἔχει ἀρχὴν τὸ ἄπειρον καὶ πέρας ἔχειν. Ἐκεῖνα οὖν μᾶλλον καλῶς ὑπὸ τοῦ Ἀλεξάνδρου λέγεται, ὅτι καθ’ οἱονδήποτε τρόπον ἀρχῆς ἂν ὑποτεθῇ ἐξ ἀρχῆς γενόμενον τὸ ἄπειρον, πάντως πέρας ἔχει τὸ κατὰ τὸ μέγεθος, ὥστε μηκέτι ἄπειρον εἶναι.

“并且他们所有人都合乎情理地将它确立为本原”直至“因为这将会是它的一种极限”。 在谈及古代自然学家引入无限时是将其作为本原引入的之后,他现在证明的并非无限存在,而是证明但凡确立它的人是合乎情理地在作为本原的资格上确立它的。并且他是通过划分法来证明的:因为任何以某种方式存在之物,要么是偶性的、无谓的,如出自自发的事物,要么是就其自身而存在的;若是就其自身而存在的,要么是本原,要么出自本原;因此,如果无限既非无谓的,亦非出自本原,那么显然它是本原。而它既非无谓亦非出自自发,这一点是明了的,既然一切此类事物都是罕见的,而无限无处不在且为万物,因而不是罕见的;再者,如果无限也是永恒的(正如将从它是不受生之物所证明的那样),它就不可能是无谓的或出自自发的;因为此类事物没有一个是永恒的。然而,无限确实也不是出自本原的,无限也不存在本原。“因为这将会是它的一种极限”,正如他所说,从而它将不再是无限。有些人认为这一论证包含着谬误推理,以为亚里士多德是在说:如果无限具有本原(而在量度上的本原也是极限),它也就具有了极限;从而它将不是无限而是有限的;并且他们说,这种误导是由于“本原”的歧义性造成的。因为正如在第一卷中所划分的那样,“本原”既指事物的始端(如他们现在所理解的),也指原因性的本原;因为质料、形式、作用者和目的都是本原。因此,当原本提出的目的是证明无限不具有作为原因的本原,而是它自身就是本原时,原因性的本原被偷换成了就事物而言的始端,对于这一始端而言,“如果具有始端则亦具有极限”是真实的。因为对于原因性的本原而言,“如果具有作为原因的本原,则具有就事物而言的极限”便不再是真实的了。因为这一极限并不随从于那种本原。但是,说他是在试图依循可信性来构建他们的见解,这在我看来实属不可信。因为他显见是在断言“如果无限具有本原,它亦具有极限”乃是必然随之而来的。因此,亚历山大所言更为允当:无论无限被假设为依循何种方式的本原而从本原生成,它都完全具有就量度而言的极限,从而不再是无限。

语法注3 条
  1. 3.31Εἰπὼν ὅπως ἠκολούθησε τῷ Ἀναξαγόρᾳ τὸ καὶ κατὰ μέγεθος ἄπειρον ἀρχὴν τιθέναι ἐκ τοῦ κατὰ πλῆθος ἀπείρους λέγειν ἀρχὰς σωματικὰς οὔσας τὰς ὁμοιομερείας δείκνυσιν, ὅτι καὶ ὁ Δημόκριτος

    主句的主要动词是 δείκνυσιν,主语承前指亚里士多德。句首的分词短语 Εἰπὼν ὅπως... ὁμοιομερείας 为表示先前情况的附随分词,引出 ὅπως 引导的间接疑问从句;在其中,τὸ ... τιθέναι 是 ἠκολούθησε 的主语,而 ἐκ τοῦ ... λέγειν 则是表示推导依据的介词短语。在隶属于 δείκνυσιν 的 ὅτι 从句内部,插入了让步从句(κἂν μὴ ... ἐποίει ... μηδὲ ... ἔλεγεν),随后在 ἀλλ' οὖν καὶ οὗτος ... ἔλεγε εἶναι τὴν ἀρχὴν τῇ ἁφῇ 处接续其核心谓词。

  2. 3.31καὶ κατὰ τοῦτον συναφοῦς τοῦ ἀπείρου γινομένου

    属格独立结构(genitive absolute)。κατὰ τοῦτον 意为“依他[德谟克利特]而言/在他那里”,表明这是德谟克利特体系内部的推论。形容词 συναφής 意为“相连接触的”或“连贯结合的”,在此处解释了无限多的原子通过相互接触(ἁφή)而构成无限量度(μέγεθος)的机制。

  3. 3.32προτεθέντος οὖν τοῦ δεῖξαι ὅτι οὐκ ἔχει ἀρχὴν τὴν ὡς αἰτίαν τὸ ἄπειρον, ἀλλ’ αὐτό ἐστιν ἀρχή, μετελήφθη ἡ αἰτιώδης ἀρχὴ εἰς τὴν κατὰ τὸ πρᾶγμα

    属格独立结构,以带有定冠词的不定词 τοῦ δεῖξαι 作为其逻辑主语。它设定了让步性的背景:“原本提出的论题是证明无限不具有作为原因的本原,而是其自身即为本原”。主句的主要动词 μετελήφθη 表达了批评者所指出的概念偷换或转嫁,构成了两类 ἀρχή(原因性的本原与事物自身的始端/端点)之间的对比与混淆。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:461.28-463.20