← 辛普里丘

亚里士多德《物理学》注释

§460.28-461.27

阿那克萨戈拉关于心灵与万物分离的推论

辛普利丘阐发了阿那克萨戈拉从个别事物的观察推至万物混合及要求引入心灵的逻辑,并解释称亚里士多德所传述的时间性与表面性的学说,实则隐藏着对双重理知秩序的暗示以及对人类认知局限的顺应。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.30#2

ἀπὸ μὲν γὰρ τῆς ἑκάστου μίξεως ἐπὶ τὴν πάντων ἦλθε μῖξιν. προφανέστερα γὰρ καὶ τῇ αἰσθήσει γνωριμώτερα τὰ καθέκαστα τῶν ὅλων. ὁμοιότητα δὲ λοιπὸν ἑκάστου πρὸς τὸ πᾶν ἐθεάσατο ἐπί τε τῆς μίξεως καὶ τῆς ὡς ἀπὸ ἀρχῆς διακρίσεως τῆς τε αἰτιώδους καὶ τῆς χρονικῆς. ὥσπερ οὖν ἐν ἑκάστῳ ἀρχὴ γίνεται ποτε τῆς διακρίσεως, οὕτως καὶ ἐν τῷ παντί. καὶ ὥσπερ ἀπὸ ἑκάστου φαίνεταί τις γένεσίς ποτε γινομένη, οὕτως ἐπειδὴ καὶ πάντων ἐστὶ γένεσις, ἀπὸ τοῦ πάντων μίγματος ἡ πάντων γένεσις ἐξεκρίθη, εἰ καὶ μὴ ἅμα. σώματα δὲ ὄντα καὶ ἑτεροκίνητα καὶ ὁμόστοιχά πως ἀλλήλοις ἀρχῆς καὶ αἰτίας ἐδεῖτό τινος κρείττονος, ἣν Ἀναξαγόρας καλεῖ νοῦν. ἔδει γὰρ τὸ τὰ συνηρημένα διακρῖνον καὶ προάγον ἐν τάξει τὴν διάκρισιν ἀπὸ τῆς συναιρέσεως αὐτὸ συνηρημένην ἔχον τὴν οὐσίαν πρώτως ἀναφαίνειν ἐν ἑαυτῷ τὴν διάκρισιν.1 τοιοῦτος δὲ ὁ νοῦς, ὃν ἀπ’ ἀρχῆς τινος ἐνόησεν ἐργαζόμενον, ἐν οἷς λέγει ἄρξασθαι τὸν νοῦν διακρίνειν. ἡ μὲν οὖν ἔννοια, καθ’ ἣν εἰς ταύτην ἦλθε περὶ τῶν ἀρχῶν τὴν ὑπόθεσιν ὁ Ἀναξαγόρας, οὕτως φανερὰ γέγονεν. ἐκ δὲ τῶν εἰρημένων πρόχειρον συννοεῖν, ὅτι εἰ πᾶν ἐκ παντὸς ἐκκρίνεται καὶ πάντα ἐν πᾶσίν ἐστιν, οὐ μόνον τὸ πᾶν ἀλλὰ καὶ ἕκαστον, οὐ τῷ πλήθει μόνον ἀλλὰ καὶ τῷ μεγέθει ἀπειράκις ἄπειρον ἔσται. Ὅτι δὲ ὁ μὲν Ἀριστοτέλης τὸ προφαινόμενον ἱστορεῖ τῆς Ἀναξαγόρου δόξης, ὁ δὲ Ἀναξαγόρας σοφὸς ὢν διττὴν ᾐνίττετο τὴν διακόσμησιν, τὴν μὲν ἡνωμένην καὶ νοητὴν προυπάρχουσαν οὐ χρόνῳ (οὐ γὰρ ἔγχρονος ἐκείνη), ἀλλ’ ὑπεροχῇ οὐσίας καὶ δυνάμεως, τὴν δὲ διακεκριμένην ἀπὸ ταύτης καὶ κατὰ ταύτην ὑφίστασθαι ὑπὸ τοῦ δημιουργικοῦ νοῦ, εἴρηται καὶ ἐν ταῖς εἰς τὸ πρῶτον σχολαῖς,2 ἐν αἷς τὰς πίστεις ἀπ’ αὐτῶν ἐπειράθην παραγράψαι τῶν Ἀναξαγόρου ῥημάτων. εἰκότως δὲ καὶ τῶν αἰσθητῶν ἕκαστον κοινωνεῖ πᾶσι καὶ μετέχει πάντων· “ξύρροια γὰρ μία, σύμπνοια μία, πάντα συμπαθέα”, ὡς Ἱπποκράτης φησί, διὰ τὴν ἀρχέγονον ἐν τοῖς νοητοῖς αὐτῶν προυπάρχουσαν ἕνωσιν· καὶ διακρινόμενα γὰρ ταῦτα οὐκ ἀπέσπασται πάντη ἀπ’ ἀλλήλων. διό φησιν Ἀναξαγόρας μηδ’ ἐνδέχεσθαι πάντα διακριθῆναι· οὐ γὰρ παντελὴς διασπασμός ἐστιν ἡ διάκρισις. διὸ οὐχ οἷόν τε βάδισιν ἢ χρόαν ἢ ὅλως τὰ πάθη καὶ τὰς ἕξεις χωρισθῆναι τῶν ὑποκειμένων. τὸ δὲ χρονικὴν δοκεῖν λέγεσθαι τὴν τῆς διακρίσεως ἀρχὴν3 σύνηθες ἦν τοῖς πάλαι φυσιολόγοις τε καὶ θεολόγοις συγκαταβαίνουσι τῇ ἀσθενείᾳ τῆς ἡμετέρας νοήσεως· οὐ γὰρ δυνάμεθα τῇ ἀιδίῳ παρατάσει συμπαρατείνειν τὴν νόησιν, ἀλλ’ ἀπαιτοῦμεν ἀρχῆς τινος ὑποτιθεμένης ἐφεξῆς θεωρεῖν τὰ ἀκόλουθα.

因为他是从各个事物的混合进至万物的混合的;因为各个个别事物比整体更为明显,对感觉也更为可知。进而,他在混合中以及在始于起点的区分中(无论这种起点是因果性的还是时间性的),都观察到了各个事物与宇宙全体的相似性。因此,正如在各个事物之中某时会产生区分的起点,在宇宙全体之中也是如此。又正如从各个事物中某时显见会产生出某种生成,同样,既然也有万物的生成,万物的生成也是从万物的混合中被分离出来的,即使并非同时。然而,由于它们是物体、受他物推动且彼此在某种程度上处于同等序列,它们需要某种更优越的本原和原因,阿那克萨戈拉将之称为心灵。因为那将凝聚在一起的事物区分开来并依循秩序从凝聚推进区分者,自身虽具有凝聚的本质,却必须首先在自身之中显现出区分。这便是他设想为从某种起点开始运作的心灵,在他谈及“心灵开始区分”的地方正是如此。因此,阿那克萨戈拉据以得出关于诸本原的这一假设的观念,就这样变得明晰了。由上述内容很容易理解:如果一切事物都从一切事物中分离出来,且万物在万物之中,那么不仅宇宙全体,甚至每个事物,也必不仅在众度上,而且在量度上成为无限倍地无限。 另一方面,亚里士多德记述了阿那克萨戈拉见解中表面的内容,但阿那克萨戈拉作为智者,实则暗示了双重的世界秩序——一种是统合的、理知的,其在先存在并非在时间中(因为那一秩序并不处于时间中),而是凭借本质与力量的超越性;另一种则是从此秩序中区分出来并在造物主心灵的作用下依循此秩序而得以存立的区分秩序——这一点在针对第一卷的讲义中已经谈过,在那些讲义中我曾试图引录阿那克萨戈拉本人的言辞作为凭据。而且,各个感觉事物与万物相通并分有万物,也是合乎情理的;正如希波克拉底所说:“因为有一道合流,一种共同呼吸,一切相互感应”,这是由于它们在理知界中具有本原性的、在先存在的统合;因为这些事物即使在被区分时,也没有完全彼此脱离。因此阿那克萨戈拉说,一切事物绝不可能被完全区分开;因为区分并不是彻底的断裂。因此,步行、颜色,或者总的说来受动与状态,是不可能从承载它们的基质中脱离的。至于区分的起点看似被作为时间性的来谈论,这对古代的自然学家和神学家而言乃是惯常的做法,以此来迁就我们理智理解的软弱;因为我们无法使我们的理智随着永恒的延展而一同延展,而是要求在设定某种起点之后,依序考察随之而来的事物。

语法注3 条
  1. 3.30ἔδει γὰρ τὸ τὰ συνηρημένα διακρῖνον καὶ προάγον ἐν τάξει τὴν διάκρισιν ἀπὸ τῆς συναιρέσεως αὐτὸ συνηρημένην ἔχον τὴν οὐσίαν πρώτως ἀναφαίνειν ἐν ἑαυτῷ τὴν διάκρισιν.

    复杂的嵌套句结构:由无人称动词 ἔδει 所支配的不定词 ἀναφαίνειν,其宾格主语是带冠词的分词短语 τὸ ... διακρῖνον καὶ προάγον。其中插入了表示情况或让步的分词短语 αὐτὸ συνηρημένην ἔχον τὴν οὐσίαν(自身虽具有凝聚的本质),随后连接至不定词谓语 ἀναφαίνειν 及其介词短语 ἐν ἑαυτῷ。

  2. 3.30Ὅτι δὲ ὁ μὲν Ἀριστοτέλης ... εἴρηται καὶ ἐν ταῖς εἰς τὸ πρῶτον σχολαῖς

    整个句子的主干框架是 Ὅτι δὲ ... εἴρηται(“关于……已经在……中谈过”)。在 ὅτι 从句内部,通过 μὲν ... δέ 对比了“亚里士多德记述表层学说”与“阿那克萨戈拉暗示了双重世界秩序(τὴν μὲν ... τὴν δέ ...)”。在后者中,跟随 τὴν δὲ διακεκριμένην 的不定词 ὑφίστασθαι 是由 ᾐνίττετο 所支配的宾语结构从宾格名词向宾格加不定词句式转换的结果。

  3. 3.30τὸ δὲ χρονικὴν δοκεῖν λέγεσθαι τὴν τῆς διακρίσεως ἀρχὴν

    该句的主语是由中性单数定冠词 τὸ 引领的整个不定词短语(τὸ ... δοκεῖν λέγεσθαι)。在其中,τὴν τῆς διακρίσεως ἀρχήν 是被动不定词 λέγεσθαι 的宾格主语,χρονικήν 则是作述语的宾格形容词(“区分的起点看似被作为时间性的来谈论”)。整个带有冠词的结构作主句谓语 σύνηθες ἦν(乃是惯常的)的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:460.28-461.27