← 辛普里丘

亚里士多德《物理学》注释

§459.29-460.28

阿那克萨戈拉的同质部分与万物混在论

辛普利丘阐明了阿那克萨戈拉为何设定同质部分在众度上无限,指出其依据无物产生于非存在及同类相滋养的原则,提出了“万物混合在万物之中”的主张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.30#1

" . Καὶ ὁ μὲν ὁτιοῦν μόριον ὁμοίως εἶναι ἕως τοῦ καὶ ἄρξασθαί ποτε κινούμενα." Ἐπειδὴ τῶν φυσικῶν οἱ μὲν ἓν ἔλεγον τὸ στοιχεῖον, οἱ δὲ πλείονα μὲν πεπερασμένα δὲ τῷ ἀριθμῷ, οἱ δὲ τῷ ἀριθμῷ ἄπειρα, εἰπὼν ὅτι οἱ μὲν ἓν λέγοντες ὡς συμβεβηκὸς ἐκείνῳ κατὰ μέγεθος τὸ ἄπειρον ἔλεγον, οἱ δὲ πεπερασμένα καὶ τῷ πλήθει καὶ τῷ μεγέθει τὰ στοιχεῖα τιθέντες οὔτε κατὰ πλῆθος οὔτε κατὰ μέγεθος τὸ ἄπειρον ἔλεγον, ἐφεξῆς περὶ τῶν ἄπειρα ποιούντων τῷ πλήθει τὰ στοιχεῖα λέγει ὅτι οὐ μόνον τῷ πλήθει τὸ ἄπειρον εἰσάγουσιν οὗτοι, ἀλλὰ καὶ τῷ μεγέθει. τὰ γὰρ ἄπειρα τῷ πλήθει μεγέθη ἐνεργείᾳ ὄντα καὶ τῇ ἁφῇ συνεχιζόμενα ἄπειρον ποιεῖ καὶ τὸ μέγεθος, ὡς εἴρηται πρότερον. ἐπειδὴ δὲ ὁ μὲν Ἀναξαγόρας τὰς ὁμοιομερείας, ὁ δὲ Δημόκριτος τὰς ἀτόμους ἀπείρους ἑκάτερος τῷ πλήθει ὡς ἀρχὰς ὑποτίθεται, τὴν Ἀναξαγόρου πρῶτον ἱστορῶν δόξαν καὶ τὴν αἰτίαν ἡμᾶς διδάσκει, δι’ ἣν εἰς τοιαύτην ἦλθεν ὁ Ἀναξαγόρας ὑπόνοιαν, καὶ δείκνυσιν ὅτι οὐ μόνον τὸ ὅλον μῖγμα ἄπειρον ἀνάγκη τῷ μεγέθει λέγειν αὐτόν, ἀλλὰ καὶ ἑκάστην ὁμοιομέρειαν ὁμοίως τῷ ὅλῳ πάντα ἔχουσαν ἐνυπάρχοντα, καὶ οὐδὲ ἄπειρα μόνον ἀλλὰ καὶ ἀπειράκις ἄπειρα.1 ἀλλ’ εἰς μὲν τὴν τοιαύτην ἔννοιαν ὁ Ἀναξαγόρας ἦλθεν ἡγούμενος μηδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι καὶ πᾶν ὑπὸ ὁμοίου τρέφεσθαι. ὁρῶν οὖν πᾶν ἐκ παντὸς γινόμενον, εἰ καὶ μὴ ἀμέσως ἀλλὰ κατὰ τάξιν (καὶ γὰρ ἐκ πυρὸς ἀὴρ καὶ ἐξ ἀέρος ὕδωρ καὶ ἐξ ὕδατος γῆ καὶ ἐκ γῆς λίθος καὶ ἐκ λίθου πάλιν πῦρ), καὶ τροφῆς δὲ τῆς αὐτῆς προσφερομένης οἷον ἄρτου πολλὰ καὶ ἀνόμοια γίνεται, σάρκες ὀστᾶ φλέβες νεῦρα τρίχες ὄνυχες καὶ πτερὰ δὲ εἰ οὕτω τύχοι καὶ κέρατα, αὔξεται δὲ τὸ ὅμοιον τῷ ὁμοίῳ)· διὸ ταῦτα ἐν τῇ τροφῇ ὑπέλαβεν εἶναι2 καὶ ἐν τῷ ὕδατι, εἰ τούτῳ τρέφοιτο τὰ δένδρα, ξύλον καὶ φλοιὸν καὶ φύλλα καὶ καρπόν. διὸ πάντα ἐν πᾶσιν ἔλεγε μεμῖχθαι καὶ τὴν γένεσιν κατὰ ἔκκρισιν γίνεσθαι. πρὸς τοῦτο δὲ ἐνῆγεν ἴσως καὶ τὸ μενόντων τινῶν γίνεσθαι ἀπ’ αὐτῶν ἄλλα ὥσπερ ἐκ λίθου πῦρ καὶ ἐξ ὕδατος πομφολυγίζοντος ἀέρα. ὁρῶν οὖν ἀφ’ ἑκάστου τῶν νῦν διακεκριμένων πάντα ἐκκρινόμενα οἷον ἀπὸ ἄρτου σάρκα καὶ ὀστοῦν καὶ τὰ ἄλλα, ὡς πάντων ἅμα ἐνυπαρχόντων αὐτῷ καὶ μεμιγμένων ὁμοῦ, ἐκ τούτων ὑπενόει καὶ πάντα ὁμοῦ τὰ ὄντα μεμῖχθαι πρότερον πρὶν διακριθῆναι. διὸ καὶ οὕτως ἤρξατο τοῦ συγγράμματος· “ἦν ὁμοῦ πάντα χρήματα”, ὥστε ὁτιοῦν οἷον τὸν ἄρτον τόνδε καὶ σαρκὸς τῆσδε καὶ τοῦδε τοῦ ὀστοῦ μῖγμα εἶναι3 ὁμοίως τῷ παντί.

“而一派[主张]无论何种部分都同样……”直至“并且曾经开始运动”。 既然自然学家中有些人说元素是一,有些人说在数目上多于一但有限,有些人说在数目上无限,在说明了主张一的人是把在量度上的无限作为该元素的偶性来谈论,而把元素在众度与量度上都设定为有限的人既不依众度也不依量度谈论无限之后,他接着谈到那些使元素在众度上无限的人,指出这些人不仅在众度上引入了无限,而且在量度上也引入了无限。因为正如先前所说,在现实中存在并通过接触而连续的在众度上无限的量度,也造成了量度的无限。既然阿那克萨戈拉设定同质部分、德谟克利特设定原子在众度上各自无限地作为本原,[亚里士多德]首先叙述阿那克萨戈拉的见解,既教导我们导致阿那克萨戈拉形成这种看法的缘由,又表明他必然不仅要说整个混合物在量度上是无限的,而且每一个同质部分也像整体一样具有一切内在于其中的事物,因而不仅是无限的,甚至是无限倍地无限的。阿那克萨戈拉之所以形成这种观念,是因为认为无物能从非存在中产生,并且一切事物都由同类之物滋养。因此,他看到一切事物都从一切事物中产生,即便不是直接地,也是依循次序(因为从火产生气,从气产生水,从水产生土,从土产生石,从石又产生火);而且当进食同一种食物(如面包)时,会产生许多不同的事物,如肌肉、骨骼、血管、肌腱、毛发、指甲,若是碰巧还有羽毛和角,且同类之物借同类之物而增长;为此他认为这些事物存在于食物之中,而若树木以水为滋养,木质、树皮、树叶与果实也存在于水之中。因此他说万物混合在万物之中,而生成是通过分离而发生的。或许这也促使他形成了这一看法:某些事物留存的同时另一些事物从中产生,正如从石头中产生火,从冒泡的水中产生气一样。因此,他看到从如今已被区分开的每一事物中都会分离出一切事物,例如从面包中分离出肌肉、骨骼及其他事物,因为一切事物都同时内在于其中并混合在一起,他由此推测,在被区分开之前,所有存在的事物原本也是混合在一起的。因此他也这样开始他的著作:“万物原本聚集在一处”,以至于任何部分(例如这块面包),也像宇宙全体一样,是这一肌肉和这一骨骼的混合物。

语法注3 条
  1. 3.30ἀπειράκις ἄπειρα

    意为“无限倍地无限”。副词 ἀπειράκις(无限次、无限倍)修饰形容词 ἄπειρα,表述了整体中包含无限的同质部分,而每个同质部分内部又包含无限成分的这种嵌套结构。

  2. 3.30ὁρῶν οὖν πᾶν ἐκ παντὸς γινόμενον... διὸ ταῦτα ἐν τῇ τροφῇ ὑπέλαβεν εἶναι

    这是一个由分词 ὁρῶν(鉴于/看到)领起的倒装长句结构。分词与主语阿那克萨戈拉一致,中间插入了元素转化与食物消化的具体事例,最终汇结到主句 διὸ ταῦτα ἐν τῇ τροφῇ ὑπέλαβεν εἶναι(因此他认为这些事物存在于食物之中)。ὁρῶν 支配两个知觉事实:一切从一切中产生,以及由同一种食物生成多种不同的事物。

  3. 3.30καὶ σαρκὸς τῆσδε καὶ τοῦδε τοῦ ὀστοῦ μῖγμα εἶναι

    关联连词 καὶ... καὶ... 意为“既是……也是……”。属格 σαρκὸς τῆσδε(这一肌肉)与 τοῦδε τοῦ ὀστοῦ(这一骨骼)依附于名词 μῖγμα(混合物),作说明成分的属格(构成材料属格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:459.29-460.28