← 辛普里丘

亚里士多德《物理学》注释

§45.13-46.8

关于存在探究者与原理的注疏分歧

关于亚里士多德所言“那些探究存在者有多少的人亦同样在探究”(184b22),亚历山大将其解释为全体自然哲学家为了认识事物而不得不探究原理,而辛普利丘则主张这是亚里士多德宽厚地将巴门尼德与美里索等爱利亚学派视作原理探究者的表述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6

" Ὁμοίως δὲ ζητοῦσι καὶ οἱ τὰ ὄντα ζητοῦντες πόσα· ἐξ ὧν γὰρ τὰ ὄντα ἐστί, ζητοῦσι, ταῦτα πότερον ἓν ἢ πολλά.1" “Ὥσπερ ἡμεῖς, φησί, πρὸ τοῦ περὶ αὐτῶν τῶν φυσικῶν φιλοσοφεῖν ἠναγκάσθημεν τὰς ἀρχὰς τῶν φυσικῶν ζητεῖν πόσαι τε καὶ τίνες, οὕτω καὶ οἱ φυσικοί, καίτοι περὶ τῶν ὄντων προθέμενοι ζητεῖν πόσα ταῦτα, ἠναγκάσθησαν πρότερον περὶ τῶν ἀρχῶν τῶν ὄντων ζητεῖν, ὡς ἀπὸ τούτων τῆς γνώσεως τῶν ὄντων ἠρτημένης.2 τοῦτο δὲ αὐτῷ τείνει πρὸς δεῖξιν τοῦ ἀναγκαῖον εἶναι τὸν περὶ τῶν ἀρχῶν λόγον, εἴπερ καὶ τοῖς μὴ περὶ τούτων προθεμένοις ὅμως ἡ ζήτησις ἡ περὶ αὐτῶν ὑπήντα πρώτη, ὡς οὐκ ἄλλως εἰσομένοις3 περὶ τῶν ὄντων.” οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος ἐξηγεῖται τὴν λέξιν, καὶ περὶ πάντων φησὶ τοῦτο λέγεσθαι τῶν φυσικῶν. μήποτε δὲ οὔτε περὶ πάντων τῶν φυσιολόγων ἐστὶν ὁ λόγος,4 οὔτε ὡς ἄλλα μὲν προτιθεμένων ζητεῖν, ἄλλης δὲ πρὸ ἐκείνων αὐτοῖς ζητήσεως τῆς τῶν ἀρχῶν ὑπαντώσης· ἀλλ’ ἐπειδὴ Παρμενίδης καὶ Μέλισσος περὶ τοῦ ὄντος ἐζήτουν πότερον ἓν ἢ πολλά, καὶ εἰ ἕν, ἀκίνητον ἢ κινούμενον, καὶ οὗτοι, φησίν, οὐ περὶ τῶν ὄντων ὡς ἄν τις οἰηθείη, ἀλλὰ περὶ τῆς ἀρχῆς τῶν ὄντων ἐζήτουν, εὐγνωμόνως τοῦτο αὐτῶν ὁ Ἀριστοτέλης ἀποδεχόμενος.5 οὐ γὰρ ἄν ποτε ἐνόμισεν αὐτοὺς ἀγνοεῖν τὸ πλῆθος τὸ ἐν τοῖς οὖσιν ἢ τοῦτο γοῦν εἰ δύο πόδας εἶχον, ἀλλὰ περὶ τοῦ ὄντως ὄντος καὶ κυρίως ὄντος ἦν αὐτοῖς ὁ λόγος, ὅπερ ἀρχὴ καὶ αἰτία πάντων τῶν ὁπωσδηποτοῦν ὄντων ἐστί. διὰ τοῦτο δὲ καὶ τὴν Παρμενίδου καὶ Μελίσσου δόξαν εὐθὺς προχειρίζεται τῶν περὶ τοῦ ὄντος φιλοσοφούντων. κἄν τε γὰρ περὶ ἀρχῆς ζητοῖεν εἰ μία ἢ πολλαὶ κἄν τε περὶ τοῦ ὄντος, τὰ αὐτὰ ζητοῦσιν, εἰ καὶ ὀνόμασιν ἄλλοις χρῶνται. τὰ γοῦν λεγόμενα πρὸς τοὺς ἓν λέγοντας τὸ ὄν, λέγοιτο ἂν καὶ πρὸς τοὺς λέγοντας μίαν εἶναι τὴν ἀρχήν. ἐπεὶ οὖν αὐτὸς ἐπὶ ἀρχῆς ἐποιήσατο τὴν διαίρεσιν εἰπών “ἀνάγκη δὲ ἤτοι μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους”, εἰκότως προσέθηκεν, ὅτι καὶ οἱ τὰ ὄντα πόσα ζητοῦντες περὶ ἀρχῶν ζητοῦσι, κἂν ὀνόμασιν ἄλλοις χρῶνται. διὸ καὶ ὡς μίαν τιθεὶς ταύτην ἀντιλέγει.

“而那些探究存在者有多少的人亦同样在探究;因为存在者由之构成的那些东西,究竟是一还是多,他们正在探究。” “他说:‘正如我们在对自然物本身进行哲学思考之前,被迫探究自然物的原理有多少且是什么一样,自然哲学家们虽然预先提议探究存在者有多少,亦被迫首先探究存在者的原理,因为对存在者的认识取决于这些原理。而这对于他来说旨在表明关于原理的论述是必然的,如果确实即便对于那些并未提议探究这些原理的人来说,关于它们的探究仍然首先摆在面前,仿佛他们不如此便不能认识存在者一样。’”亚历山大便是如此解释这一文句的,并称这是就全体自然哲学家而言的。 然而,这番论述或许既非关于全体自然哲学家,亦非仿佛他们在提议探究某些事物时,关于原理的另一探究却在那些事物之前摆在他们面前;相反,既然巴门尼德与美里索探究“存在”究竟是一还是多,且如果是一,是不动的还是运动的,他说,这些人亦并非如人们所认为的那样在探究存在者,而是在探究存在者的原理,亚里士多德宽厚地承认了他们的这一点。因为亚里士多德决不会认为他们对存在者之中的多样性一无所知,或者至少不知晓自己是否有两只脚;相反,他们的论述乃是关于真正且严格意义上的存在,而这正是一切以任何方式存在之物的原理与原因。亦正是为此,在就存在进行哲学思考的人当中,他立即着手处理巴门尼德与美里索的见解。因为无论他们是就原理探究其为一还是为多,抑或是就存在进行探究,即使使用了不同的名称,他们探究的都是相同的事物。总之,针对主张存在为一的人所说的话,亦可针对主张原理为一的人说。因此,既然亚里士多德本人曾就原理进行划分而说“原理必然要么为一,要么为多数”,那么他理所当然地补充说,那些探究存在者有多少的人亦在探究原理,即使他们使用了不同的名称。因此,他亦把他们视作将这[原理]设定为一而进行反驳。

语法注5 条
  1. 1.6ἐξ ὧν γὰρ τὰ ὄντα ἐστί, ζητοῦσι, ταῦτα πότερον ἓν ἢ πολλά

    关系从句 ἐξ ὧν... ἐστί 的先行词是后置的指示代词 ταῦτα,后者充当充任主动词 ζητοῦσι 之宾语的间接疑问句(πότερον ἓν ἢ πολλά)的主语。语序上出现了前置倒装。

  2. 1.6ὡς ἀπὸ τούτων τῆς γνώσεως τῶν ὄντων ἠρτημένης

    由 ὡς 引导的属格绝对结构,用以表示前文主动词 ἠναγκάσθησαν 的主观原因或逻辑理据(“因为……取决于这些”)。

  3. 1.6ὡς οὐκ ἄλλως εἰσομένοις

    连词 ὡς 与与格阳性复数将来分词 εἰσομένοις 连用,修饰并一致于前文的与格短语 τοῖς μὴ περὶ τούτων προθεμένοις,表示探索者自身的主观预设(“仿佛他们不如此便不能知道一样”)。

  4. 1.6μήποτε δὲ οὔτε περὶ πάντων τῶν φυσιολόγων ἐστὶν ὁ λόγος

    μήποτε 与直陈式动词连用,表示委婉的推测或提出审慎的看法(“或许并非……”),引出辛普利丘自己与亚历山大不同的解说。

  5. 1.6εὐγνωμόνως τοῦτο αὐτῶν ὁ Ἀριστοτέλης ἀποδεχόμενος

    以 ὁ Ἀριστοτέλης 为主语的分词分句,在句中构成补充说明,表明亚里士多德看待爱利亚学派的态度(“宽厚地承认了他们的这一点”),未接独立的并列定式动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:45.13-46.8