- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:455.15-456.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德引入毕达哥拉斯派“偶数即无限”学说之处(203a10),辛普利丘批评了此前阐释者基于等额二分的解释,提出每一次切分皆分为二从而使偶数成为无限之原因的独到见解,并从质料与形相的角度阐明了偶数如何被奇数所限定。
" Καὶ οἱ μὲν τὸ ἄπειρον εἶναι τὸ ἄρτιον ἕως τοῦ Πλάτων δὲ δύο τὰ ἄπειρα, τὸ μέγα καὶ τὸ μικρόν." Εἰπὼν ἐν τίσιν ἔλεγον τὸ ἄπειρον οἵ τε Πυθαγόρειοι καὶ ὁ Πλάτων, ὅτι οἱ μὲν ἐν τῷ αἰσθητῷ καὶ ἔξω τοῦ οὐρανοῦ, ὁ δὲ ἐν τοῖς αἰσθητοῖς καὶ ἐν ταῖς ἰδέαις, νῦν τί ἑκάτερος αὐτῶν τὸ ἄπειρον λέγει προστίθησι, πρῶτον περὶ τῶν Πυθαγορείων λέγων. οὗτοι δὲ τὸ ἄπειρον τὸν ἄρτιον ἀριθμὸν ἔλεγον “διὰ τὸ πᾶν μὲν ἄρτιον, ὥς φασιν οἱ ἐξηγηταί, εἰς ἴσα διαιρεῖσθαι, τὸ δὲ εἰς ἴσα διαιρούμενον ἄπειρον κατὰ τὴν διχοτομίαν· ἡ γὰρ εἰς ἴσα καὶ ἡμίση διαίρεσις ἐπ’ ἄπειρον· τὸ δὲ περιττὸν προστεθὲν περαίνει αὐτό· κωλύει γὰρ αὐτοῦ τὴν εἰς τὰ ἴσα διαίρεσιν”. οὕτως μὲν οὖν οἱ ἐξηγηταὶ τῷ ἀρτίῳ τὸ ἄπειρον ἀνατιθέασι κατὰ τὴν εἰς ἴσα διαίρεσιν, καὶ δῆλον ὅτι οὐκ ἐπ’ ἀριθμῶν ἀλλ’ ἐπὶ μεγεθῶν λαμβάνουσι τὴν ἐπ’ ἄπειρον τομήν. οἱ γὰρ ἀριθμοὶ καὶ οἱ ἄρτιοι οὔτε πάντες εἰς ἴσα ἐπὶ πολὺ διαιροῦνται, καὶ οἱ διαιρούμενοι μέχρι τῆς μονάδος καταντήσαντες ἱστῶσι τὴν τομήν, ἐπὶ δὲ μεγεθῶν τί κωλύει τὸ καταλειπόμενον ἀεὶ διαιρεῖσθαι, κἂν μὴ εἰς ἴσα γίνηται ἡ διαίρεσις; τὸ γὰρ τρίτον εἰ τύχοι τοῦ ληφθέντος πάλιν εἰς δίμοιρον καὶ τρίτον διελεῖν δυνατόν. καὶ τοῦτο ἐπ’ ἄπειρον καὶ ἐν τῇ διαιρέσει καὶ ἐν τῇ τῶν διαιρεμάτων προσθέσει γίνεσθαι δυνατόν. ὅλως δὲ οὐδὲ ὁ Ἀριστοτέλης φαίνεται τὴν εἰς ἴσα διαίρεσιν αἰτιασάμενος τοῦ ἀπείρου. μήποτε οὖν ἐν πάσῃ τομῇ τὸ ἄρτιον αἴτιόν ἐστι πάσης διαιρέσεως·1 πᾶσα γὰρ τομὴ μία οὖσα εἰς δύο διαιρεῖ τὸ τεμνόμενον ἤτοι ἴσα ἢ ἄνισα. ἐπειδὴ οὖν ἡ τομὴ εἰς δύο ἀεὶ γινομένη τὸ ἐπ’ ἄπειρον ποιεῖ, ἀρχὴ δὲ τοῦ ἀρτίου ἡ δυάς, διὰ τοῦτο τὸ ἄπειρον κατὰ τὸ ἄρτιον ἔλεγον. ὁμοίως δὲ καὶ τῆς προσθήκης τὸ ἄρτιον αἴτιον· ἓν γὰρ ἑνὶ προστίθεται. διὰ τοῦτο δὲ καὶ ὁ Ἀριστοτέλης τὸ ἄρτιον ἐναπολαμβανόμενον καὶ ὑπὸ τοῦ περιττοῦ περαινόμενον παρέχειν φησὶ τοῖς οὖσι τὴν ἀπειρίαν.2 καὶ γὰρ τὸ διαιρετὸν εἶναι ἐπ’ ἄπειρον διὰ τὸ ἄρτιον ἔχει ἕκαστον τῶν σωμάτων ἐναπειλημμένον καὶ οἷον ὑποκεκρυμμένον ἐν ἑαυτῷ· δυνάμει γὰρ καὶ οὐκ ἐνεργείᾳ ἔχει τὰς τομὰς τὰς ἐπ’ ἄπειρον. διὸ καὶ ἐναπειλῆφθαί φησι τὸ ἄρτιον καὶ παρέχειν τοῖς οὖσι τὴν ἀπειρίαν. καθόσον δὲ ἕκαστον τῶν διαιρεμάτων ἔν τισίν ἐστι, καὶ αὐτὸ ἕκαστον ὅπερ ἐστὶν ὑπὸ τοῦ περιττοῦ ἀεὶ περαίνεται [ἡ τοῦ ἀρτίου ἀπειρία] καὶ ἐν τῷ σωματοειδεῖ παντὶ τῶν αἰσθητῶν ἕκαστον, κατὰ μὲν τὴν ὕλην καὶ τὸ ὑποκείμενον διαιρετόν ἐστι καὶ ταύτῃ ἄρτιόν τε καὶ ἄπειρον, κατὰ δὲ τὸ εἶναι τόδε τι ὥρισταί τε καὶ ἀδιαίρετόν ἐστι καὶ ταύτῃ περιττόν.
“有些人认为无限是偶数,直至:而柏拉图则设定了两个无限,即大与小。” 亚里士多德在说明了毕达哥拉斯派与柏拉图把无限设定在何物之中——即前者设定在可感物中以及天外,而后者设定在可感物中以及理念中——之后,现在补充说明了他们各自所说的无限是什么,首先论述毕达哥拉斯派。他们称偶数为无限,“是因为一切偶数,如阐释者们所言,皆被分割为相等的部分,而被分割为相等部分者依二分法是无限的;因为分割为相等部分和半数走向无限;但奇数被加上后则限定了它;因为它阻碍了其向相等部分的分割。”阐释者们便是这样依向相等部分的分割而把无限归于偶数的,而且显然,他们并非在数上、而是在量度上理解向无限的切分。因为在数中,并非一切偶数都能长久地被分割为相等部分,即便可分割者在达到单子时也会使切分终止;但在量度上,即便分割不是向相等部分进行的,又有何物阻碍剩余者总是被分割呢?因为例如所取之物的三分之一,再次将其分割为三分之二和三分之一是可能的。而这无论在分割中还是在被分割部分的相加中,都能够走向无限。总的说来,亚里士多德似乎也没有将向相等部分的分割归咎为无限的原因。因此,难道不是在每一次切分中,偶数才是一切分割的原因吗?因为每一次切分虽是一,却将受切分者分成二,或相等或不相等。既然总是向二的切分造就了走向无限者,而偶数的始基是二项,他们正是因此而依偶数来称述无限。同样,偶数也是相加的原因;因为一被加于一。正是因此,亚里士多德也说偶数由于被包摄于内并被奇数限定,从而向存在者提供了无限性。因为各个物体之所以由于偶数而是无限可分的,是因为偶数被包摄、且宛如隐藏于其自身之内;因为它是潜在地而非现实地具有走向无限的切分。因此他也说偶数已被包摄于内,并向存在者提供了无限性。而且,只要各个被分割的部分存在于某些事物之中,且各个其自身所是者总是被奇数所限定,在整个物体性的领域中,可感事物中的每一个就质料和底层而言都是可分的,并在此方面是偶数且无限的,但就作为某个特定的这一个而言则是被限定的且不可分的,并在此方面是奇数。
- 3.27μήποτε οὖν ἐν πάσῃ τομῇ τὸ ἄρτιον αἴτιόν ἐστι πάσης διαιρέσεως
μήποτε 连用直陈式(此处为 ἐστι)构成惯用表达,表示委婉的主张或推测(“难道不是……吗”、“或许……”)。此处用以引出辛普利丘本人对阐释者们“等分说”的修正方案。
- 3.27τὸ ἄρτιον ἐναπολαμβανόμενον καὶ ὑπὸ τοῦ περιττοῦ περαινόμενον παρέχειν φησὶ τοῖς οὖσι τὴν ἀπειρίαν
属于由 φησί 引出的间接引语结构(省略的主语为亚里士多德),不定式 παρέχειν 的宾格主语为 τὸ ἄρτιον。两个被动分词 ἐναπολαμβανόμενον(“被包摄于内”)与 περαινόμενον(“被限定”)与 τὸ ἄρτιον 一致,作伴随或方式的状语分词。
