← 辛普里丘

亚里士多德《物理学》注释

§454.3-455.14

柏拉图的大与小及不定之二项原理

辛普里丘引用波菲利与阿佛洛狄西亚的亚历山大的证词,阐明柏拉图哲学中的“大与小”及“不定之二项”如何被视作无限的始基,并被定位为数与理念的构成元素。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.26#2

οὐ γὰρ ἂν εἰς ἀδιαίρετόν γε ἔλθοιμέν ποτε μέρος τέμνοντες· συνεχὲς γάρ ἐστιν ὁ πῆχυς. τὸ δὲ συνεχὲς διαιρεῖται εἰς ἀεὶ διαιρετά. ἡ δὴ τοιαύτη ἀδιάλειπτος τομὴ δηλοῖ τινα φύσιν ἀπείρου κατακεκλεισμένην ἐν τῷ πήχει, μᾶλλον δὲ πλείους, τὴν μὲν ἐπὶ τὸ μέγα προϊοῦσαν τὴν δὲ ἐπὶ τὸ μικρόν. ἐν τούτοις δὲ καὶ ἡ ἀόριστος δυὰς ὁρᾶται ἔκ τε τῆς ἐπὶ τὸ μέγα καὶ τῆς ἐπὶ τὸ μικρὸν μονάδος συγκειμένη. καὶ ὑπάρχει ταῦτα τοῖς τε συνεχέσι σώμασι καὶ τοῖς ἀριθμοῖς· ἀριθμὸς μὲν γὰρ πρῶτος ἡ δυὰς ἄρτιος, ἐν δὲ τῇ φύσει τοῦ ἀρτίου τό τε διπλάσιον ἐμπεριέχεται καὶ τὸ ἥμισυ, ἀλλὰ τὸ μὲν διπλάσιον ἐν ὑπεροχῇ, τὸ δὲ ἥμισυ ἐν ἐλλείψει. ὑπεροχὴ οὖν καὶ ἔλλειψις ἐν τῷ ἀρτίῳ. πρῶτος δὲ ἄρτιος ἐν ἀριθμοῖς ἡ δυάς, ἀλλὰ καθ’ αὑτὴν μὲν ἀόριστος, ὡρίσθη δὲ τῇ τοῦ ἑνὸς μετοχῇ. ὥρισται γὰρ ἡ δυὰς καθ’ ὅσον ἕν τι εἶδός ἐστι. στοιχεῖα οὖν καὶ ἀριθμῶν τὸ ἓν καὶ ἡ δυάς, τὸ μὲν περαῖνον καὶ εἰδοποιοῦν, ἡ δὲ ἀόριστος καὶ ἐν ὑπεροχῇ καὶ ἐλλείψει.” ταῦτα ὁ Πορφύριος εἶπεν αὐτῇ σχεδὸν τῇ λέξει, διαρθροῦν ἐπαγγειλάμενος τὰ ἐν τῇ Περὶ τἀγαθοῦ συνουσίᾳ αἰνιγματωδῶς ῥηθέντα, καὶ ἴσως ὅτι σύμφωνα ἐκεῖνα ἦν τοῖς ἐν Φιλήβῳ γεγραμμένοις. καὶ ὁ Ἀλέξανδρος δὲ καὶ αὐτὸς ἐκ τῶν Περὶ τἀγαθοῦ λόγων τοῦ Πλάτωνος ὁμολογῶν λέγειν, οὓς ἱστόρησαν Ἀριστοτέλης τε καὶ οἱ ἄλλοι τοῦ Πλάτωνος ἑταῖροι, τάδε γέγραφε· “ζητῶν γὰρ τὰς ἀρχὰς τῶν ὄντων ὁ Πλάτων, ἐπεὶ πρῶτος ὁ ἀριθμὸς ἐδόκει αὐτῷ τῇ φύσει εἶναι τῶν ἄλλων1 (καὶ γὰρ τῆς γραμμῆς τὰ πέρατα σημεῖα, τὰ δὲ σημεῖα εἶναι μονάδας θέσιν ἐχούσας, ἄνευ τε γραμμῆς μήτε ἐπιφάνειαν εἶναι μήτε στερεόν, τὸν δὲ ἀριθμὸν καὶ χωρὶς τούτων εἶναι δύνασθαι), ἐπεὶ τοίνυν πρῶτος τῶν ἄλλων τῇ φύσει ὁ ἀριθμός, ἀρχὴν τοῦτον ἡγεῖτο εἶναι καὶ τὰς τοῦ πρώτου ἀριθμοῦ ἀρχὰς καὶ παντὸς ἀριθμοῦ ἀρχάς. πρῶτος δὲ ἀριθμὸς ἡ δυάς, ἧς ἀρχὰς ἔλεγεν εἶναι τό τε ἓν καὶ τὸ μέγα καὶ τὸ μικρόν. καθὸ γὰρ δυάς ἐστι, πλῆθος καὶ ὀλιγότητα ἔχειν ἐν ἑαυτῇ· καθὸ μὲν τὸ διπλάσιον ἔστιν ἐν αὐτῇ, πλῆθος (πλῆθος γὰρ καὶ ὑπεροχὴ καὶ μέγεθός τι τὸ διπλάσιον), καθὸ δὲ ἥμισυ, ὀλιγότητα. διὸ ὑπεροχὴν καὶ ἔλλειψιν καὶ μέγα καὶ μικρὸν εἶναι ἐν αὐτῇ κατὰ ταῦτα. καθὸ δὲ ἑκάτερόν τε αὐτῆς τῶν μορίων μονὰς καὶ αὕτη ἕν τι εἶδός ἐστι τὸ δυαδικόν, μονάδος αὐτὴν μετέχειν. διὸ ἀρχὰς τῆς δυάδος ἔλεγε τὸ ἓν καὶ τὸ μέγα καὶ τὸ μικρόν. ἀόριστον δὲ δυάδα ἔλεγεν αὐτὴν τῷ μεγάλου καὶ μικροῦ μετέχουσαν ἤτοι μείζονος καὶ ἐλάττονος τὸ μᾶλλον καὶ τὸ ἧττον ἔχειν.2 κατὰ γὰρ ἐπίτασιν καὶ ἄνεσιν προϊόντα ταῦτα οὐχ ἵσταται, ἀλλ’ ἐπὶ τὸ τῆς ἀπειρίας ἀόριστον προχωρεῖ. ἐπεὶ οὖν πρῶτος ἀριθμῶν ἡ δυάς, ταύτης δὲ ἀρχαὶ τὸ ἓν καὶ τὸ μέγα καὶ μικρόν, καὶ παντὸς ἀριθμοῦ ταύτας ἀρχὰς εἶναι ἀνάγκη. οἱ δὲ ἀριθμοὶ στοιχεῖα τῶν ὄντων πάντων. ὥστε καὶ πάντων ἀρχαὶ τὸ ἓν καὶ τὸ μέγα καὶ μικρὸν ἤτοι ἡ ἀόριστος δυάς. καὶ γὰρ ἕκαστος τῶν ἀριθμῶν καθόσον μὲν ὅδε τίς ἐστι καὶ εἷς καὶ ὡρισμένος, τοῦ ἑνὸς μετέχει, καθόσον δὲ διαιρεῖται καὶ πλῆθός ἐστι, τῆς ἀορίστου δυάδος. ἔλεγε δὲ καὶ τὰς ἰδέας ὁ Πλάτων ἀριθμούς. εἰκότως ἄρα τὰς ἀρχὰς τοῦ ἀριθμοῦ καὶ τῶν ἰδεῶν ἀρχὰς ἐποίει. τὴν δὲ δυάδα τοῦ ἀπείρου φύσιν ἔλεγεν, ὅτι οὐχ ὥρισται τὸ μέγα καὶ μικρὸν ἤτοι τὸ μεῖζον καὶ ἔλαττον, ἀλλ’ ἔχει τὸ μᾶλλον καὶ ἧττον, ἅπερ εἰς ἄπειρον πρόεισιν.” οὕτως οὖν εἰπὼν ὁ Ἀριστοτέλης ἐν τίσι μὲν οἱ Πυθαγόρειοι, ἐν τίσι δὲ ὁ Πλάτων ἐτίθετο τὸ ἄπειρον, ἐφεξῆς ἱστορεῖ τί τὸ ἄπειρον ἔλεγον οἱ Πυθαγόρειοι καὶ διὰ τί.

因为我们在分割时绝不可能到达不可分的部分;因为这一肘是连续体。而连续体被分割为总是可分的部分。因此,这种不间断的分割表明在这一肘中封闭着某种无限的本性,或者更确切地说是多种本性:一种走向大,另一种走向小。在这些之中,还可以看到由朝向大的单子与朝向小的单子所构成的不定之二项。而这些既属于连续的物体,也属于数;因为二项是第一个偶数,而在偶数的本性中既包含着倍,也包含着半,但倍属于过度,半属于不足。因此过度与不足存在于偶数之中。而在数之中第一个偶数是二项,但就其自身而言它是未限定的,并通过对一的分有而得到限定。因为二项仅在它作为某种单一形相的范围内被限定。因此,数的元素也是一与二项:一者是限定的且赋予形相的,另一者则是未限定的、且处于过度与不足之中的。”波菲利几乎就是用这些原话述说的,他承诺要分节阐明在《论善》的聚会中所谜样讲出的内容,或许也因为那些内容与《斐利布篇》中的记述相符。而亚历山大本人也承认根据亚里士多德及柏拉图的其他学友所记录的柏拉图《论善》的讲演发言,记述如下:“因为柏拉图在探求存在者的始基时,既然在他看来数在本性上先于其他事物(因为线的界限是点,而点是具有位置的单子,没有线既无平面亦无立体,而数即使没有这些也能够存在)——既然数在本性上先于其他事物,他便认为数是始基,并认为第一数的始基也就是一切数的始基。而第一数是二项,他称二项的始基是一以及大与小。因为就其为二项而言,其自身中具有多数与少数:就倍存在于其中而言,具有多数(因为倍是多数、过度与某种量度);就半存在于其中而言,具有少数。因此依这些属性,过度与不足、大与小存在于其中。但就其各个部分皆为单子、且其自身为某种单一形相(即二项的形相)而言,它分有了单子。因此他称二项的始基是一以及大与小。而他称其为不定之二项,是因为它由于分有大与小(即较大与较小)而具有‘较多’与‘较少’。因为依增强与缓和而行进的这些东西并不停顿,而是走向无限性的不定。既然二项是数中的第一者,且其始基是一以及大与小,那么这些必然也是一切数的始基。而数是一切存在者的元素。因此,万物的始基也是一以及大与小,即不定之二项。因为每一个数就其为某个特定的、单一的且被限定者而言,分有了一;就其被分割且为多数而言,分有了不定之二项。而且柏拉图还说理念是数。因此他自然也就把数的始基当作了理念的始基。而他称二项为无限的本性,是因为大与小(即较大与较小)未被限定,而是具有走向无限的‘较多’与‘较少’。”亚里士多德在这样说明了毕达哥拉斯派在何物中、柏拉图又在何物中设定无限之后,接着记述了毕达哥拉斯派所说的无限是什么以及为何如此。

语法注2 条
  1. 3.26ἐπεὶ πρῶτος ὁ ἀριθμὸς ἐδόκει αὐτῷ τῇ φύσει εἶναι τῶν ἄλλων

    在从属从句 ἐπεὶ... ἐδόκει 之后插入了括号内的理由论证(καὶ γὰρ τῆς γραμμῆς...),因而在进入主句之前,以 ἐπεὶ τοίνυν πρῶτος τῶν ἄλλων τῇ φύσει ὁ ἀριθμός 重新唤起(复述)了相同的前提。句子的骨架为:“既然在他看来数在本性上居先(……),既然数居先,他便认为它是始基(ἀρχὴν τοῦτον ἡγεῖτο εἶναι)”。

  2. 3.26τῷ μεγάλου καὶ μικροῦ μετέχουσαν ἤτοι μείζονος καὶ ἐλάττονος τὸ μᾶλλον καὶ τὸ ἧττον ἔχειν

    与格定冠词 τῷ 与不定式短语 τὸ μᾶλλον καὶ τὸ ἧττον ἔχειν 结合,构成表原因/方式的与格(“因为具有‘较多’与‘较少’”)。分词 μετέχουσαν 与不定式逻辑主语 δυάδα(先行词为代词 αὐτήν)在性、数、格上一致(阴性单数宾格),表示附带状况或原因(“通过分有……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:454.3-455.14