- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:456.15-458.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了毕达哥拉斯派如何通过把矩尺(奇数)加于平方数能保持其形式,而把偶数加于平方数则改变其形式,来论证偶数的无限性,评述了亚历山大的阐释并提出了自己的见解,随后过渡到柏拉图将大与小(不定二项)视为无限的学说。
Σημεῖον δὲ τοῦ τὸν μὲν περιττὸν ἀριθμὸν εἰδοποιὸν καὶ περατωτικὸν εἶναι, τὸν δὲ ἄρτιον ὑλικὸν καὶ ἀπειροειδῆ, οἱ Πυθαγόρειοι ποιοῦνται τὸ συμβαῖνον ἐπὶ τῆς τῶν ἀριθμῶν προσθέσεως· οἱ μὲν γὰρ περισσοὶ προστιθέμενοι ἑξῆς τῷ τετραγώνῳ ἀριθμῷ φυλάσσουσιν αὐτὸν τετράγωνον καὶ ἰσάκις ἴσον κατὰ δὲ τὸ ποσὸν μόνον ηὐξημένον, ὁ δὲ ἄρτιος προστιθέμενος ἀεὶ τῷ τετραγώνῳ ἐναλλάσσει τὸ εἶδος ἑτερομήκη ποιῶν, ἄλλοτε κατ’ ἄλλην πλευρὰν παρηυξημένον. ἐκκείσθωσαν γὰρ οἱ ἀπὸ μονάδος ἑξῆς ἀριθμοὶ ἄχρι τῆς δεκάδος α β γ δ ε ϛ ζ η θ ι. τούτων δῆλον ὅτι ἡ μονὰς πρῶτος περισσὸς καὶ τετράγωνος πρῶτος (ἅπαξ γὰρ ἓν ἕν), τῶν δὲ ἐκκειμένων περισσοὶ μὲν κατὰ τὴν μονάδα οἱ γ ε ζ θ, ἄρτιοι δὲ οἱ β δ ϛ η ι. ἐὰν οὖν προσθῶμεν τῇ μονάδι πρώτῃ οὔσῃ τετραγώνῳ τὰ γ, γίνεται ὁ δ τετράγωνος ἀπὸ πλευρᾶς τῶν δύο. καὶ πάλιν τῷ δ τετραγώνῳ ἐὰν προσθῶμεν τὸν ἐφεξῆς περιττὸν ε, γίνεται ὁ θ καὶ αὐτὸς τετράγωνος. εἰ δὲ καὶ τούτῳ τὸν ζ προσθῶμεν, ὁ ἐφεξῆς τετράγωνος ὁ ις γίνεται, κἂν τούτῳ τὸν θ, γίνεται ὁ κ̄ε̄. πάντες ἑξῆς τετράγωνοι καὶ ἰσάκις ἴσοι. ἐὰν δὲ τῇ μονάδι τετραγώνῳ προσθῶμεν τὸν β, γίνεται ὁ γ οὐκέτι τετράγωνος, κἂν τῇ τετράδι τετραγώνῳ οὔσῃ προσθῶμεν ἢ τὸν δ ἢ τὸν ϛ, γίνεται ὁ η ἢ ὁ ι ἑτερομήκεις ὄντες. δὶς γὰρ δ η δὶς ε αἱ πλευραί. καὶ δῆλον ὅτι τὸ μὲν φυλάττειν τὸ αὐτὸ εἶδος καὶ τὸ ἰσάκις ἴσους ποιεῖν πρὸς τοῦ πέρατός ἐστι, τὸ δὲ μὴ φυλάσσειν τὸ αὐτὸ εἶδος καὶ τὸ ἑτερομήκη ποιοῦντα [ἀλλὰ] ἄλλοτε κατ’ ἄλλο παραυξάνειν εἶδος πρὸς τῆς ἀπειρίας ἐστί.1 γνώμονας δὲ ἐκάλουν τοὺς περιττοὺς οἱ Πυθαγόρειοι, διότι περιτιθέμενοι τοῖς τετραγώνοις τὸ αὐτὸ σχῆμα διαφυλάττουσιν, ὥσπερ καὶ οἱ ἐν γεωμετρίᾳ γνώμονες. τὰ γὰρ δύο παραπληρώματα σὺν τῷ ἑνὶ τῶν περὶ τὴν αὐτὴν διάμετρον παραλληλογράμμων γνώμονα καλοῦσιν, ὃς τῷ ἑτέρῳ τῶν περὶ τὴν αὐτὴν διάμετρον παραλληλογράμμων προστιθέμενος ὅμοιον τὸ ὅλον ποιεῖ ἐκείνῳ, ᾧ προσετέθη. γνώμονες οὖν καὶ οἱ περιττοὶ ἀριθμοὶ λέγονται, ὅτι προστιθέμενοι τοῖς ἤδη οὖσι τετραγώνοις τηροῦσιν ἀεὶ τὸ τετράγωνον. περιτιθεμένων οὖν περὶ τὸν ἕνα ἀριθμὸν τὸν τετράγωνον ποτὲ μὲν χωρὶς τῶν γνωμόνων, τουτέστι τῶν μονάδων κατὰ τὸ ἑξῆς † περιττὸν ἀριθμῶν (οὗτοι γὰρ ἦσαν γνώμονες), ποτὲ δὲ χωρὶς τῶν ἀρτίων, ὅτε μὲν οὗτοι προστεθῶσιν, ἄλλο ἀεὶ γίνεται τὸ εἶδος παρὰ τὸ ἐξ ἀρχῆς, ὅτε δὲ οἱ γνώμονες, ἓν τὸ αὐτὸ τῷ προτέρῳ. καλῶς δὲ καὶ οὕτως ἐπέβαλε τῇ ἐξηγήσει ὁ Ἀλέξανδρος, ὅτι τὸ μὲν περιτιθεμένων τῶν γνωμόνων τὴν κατὰ τοὺς περιττοὺς ἀριθμοὺς σχηματογραφίαν ἐνδείκνυται, τὸ δὲ καὶ χωρὶς τὴν ἀριθμητικὴν προσθήκην χωρὶς περιθέσεως σχηματικῆς γινομένην ἐπὶ τῶν ἀρτίων· καὶ γὰρ ἔθος ἐστὶ τοῖς Πυθαγορείοις σχηματογραφεῖν. καὶ κατὰ τὰς τῶν μονάδων περιθέσεις οὕτωσί πως γράψαντες τὸ α στοιχεῖον περιτιθέασιν αὐτῷ τρία α γνωμονικῶς, καὶ γίνεται δ τετραγωνικῶς ἐσχηματισμένα οὕτως· Εἶτα πάλιν τούτοις πέντε α περιτιθέντες ἀντὶ πέντε μονάδων γνωμονικῶς μεῖζον ποιοῦσι τετράγωνον τρία τὴν πλευρὰν ἔχον. Ἡ δὲ τῶν ἀρτίων περίθεσις οὐ ποιεῖ τὸ σχῆμα ὡρισμένον. διὸ τοὺς ἀρτίους 〈οὐ〉 περιτίθεσθαι βούλεται ὡς τοὺς περιττοὺς ἐν καταγραφῇ, ἀλλ’ ἀριθμητικῶς προστίθεσθαι. ὥστε τὸ καὶ χωρὶς ἀντὶ τοῦ καὶ χωρὶς περιθέσεως κατὰ προσθήκην ἐπὶ τῶν ἀρτίων ἀκούειν.2 μήποτε δὲ ἄμφω περὶ ἀμφοῖν ἀκούειν δυνατὸν3 καὶ τὸ περιτιθεμένων τῶν γνωμόνων καὶ τὸ χωρὶς περί τε τῶν περιττῶν καὶ τῶν ἀρτίων, ἵνα ᾖ λέγων, ὅτι καὶ ἐν ταῖς γνωμονικαῖς περιθέσεσι καὶ πάλιν χωρὶς ἐν ταῖς ἀριθμητικαῖς συνθέσεσι καὶ τῶν περιττῶν καὶ τῶν ἀρτίων ἔστιν ἰδεῖν τοὺς μὲν περιττοὺς ὅμοια φυλάττοντας, τοὺς δὲ ἀρτίους ἀνόμοια ποιοῦντας. κἂν γὰρ μὴ κυρίως γνώμονες οἱ ἄρτιοι λέγωνται ὡς οὐ φυλάττοντες τὸ αὐτὸ εἶδος, ἀλλ’ οὖν περιτιθέμενοι ὡς γνώμονες καὶ ἐν τῇ σχηματογραφίᾳ τὸ ἀνόμοιον δηλοῦσι. περὶ τὸ ἓν δὲ περιτιθεμένων τῶν γνωμόνων εἶπεν ἢ ὅτι περὶ μονάδα ἡ πρώτη περίθεσις γίνεται ἢ ὅτι ὡς περὶ ἕνα ἀριθμὸν γίνεται ἀεὶ ἡ τῶν πλειόνων μονάδων περίθεσις. εἰπὼν δὲ τί τὸ ἄπειρον ἔλεγον οἱ Πυθαγόρειοι, ὅτι τὸ ἄρτιον, ἐπάγει καὶ τί ὁ Πλάτων ἔλεγεν, ὅτι τὸ μέγα καὶ μικρὸν ἤτοι τὸ μεῖζον καὶ ἔλαττον· ἐπ’ ἄπειρον γὰρ ἑκάτερον αὐτῶν πρόεισιν. οὐ μέντοι ἰδίᾳ ἑκάτερον ἐλάμβανεν, ἀλλ’ ἅμα μέγα καὶ μικρὸν τὸ αὐτὸ λέγων, ἣν καὶ ἀόριστον δυάδα ἐκάλει, εἴτε τὴν ὕλην οὕτως καλῶν εἴτε τὴν τοῦ ἀπείρου συστοιχίαν. διὸ καὶ ἐν ταῖς ἰδέαις αὐτὴν ὡς ἐν ἀριθμοῖς καὶ τούτοις ἐτίθετο.
奇数是赋予形式且具有限定作用的,而偶数则是质料性的且属于无限之列的,毕达哥拉斯派把数在相加中所发生的事情作为对此的明证。因为奇数相继加于平方数时,能保持其为平方数且为等数相乘,而仅在数量上增加;但偶数总是加于平方数时,则改变其形式而造成长方形数,且时而沿着这一边、时而沿着另一边被增广。因为且把从单子直至十的一串相继之数列出:α、β、γ、δ、ε、ϛ、ζ、η、θ、ι。在这些数中,显然单子是第一个奇数,也是第一个平方数(因为一乘一得一),而在列出的数中,单子之后的奇数是 γ、ε、ζ、θ,偶数则是 β、δ、ϛ、η、ι。因此,如果我们把 γ 加于作为第一个平方数的单子上,就生成了边长为二的平方数 δ。再次,如果我们把相继的奇数 ε 加于平方数 δ 上,就生成了 θ,它本身也是平方数。而若我们再把 ζ 加于其上,就生成了相继的平方数 ις;若再把 θ 加于其上,就生成了 κ̄ε̄。所有这些相继的数都是平方数且为等数相乘。但若我们把 β 加于作为平方数的单子上,就生成了 γ,不再是平方数;若我们在四作为平方数时把 δ 或 ϛ 加于其上,就生成了 η 或 ι,它们都是长方形数。因为二乘四为 η,二乘五为 ι 是它们的边长。显然,保持相同的形式并使之成为等数相乘属于极限,而不保持相同的形式、造成长方形数并在每次依不同的形式增广则属于无限。毕达哥拉斯派称奇数为矩尺,是因为它们被环绕放置于平方数时能保持相同的图形,正如几何学中的矩尺一样。因为几何学把两个补形与环绕同一直径的平行四边形中的一个合称为矩尺,当它被加于环绕同一直径的另一个平行四边形时,便使整体与被加的那个相似。因此奇数也被称为矩尺,因为它们加于已存在的平方数时总是维持平方数。因此,当围绕作为平方数的一,时而是矩尺,即按相继顺序作为奇数的单子(因为这些就是矩尺),被单独环绕放置,时而是偶数被单独环绕放置时,每当加上这些偶数,总是生成不同于最初的另一种形式,而每当加上矩尺,则生成与先前相同的一种形式。亚历山大在阐释中这样理解也是恰当的:即“当矩尺被环绕放置时”指示着按奇数进行的图形描绘,而“以及离开”则指示着在偶数上离开图形描绘的环绕放置而进行的算术相加;因为毕达哥拉斯派习惯于描绘图形。在单子的环绕放置中,他们大致这样写下字母 α,并依矩尺之形环绕它放置三个 α,如此便生成了呈方形的 δ: 接着,他们又代替五个单子依矩尺之形环绕它们放置五个 α,从而造成以三为边的更大平方数。然而偶数的环绕放置并不造成确定的图形。因此他认为偶数不会像图面中的奇数那样被环绕放置,而是按算术方式相加。以至于应当将偶数上的“以及离开”理解为“离开环绕放置而依照相加”。然而,难道不能把这两者,即“当矩尺被环绕放置时”和“离开”,都就奇数和偶数双方来理解吗?从而他的意思是说,无论在矩尺式的环绕放置中,还是再者离开〔环绕放置〕而在奇数与偶数的算术组合中,都可以看到奇数保持相似者,而偶数造成不相似者。因为即便偶数由于不保持相同形式而不能严格地被称为矩尺,但无论如何,它们若像矩尺一样被环绕放置,在图形描绘中也表明了不相似。而他说矩尺“围绕一被环绕放置”,或者是由于最初的环绕放置是围绕单子进行的,或者是由于多个单子的环绕放置总是如同围绕着一个数进行的。〔亚里士多德〕在说明了毕达哥拉斯派称无限是什么(即偶数)之后,又补充了柏拉图所说的,即大与小,也就是较大与较小;因为它们中的每一个都走向无限。然而〔柏拉图〕并不是把它们各自孤立看待,而是把同一个事物同时称为大与小,他也将其称为不定二项,无论他这样称呼的是质料还是无限的对应列。因此他也把这设定在理念中,正如设定在数中一样,并且也设定在这些事物中。
- 3.27πρὸς τοῦ πέρατός ἐστι ... πρὸς τῆς ἀπειρίας ἐστί
介词 πρός 支配属格,在此作习惯用法,表示“属于……的方面”或“具有……的特征”。它将两个作主语的带冠词不定词短语(τὸ μὲν φυλάττειν... 与 τὸ δὲ μὴ φυλάττειν...)分别归属于 πέρας(极限)与 ἀπειρία(无限)。
- 3.28ὥστε τὸ καὶ χωρὶς ἀντὶ τοῦ καὶ χωρὶς περιθέσεως κατὰ προσθήκην ἐπὶ τῶν ἀρτίων ἀκούειν
由 ὥστε 引导带不定词 ἀκούειν(在此意为“理解为”、“解释为”)的结果从句。它说明了亚历山大对亚里士多德原文短语 καὶ χωρὶς(“以及离开”)的理解,即在偶数上理解为“离开图形周置而依照相加”。
- 3.28μήποτε δὲ ἄμφω περὶ ἀμφοῖν ἀκούειν δυνατὸν
μήποτε 引导委婉的提议或推测(“难道不是或许……吗?”),引出对亚历山大见解的替代方案。无人称的 δυνατὸν [ἐστι] 支配不定词 ἀκούειν,ἄμφω(“两个短语”)为宾语,περὶ ἀμφοῖν(“关于两者/两类数”)为介词短语。
