← 辛普里丘

亚里士多德《物理学》注释

§452.19-454.3

前人关于无限的见解与其实体说之分歧

辛普里丘注解亚里士多德引述早期自然哲学家见解以确证研究无限之必要性的段落(202b36),梳理了将无限视作实体(毕达哥拉斯派与柏拉图)还是偶性的分歧,以及柏拉图与毕达哥拉斯派在天外之无限及数的问题上的差异和《论善》的讲演记录。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.26#1

" Σημεῖον δὲ ὅτι ταύτης τῆς ἐπιστήμης οἰκεία ἡ θεωρία ἡ περὶ αὐτοῦ ἕως τοῦ καὶ ἐν ἐκείναις εἶναι." Ὅτι οἰκεία τῇ περὶ φύσεως ἐπιστήμῃ ἡ τοῦ ἀπείρου θεωρία μετὰ τὴν ἀπὸ τῶν πραγμάτων πίστιν καὶ ἀπὸ τῆς τῶν κλεινοτέρων φυσιολόγων δόξης βεβαιοῦται, ὥσπερ εἴωθε, δεικνὺς ὅτι οὐχ οἱ τυχόντες, ἀλλ’ οἱ ἀξιολόγως ἁψάμενοι φυσιολογίας, καὶ οὗτοι οὐ παρέργως ἐζήτησαν περὶ τοῦ ἀπείρου, ἀλλὰ πάντες ὡς ἀρχήν τινα τῶν ὄντων τιθέασι τὸ ἄπειρον, ὥστε τοῖς περὶ φυσικῶν ἀρχῶν πραγματευομένοις ἀναγκαῖον καὶ περὶ ἀπείρου διαλεχθῆναι. ἐφεξῆς δὲ καὶ τὰς διαφοράς, ἃς ἔσχον οἱ πρότεροι περὶ τὰς τοῦ ἀπείρου δόξας, ἐκτίθεται, καὶ τὴν κοινότητα. καὶ λέγει πρώτην διαφοράν, καθ’ ἣν οἱ μὲν οὐσίαν τινὰ καθ’ αὑτὴν τὸ ἄπειρον ὑπέθεντο καὶ οὐ συμβεβηκὸς ἑτέρῳ, ὥσπερ οἱ Πυθαγόρειοι καὶ ὁ Πλάτων κοινωνοῦντες ἀλλήλοις κατὰ τοῦτο. συμβεβηκὸς δέ τινι τὸ ἄπειρον ἐποίουν οἱ πλεῖστοι τῶν φυσικῶν, οἱ μὲν ἀέρα ἄπειρον ὑποτιθέντες ὡς Ἀναξιμένης καὶ Διογένης, οἱ δὲ ὕδωρ ὡς Θαλῆς, οἱ δὲ τὸ μεταξὺ ὡς Ἀναξίμανδρος· καὶ οὗτοι μὲν καὶ οἱ τοιοῦτοι μεγέθει τὸ ἄπειρον λέγοντες. οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον τῷ πλήθει τῶν ἀρχῶν τὸ ἄπειρον συμβεβηκέναι φασίν, ὁ μὲν τῶν ὁμοιομερειῶν, ὁ δὲ τῶν ἀτόμων. πλὴν ὅτι καὶ μεγέθει τὸ ἄπειρον οὗτοι λέγειν ἀναγκάζονται. διαφέρουσι δέ, φησίν, ὅ τε Πλάτων καὶ οἱ Πυθαγόρειοι, καθόσον οἱ μὲν Πυθαγόρειοι ἐν τοῖς αἰσθητοῖς ἐτίθεντο τὸ ἄπειρον καὶ οὐ χωριστόν (καὶ γὰρ ἐν τοῖς ἀριθμοῖς τὸ ἄπειρον εἶναι λέγουσι),1 τὸν δὲ ἀριθμὸν καὶ ὅλως τὰ μαθηματικὰ νοεῖσθαι μὲν καθ’ ἑαυτά φασι, μὴ ὑφεστάναι δὲ καθ’ ἑαυτά, ἀλλ’ ἐν τοῖς αἰσθητοῖς εἶναι καὶ ἴσως ἐκεῖνον τὸν ἀριθμόν, ἐν ᾧ τὸ ἄπειρον ἢ τὸ ἐπ’ ἄπειρον θεωροῦσιν, ἐν τοῖς αἰσθητοῖς εἶναί φασιν. οὐ γὰρ δὴ καὶ ἐκεῖνον, ὃν ὑμνοῦντες λέγουσι κέκλυθι κύδιμ’ ἀριθμέ, πάτερ μακάρων, πάτερ ἀνδρῶν, οὐδὲ ὅνπερ Ἵππασος ἀφωρίσατο παράδειγμα πρῶτον ὑπάρχειν τῆς κοσμοποιίας. εἶναι δέ, φησίν, ἐτίθεντο καὶ ἔξωθεν τοῦ οὐρανοῦ τὸ ἄπειρον, δηλονότι οὐκ αἰσθητόν, εἴπερ αὐτὸς ὁ Τίμαιος λέγει μηδὲν σῶμα ἔξωθεν ὑπολειφθῆναι τοῦ κόσμου. ἐοίκασιν οὖν διττὸν λέγειν καὶ τὸν ἀριθμὸν καὶ τὸ ἐν τῷ ἀριθμῷ ἄπειρον, ὅπερ ἔλεγον εἶναι τὸ ἄρτιον, τὸ μὲν αἰσθητὸν τὸ δὲ νοητόν, ὅπερ ἔξωθεν τοῦ οὐρανοῦ ἔλεγον. Ὁ μέντοι Πλάτων ἔξωθεν τοῦ οὐρανοῦ οὐδὲν τίθεται σῶμα λέγων ἐν Τιμαίῳ σαφῶς περὶ τοῦ κόσμου, ὃν ἔξωθεν περιέχει ὁ οὐρανός “ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς ξυνέστησεν αὐτὸν ὁ συνιστὰς μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολιπών”. ἀλλ’ οὐδὲ τὰς ἰδέας ἔξω τοῦ οὐρανοῦ φησιν εἶναι διὰ τὸ μηδέ που εἶναι αὐτὰς μηδὲ ὅλως ἐν τόπῳ, τὸ μέντοι ἄπειρον καὶ ἐν τοῖς αἰσθητοῖς εἶναί φησι καὶ ἐν ταῖς ἰδέαις. ἀρχὰς γὰρ καὶ τῶν αἰσθητῶν τὸ ἓν καὶ τὴν ἀόριστόν φασι δυάδα λέγειν τὸν Πλάτωνα, τὴν δὲ ἀόριστον δυάδα καὶ ἐν τοῖς νοητοῖς τιθεὶς ἄπειρον εἶναι ἔλεγε, καὶ τὸ μέγα δὲ καὶ τὸ μικρὸν ἀρχὰς τιθεὶς ἄπειρον εἶναι ἔλεγεν ἐν τοῖς Περὶ τἀγαθοῦ λόγοις, οἷς Ἀριστοτέλης καὶ Ἡρακλείδης καὶ Ἑστιαῖος καὶ ἄλλοι τοῦ Πλάτωνος ἑταῖροι παραγενόμενοι ἀνεγράψαντο τὰ ῥηθέντα αἰνιγματωδῶς,2 ὡς ἐρρήθη, Πορφύριος δὲ διαρθροῦν αὐτὰ ἐπαγγελλόμενος τάδε περὶ αὐτῶν γέγραφεν ἐν τῷ Φιλήβῳ· “αὐτὸς τὸ μᾶλλον καὶ τὸ ἧττον, καὶ τὸ σφόδρα καὶ τὸ ἠρέμα τῆς ἀπείρου φύσεως εἶναι τίθεται. ὅπου γὰρ ἂν ταῦτα ἐνῇ κατὰ τὴν ἐπίτασιν καὶ ἄνεσιν προϊόντα, οὐχ ἵσταται οὐδὲ περαίνει τὸ μετέχον αὐτῶν, ἀλλὰ πρόεισιν εἰς τὸ τῆς ἀπειρίας ἀόριστον. ὁμοίως δὲ ἔχει καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον καὶ τὰ ἀντ’ αὐτῶν λεγόμενα ὑπὸ Πλάτωνος τὸ μέγα καὶ τὸ μικρόν. ὑποκείσθω γάρ τι μέγεθος πεπερασμένον οἷον πῆχυς, οὗ δίχα διαιρεθέντος εἰ τὸ μὲν ἕτερον ἡμίπηχυ ἄτμητον ἐάσαιμεν, τὸ δὲ ἕτερον ἡμίπηχυ τέμνοντες κατὰ βραχὺ προστιθοῖμεν τῷ ἀτμήτῳ,3 δύο ἂν γένοιτο τῷ πήχει μέρη, τὸ μὲν ἐπὶ τὸ ἔλαττον προϊόν, τὸ δὲ ἐπὶ τὸ μεῖζον ἀτελευτήτως.

“关于它的考察属于这门科学的证据是[……]到:并且也在它们之中。” 关于无限的考察属于自然科学,在根据事实本身进行的证实之后,也照例从更著名的自然哲学家的见解中得到了确证;他表明并不是泛泛之辈,而是显著涉猎自然哲学的人,并且这些人并非附带地探求了关于无限的问题,而是一切人都将无限置为存在者的某种原理,以致于探讨自然原理的人必然也要论述关于无限的问题。 接着,他也阐明了前人在关于无限的见解上所具有的差异以及共通之处。 他说出了第一种差异:根据这种差异,一些人将无限设定为某种就其自身而言的实体,而非某他物的偶性,正如毕达哥拉斯派与柏拉图在这点上彼此相合那样。 然而,大部分自然学家则使无限成为某物的偶性:一些人设定无限的气,如阿那克西美尼和第欧根尼;另一些人设定水,如泰勒斯;另一些人设定中间物,如阿那克西曼德;这些以及此类学者是在量度上谈论无限的。 而阿那克萨戈拉与德谟克利特周围的人则说,无限偶性地属于诸原理的多数:前者属于同质分子的多数,后者属于原子的多数;不过这些人也被迫在量度上谈论无限。 他说,柏拉图与毕达哥拉斯派有所不同,在于毕达哥拉斯派将无限置于可感觉之物中而非与之分离(因为他们确实说无限存在于数之中),并且他们说数以及一般的数学对象虽然就其自身而言被思维,却并非就其自身而言持存,而是存在于可感觉之物中;并且他们大概是说,他们在其内考察无限或向无限进行的那个数,存在于可感觉之物中。 因为他们决不是对他们颂赞时所说的那个数也这样讲的:“听吧,荣耀的数,受祝福的诸神之父,人类之父”,也不是对希帕索斯界定为世界创造之首要范型的那个数这样讲的。 他说,他们还把无限置于天之外,显然不是可感觉的无限,既然蒂迈欧自己就说没有任何物体留在宇宙之外。 因此,他们似乎对数以及数之中的无限(他们曾说这是偶数)作双重的表述:一者是可感觉的,另一者是他们所说的天之外的理智的。 然而柏拉图并未在天之外设定任何物体,他在《蒂迈欧篇》中关于天从外部包围的宇宙明确说道:“因为构成者是由一切火、水、气和土构成了它,未在外部留下任何事物的一部分或能力。” 而且他也绝不说相在天之外,因为相决不在任何地方,也完全不在处所之中;然而他说无限既在可感觉之物中,也在相之中。 因为他们说,柏拉图把一与未定的二也说成是可感觉之物的原理,并且将未定的二也置于理智事物之中,说它是无限的,又在《论善》的讲演中把大和小置为原理,说它们是无限的;亚里士多德、赫拉克利德、赫斯提埃奥斯以及柏拉图的其他同伴出席了这些讲演,并如其所讲的那样,将这些以谜一般的方式说出的话记录了下来;而波菲利承诺阐明这些内容,在论《斐利布篇》中就它们写下了如下文字: “他自己将‘更’与‘较’、‘剧烈’与‘轻微’置为属于无限的本性。因为凡是这些按照加强和减弱而行进所存在的地方,分有它们的事物既不停留也不设定界限,而是行进到无限性的未定之中。‘较大’与‘较小’以及柏拉图用以代替它们的‘大’与‘小’也是如此。因为设想某个有限的量度,比如一肘;在将其平分之后,如果我们让其中一个半肘保持不被切割,而将另一个半肘不断切割并一点一点地加到未被切割的部分上,那么对于这一肘而言就会产生两个部分:一个无止境地向着较小行进,另一个无止境地向着较大行进。”

语法注3 条
  1. 3.26οὐ γὰρ δὴ καὶ ἐκεῖνον, ὃν ὑμνοῦντες λέγουσι

    在 οὐ γὰρ δὴ καὶ ἐκεῖνον 之后,省略了与前句中的 ἐν τοῖς αἰσθητοῖς εἶναί φασιν(“他们说它存在于可感觉之物中”)相当的谓词部分。该句结构表明对比:毕达哥拉斯派置于可感事物中的数是指一般的数,而非他们在赞歌中所颂扬的超越的数。

  2. 3.26οἷς Ἀριστοτέλης καὶ Ἡρακλείδης καὶ Ἑστιαῖος καὶ ἄλλοι τοῦ Πλάτωνος ἑταῖροι παραγενόμενοι ἀνεγράψαντο τὰ ῥηθέντα αἰνιγματωδῶς

    关系代词 οἷς 的先行词是前文的介词短语 ἐν τοῖς Περὶ τἀγαθοῦ λόγοις(“在《论善》的讲演中”)。分词 παραγενόμενοι 支配 οἷς(“出席/参与这些讲演”),作亚里士多德、赫拉克利德、赫斯提埃奥斯等主语的伴随修饰语,主动词为 ἀνεγράψαντο(记录)。

  3. 3.26οὗ δίχα διαιρεθέντος εἰ τὸ μὲν ἕτερον ἡμίπηχυ ἄτμητον ἐάσαιμεν, τὸ δὲ ἕτερον ἡμίπηχυ τέμνοντες κατὰ βραχὺ προστιθοῖμεν τῷ ἀτμήτῳ

    关系代词属格 οὗ 指向前文的 μέγεθος(“量度”),与 δίχα διαιρεθέντος 构成属格独立结构(“当它被平分后”)。随后的 εἰ 引导的带希求法的从句(ἐάσαιμεν ... προστιθοῖμεν)与主句带 ἄν 的希求法(δύο ἂν γένοιτο)构成了潜在假定的条件句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:452.19-454.3