- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:451.10-452.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德于《物理学》第三卷第四章(202b30)开启对无限的探讨之际,辛普里丘指明,由于自然事物涉及量度、运动、时间及连续体,对无限的考察必不可少,并阐明了有限与无限的对立何以是状态与缺乏的对立而非矛盾对立。
" Ἐπεὶ δὲ ἔστιν ἡ περὶ φύσεως ἐπιστήμη ἕως τοῦ καὶ εἰ ἔστι, τί ἐστι." Περὶ τῶν κοινῶς πᾶσι τοῖς φυσικοῖς πράγμασι παρακολουθούντων οὔσης τῆς πραγματείας,1 ἐπειδὴ τὰ φυσικὰ σώματά ἐστι καὶ μεγέθη κινούμενα ἐν χρόνῳ, ἀνάγκη δέ ἐστι καὶ τὸ σῶμα καὶ τὴν κίνησιν καὶ τὸν χρόνον μεγέθη ὄντα ἢ πεπερασμένα ἢ ἄπειρα εἶναι, ἔστι δὲ καὶ συνεχῆ τὰ εἰρημένα, ἐν δὲ τῷ συνεχεῖ τὸ ἄπειρόν ἐστι, διότι συνεχές ἐστι τὸ ἐπ’ ἄπειρον διαιρετόν, εἰκότως ὁ περὶ τὴν φύσιν πραγματευόμενος καὶ περὶ ἀπείρου τι διαλέξεται. καὶ ὅτι μὲν περὶ σώματά ἐστιν ἡ φυσικὴ πραγματεία, δῆλον ἐκ τοῦ τὰ φύσει πάντα συνεστῶτα σώματα εἶναι· ὅτι δὲ καὶ περὶ κίνησιν, δῆλον ἐκ τοῦ τὰ φυσικὰ σώματα ταῦτα εἶναι τὰ ἔχοντα ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως. δηλοῖ γὰρ καὶ αὐτὸς ἐν ἀρχῇ τῆς Περὶ οὐρανοῦ γράφων “ἡ περὶ φύσεως ἐπιστήμη σχεδὸν ἡ πλείστη φαίνεται περί τε σώματα καὶ μεγέθη καὶ τὰ τούτων οὖσα πάθη καὶ τὰς κινήσεις”. ὅτι δὲ καὶ περὶ χρόνον, δῆλον ἐκ τοῦ πᾶσαν κίνησιν ἐν χρόνῳ εἶναι καὶ μέτρον εἶναι κινήσεως τὸν χρόνον, ὡς δειχθήσεται. εἰπὼν δὲ ὧν ἕκαστον ἀναγκαῖον ἢ ἄπειρον ἢ πεπερασμένον εἶναι, εἰκότως ἐπέστησεν, ὅτι οὐκ ἀντιφατική τίς ἐστιν αὕτη τῶν ὄντων ἢ τῶν φυσικῶν πάντων διαίρεσις, [διαιρεῖ ἐπὶ πάντων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος], ἀλλ’ ὡς ἕξεως καὶ στερήσεώς ἐστι τοῦ πέρατος πρὸς τὴν ἀπειρίαν ἀντίθεσις, ἥτις οὐκ ἐπὶ πάντων διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἀλλ’ ἐπὶ τῶν πεφυκότων δέχεσθαι αὐτὴν καὶ ὅτε πέφυκεν. ὅτι δὲ οὐκ ἐπὶ πάντων, ἐκ δυοῖν πιστοῦται καὶ τοῦ πάθους καὶ τῆς στιγμῆς. οὔτε γὰρ αἱ παθητικαὶ κληθεῖσαι ὑπ’ αὐτοῦ ἐν Κατηγορίαις ποιότητες οἷον λευκότης μελανία θερμότης ψῦξις καὶ τὰ τοιαῦτα καθ’ αὑτὰ ἢ ἄπειρα ἢ πεπερασμένα ἐστίν (δῆλον δὲ ἐκ τοῦ τὸ μὲν ἄπειρον καὶ τὸ πεπερασμένον κατὰ ποσῶν λέγεσθαι, ταῦτα δὲ μὴ εἶναι ποσά)· ἀλλ’ οὐδὲ ἡ στιγμὴ τῷ πεπερασμένῳ ἢ ἀπείρῳ ὑποβέβληται, διότι ἄπειρον μὲν οὐκ ἔστιν ὅτι ἀδιαίρετον, πεπερασμένον δὲ οὐκ ἔστιν, ὅτι πέρας ἐστὶν αὐτὸ τῆς γραμμῆς. τάχα δὲ καὶ ἡ μονὰς τοιαύτη· καὶ γὰρ αὕτη ἀδιαίρετος καὶ ἀρχὴ ἀριθμοῦ. τὸ δὲ ἴσως προσέθηκε τῷ μηδὲν τούτων ἀναγκαίως ἐν θατέρῳ εἶναι ἢ τῇ ἀπειρίᾳ ἢ τῷ πέρατι,2 διότι τὰ πάθη οἷον τὸ λευκὸν ἢ τὸ θερμὸν κἂν αὐτὰ καθ’ αὑτὰ οὔτε ἄπειρα οὔτε πεπερασμένα ᾖ (οὐδὲ γὰρ ποσὰ ταῦτα καθ’ αὑτά ἐστι, κατὰ ποσῶν δὲ τὸ ἄπειρον λέγεται καὶ τὸ πεπερασμένον), κατὰ συμβεβηκὸς μέντοι καὶ αὐτὰ γίνεται ποσά, καθόσον ποσὰ τὰ ὑποκείμενα αὐτοῖς ἐστιν. ὁ δὲ φυσικὸς καὶ περὶ τὰ πάθη ἔχει, καθόσον πάθη τῶν σωμάτων ἐστί. διὸ τῆς Περὶ οὐρανοῦ ἀρχόμενος “ἡ περὶ φύσεως ἐπιστήμη, φησί, σχεδὸν ἡ πᾶσα περί τε μεγέθη καὶ τὰ τούτων πάθη τυγχάνει καὶ τὰς κινήσεις”. ὥστε καὶ κατὰ τὰ πάθη ἐπισκέψεται ὁ φυσικὸς τὸ πεπερασμένον καὶ τὸ ἄπειρον, κἂν κατὰ συμβεβηκὸς ὑπάρχῃ ταῦτα τοῖς πάθεσι. δεῖ οὖν τὸν περὶ φύσεως πραγματευόμενον περὶ ἀπείρου θεωρῆσαι, πρῶτον μὲν εἰ ἔστιν ἄπειρον ἢ οὐκ ἔστι, καὶ εἰ ἔστι, τί ἐστιν. αὕτη γὰρ ἡ τῶν προβλημάτων τάξις, ὡς ἐν τοῖς Ἀναλυτικοῖς ἐδιδάχθημεν.
“既然关于自然的科学是[……]到:并且如果存在,它是什么。” 既然该探讨是关于普遍伴随着一切自然事物的事物,又既然自然事物是在时间中运动的物体和量度,而物体、运动和时间作为量度必然要么是有限的要么是无限的,且所说的这些事物也是连续的,而无限存在于连续体之中(因为连续体就是可无限分割者),那么探究自然者合宜地也应当就无限展开一番论述。自然探讨是关于物体的,这从一切依自然生成之物都是物体这一事实中显而易见;它是关于运动的,也从自然物体自身具有运动原则这一事实中显而易见。因为他自己在《论天》的开篇也写道,表明了这一点:“关于自然的科学几乎大部分显见是关于物体、量度以及它们的属性和运动的。”而它也是关于时间的,则从一切运动都在时间之中、且时间是运动的量度(正如将要表明的那样)显而易见。 在指出了其中每一项必然要么无限要么有限的事物之后,他合理地提醒道:这一关于存在者或关于全体自然事物的划分并不是矛盾对立的([矛盾对立在一切事物上区分真与假]),相反,极限与无限的对立乃是如同状态与缺乏的对立,这种对立并非在一切事物上区分真与假,而是在那些生来能接受它且在生来适宜之时的事物上加以区分。并非在一切事物上都如此,这由两者所证实:属性与点。因为既非他在《范畴篇》中称为易受影响的性质者——如白、黑、热、冷以及诸如此类——就其自身而言是无限或有限的(这从无限与有限是就数量而言,而这些并非数量这一点上显而易见);点也不从属于有限或无限,因为它由于不可分而不是无限的,又由于自身即是线的极限而不是有限的。或许单子也是此类;因为单子也是不可分的并且是数的始基。他之所以在“这些事物中没有一个必然属于两者之一即无限或极限”之上补充了“或许”,是因为诸如白或热这样的属性,即使它们就自身而言既非无限亦非有限(因为这些就其自身而言甚至不是数量,而无限与有限乃是就数量而言的),然而由于作为其底层的基体是数量,它们偶性地自身也成为了数量。而自然学家也涉及属性,只要它们是物体的属性。因此在开始《论天》时他说:“关于自然的科学,几乎其全部实际上都是关于量度以及它们的属性和运动的。”从而自然学家也将就属性考察有限与无限,即使这些是偶性地属于属性的。因此,探讨自然者必须考察无限:首先考察无限是否存在,如果存在,它是什么。因为正如我们在《分析篇》中所学到的,这就是诸研究课题的次序。
- 3.25Περὶ τῶν κοινῶς πᾶσι τοῖς φυσικοῖς πράγμασι παρακολουθούντων οὔσης τῆς πραγματείας
句首的属格独立结构。经过后续一系列嵌套的从属分句(ἐπειδὴ... ἀνάγκη δέ ἐστι... ἔστι δὲ...),它为引向主句“εἰκότως ὁ περὶ τὴν φύσιν πραγματευόμενος καὶ περὶ ἀπείρου τι διαλέξεται”提供了背景前提与因果理据。
- 3.25τὸ δὲ ἴσως προσέθηκε τῷ μηδὲν τούτων ἀναγκαίως ἐν θατέρῳ εἶναι ἢ τῇ ἀπειρίᾳ ἢ τῷ πέρατι
τὸ δὲ ἴσως 作为引用亚里士多德原文副词“或许”的实质化直接宾语短语。带冠词不定式与格短语 τῷ μηδὲν τούτων... 是动词 προσέθηκε 的间接宾语,构成“他在‘这些事物中没有一个……’这一事实之上补充了‘或许’”的句式。
