← 辛普里丘

亚里士多德《物理学》注释

§449.18-451.9

运动定义的总结与推动者的被动性

辛普里丘对运动定义的总结(Bekker 202b23)进行注解,探讨基于潜在施作用与承受者的第三个定义的含义,论述自然与技术的推动者在推动的同时亦被运动的特征,并最终阐明亚里士多德与柏拉图在运动概念上的调和。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.24

" Τί μὲν οὖν ἐστι κίνησις ἕως τοῦ τὸν αὐτὸν δὲ λεχθήσεται τρόπον καὶ περὶ τῶν ἄλλων κινήσεων ἑκάστης." Συμπεραινόμενος ἤδη τοὺς περὶ τῆς κινήσεως λόγους ὑπομιμνῄσκει τῆς ἀποδοθείσης ὑπογραφῆς, καθ’ ἣν ποτὲ μὲν ἐλέγετο ἐντελέχεια τοῦ δυνατοῦ ᾗ δυνατόν, ποτὲ δὲ ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν. καί φησιν οὐ μόνον τῇ καθόλου κινήσει ταύτην ἐφαρμόττειν τὴν ἀπόδοσιν, ἀλλὰ καὶ ταῖς κατὰ μέρος. οὐ γὰρ ἄδηλόν φησιν, ὡς τούτῳ τῷ ὁρισμῷ καὶ τῶν εἰδῶν αὐτῆς ἕκαστον ὁρισθήσεται. εἴδη δὲ λέγει οὐχ ὡς ἀπὸ τοῦ γένους τῆς κινήσεως διαιρεθείσης (οὐ γὰρ γένος ἡ κίνησις), ἀλλ’ ὡς διαφόρους ἰδιότητας. ἐφ’ ἑνὸς δὲ καὶ τῶν κατὰ μέρος εἰδῶν τῆς ἀλλοιώσεως ὑποδείξας ὅπως χρὴ τὸν καθόλου λόγον ἐφαρμόττειν τοῖς κατὰ μέρος εἴδεσιν ἄλλον τρίτον ὁρισμὸν τῆς κινήσεως προστίθησιν, ὃν καὶ γνωριμώτερόν φησιν ὡς συμπλέκοντα τῷ παθητικῷ τὸ ποιητικόν· κίνησις γάρ ἐστι, φησίν, ἐντελέχεια τοῦ δυνάμει ποιητικοῦ καὶ παθητικοῦ ᾗ τοιοῦτον. ἐπειδὴ γὰρ δέδεικται ἐκ τῆς ἀμφοῖν ἐνεργείας τοῦ τε κινοῦντος καὶ κινουμένου ἀποτελουμένη ἡ κίνησις, εὐλόγως ἐν τῷ λόγῳ αὐτῆς καὶ τὴν τοῦ κινητικοῦ ἐνέργειαν, οὐ μόνον τοῦ κινητοῦ παραλαμβάνει. ἀλλὰ πῶς τὴν τοῦ δυνάμει ποιητικοῦ ἐνέργειαν εἶπε; τὸ γὰρ δυνάμει ποιητικὸν καὶ κινητικὸν οὔπω ἐνεργείᾳ ἐστὶ κινητικόν, τὸ δὲ κινοῦν ἐνεργείᾳ ἐστί. καὶ ὅλως τὸ δυνάμει καθὸ δυνάμει ἐνεργοῦν κινεῖται μᾶλλον ἀλλ’ οὐχὶ κινεῖ, εἴπερ καλῶς ὁ τῆς κινήσεως ὁρισμὸς ἀποδέδοται. μήποτε οὖν τοῦ δυνάμει ποιητικοῦ εἶπε τὸν διορισμὸν1 ἐνδεικνύμενος τῆς ἀπὸ τῶν ἀκινήτων αἰτίων ἐνδιδομένης κινήσεως πρός τε τὴν φυσικὴν καὶ τὴν τεχνικὴν κίνησιν. πάντα μὲν γὰρ τὰ κινοῦντα καθὸ ἐνεργείᾳ ἐστὶ κινεῖ ἀκίνητα ὄντα κατὰ τοῦτο. ἀλλὰ τὸ μὲν ἀκίνητον ἰδίως καλούμενον αἴτιον κατὰ πάντα ἐστὶν ἀκίνητον, ἅτε κατὰ πάντα ἐνεργείᾳ ὂν καὶ αἰωνίως ὑφεστώς. τὰ δὲ φυσικῶς καὶ τεχνικῶς κινοῦντα κινεῖ μὲν καθὸ ἐνεργείᾳ ἐστὶ κατὰ τὴν ἕξιν τέλεια ὄντα κατ’ ἐκείνην. ἀνάγκη γὰρ τὸ κινοῦν εἶδός τι ὂν ἤδη τοῦτο ἐνδιδόναι τῷ κινουμένῳ. κινεῖται δὲ καὶ αὐτά, καθόσον ἡ πρότερον ἠρεμοῦσα ἕξις εἰς τὴν τοῦ κινεῖν ἐνέργειαν διεγείρεται κατὰ τὸ ὡς πρὸς ἐνέργειαν δυνάμει, ὅπερ πάντα ἔχει τὰ μὴ ἅμα ὅλην ἀποδιδόντα τὴν οἰκείαν ἐνέργειαν· ὅπερ τοῖς αἰωνίως ἐνεργοῦσι πρόσεστι μόνοις. διὸ παρ’ ὅλον τὸν τοῦ κινεῖν χρόνον ἄμφω ἐστὶν ἐν αὐτοῖς τό τε δυνάμει καὶ τὸ ἐνεργείᾳ, καὶ κατὰ μὲν τὴν ἐξ ἀτελοῦς προκοπὴν κινοῦνται, κατὰ δὲ τὸ τέλειον καὶ τῆς ἕξεως καὶ τῆς ἐνεργείας κινοῦσιν. ἡ δὲ φύσις καὶ προδιατιθεμένη διατίθησι τὸ ὑποκείμενον ἔνδοθεν καθ’ ἕκαστον κινήσεως εἶδος, ὡς καὶ ὁ Ἀνδρόνικος ἔλεγε. κἂν γὰρ θερμαίνηται ὑπὸ πυρὸς τὸ ὕδωρ, ἀλλ’ ἡ ἐν τῷ ὕδατι φύσις πρώτη θερμὴ γενομένη, οὕτως θερμαίνει ἢ συνθερμαίνει τὸ ὑποκείμενον. δυνάμει οὖν κινητικὸν εἶπεν, ὡς δυνάμει κινητὸν ἔλεγε πρότερον τὸ μένοντος τοῦ δυνάμει κινούμενον,2 οὕτως οὖν τὸ μένοντος τοῦ δυνάμει κινοῦν. καὶ δῆλον ὅτι κατὰ τοῦτον τὸν λόγον τὰ οὕτως κινοῦντα ἀληθὲς εἰπεῖν καὶ ὅτι καθὸ κινεῖ οὐ κινεῖται· κινεῖ γὰρ καθὸ τέλεια· καθὸ δὲ τέλεια μένει καὶ οὐ κινεῖται. καὶ αὖ πάλιν καθὸ κινεῖ κινεῖται. κατὰ γὰρ τὸ αὐτὸ εἶδος ἡ μὲν φύσις αὐξομένη αὔξει, ἡ δὲ τέχνη ἀπὸ τῆς ἕξεως ἠρεμούσης πρόεισιν εἰς τὸ ἐνεργεῖν. Ἀποδοὺς δὲ καὶ τὸν τρίτον ὅρον ἀξιοῖ καὶ ἀπὸ τούτου τὰς κατὰ μέρος κινήσεις ὑπογράφειν, ἃς καθ’ ἕκαστον οὐ κυρίως ἐκάλεσεν. οὐ γὰρ περὶ τῆς μιᾶς κατ’ ἀριθμὸν λέγει, ἀλλὰ περὶ τῶν κατ’ εἶδος διαφερουσῶν. ὁ μέντοι Ἀλέξανδρος τὴν γνωριμωτέραν ἀπόδοσιν μετάληψιν οἴεται τοῦ τῆς ἀλλοιώσεως λόγου ἀπιθάνους οἶμαι λέγων ἀπολογισμούς. φαίνεται δὲ καὶ ὡς τρίτον ὅρον τῆς κινήσεως ἀποδεχόμενος, κἂν ὡς ἀπὸ παραγραφῆς ἡ λέξις προστεθεῖσα συγκεχύσθαι ἐν τῷ βιβλίῳ δοκῇ. τὴν δὲ οἰκοδόμησιν καὶ τὴν ἰάτρευσιν ὡς ἀλλοιώσεις παραγαγὼν ἐπήγαγεν ὅτι τὸν αὐτὸν λεχθήσεται τρόπον καὶ περὶ τῶν ἄλλων κινήσεων. καλῶς γὰρ ὁ Ἀλέξανδρος ἐπισημαίνεται, ὅτι πᾶσαι σχεδὸν αἱ τεχνικαὶ κινήσεις κατ’ ἀλλοίωσίν εἰσι μάλιστα. τοιούτων ὄντων τῶν καθόλου περὶ κινήσεως ἐνταῦθα τῷ Ἀριστοτέλει ῥηθέντων ἐξ αὐτῶν οἶμαι δῆλον ἔσται τοῖς ἐπισκεπτομένοις, ὅτι οὐ περὶ τὸ αὐτὸ τῆς κινήσεως σημαινόμενον διηνέχθη3 πρὸς τὸν ἑαυτοῦ καθηγεμόνα, ἀλλ’ ὁ μὲν τὴν κίνησιν ἐν φυσικῇ μεταβολῇ θεωρεῖ οὐκ ἀξιῶν κινεῖσθαι τὰ ὡσαύτως ἔχοντα, ὁ δὲ καὶ ἐπὶ τὴν ἀπὸ τοῦ εἶναι εἰς ἔκστασιν τιθεὶς τὴν κίνησιν οὐ παραιτεῖται καὶ τῷ νῷ προσάπτειν αὐτήν, οἰκείως ἑκάτερος τῇ ἑαυτοῦ φιλοσοφίᾳ. καὶ γὰρ ὁ μὲν Ἀριστοτέλης ἀεὶ τὰ προφανῆ καὶ ἐναργῆ λαμβάνει, ὁ δὲ Πλάτων καὶ τὰ ὁπωσοῦν τοιαῦτα.

“因此,运动是什么[……]到:关于其他各运动也将以同样方式加以论述。” 如今在总结关于运动的论述时,他提醒人们注意先前给出的描摹,按照那种描摹,有时被说成是“潜能者作为潜能者的完全现实态”,有时则被说成是“可运动者作为可运动者的完全现实态”。而且他说,这一定义不仅适用于普遍的运动,也适用于局部的运动。因为他说,借助这一定义它的各个种也将被定义,这并非不清楚。但他所谓的“种”,并不是说运动是从一个属中划分出来的(因为运动不是属),而是指相异的固有性质。在就局部诸种之一的性质变化指明应当如何将普遍定义应用于局部诸种之后,他又补充了运动的另一个即第三个定义,他称这个定义更为人熟知,因为它将施作用者与承受者交织在一起;因为他说,运动是“潜在施作用者与承受者作为此类事物的完全现实态”。因为既然已经表明运动是由推动者与被推动者两者的现实活动所完成的,那么他在其定义中不仅采纳可运动者的现实活动,而且合理地采纳了能推动者的现实活动。但是,他怎么能说“潜在施作用者的”现实活动呢?因为潜在施作用且能推动者尚未现实地是能推动的,而推动者则是现实地存在的。而且概括来说,潜能者只要作为潜能者活动,宁可说是被运动,而非在推动,如果运动的定义确实给得恰当的话。那么,难道不是他说“潜在施作用者的”,是为了表明由不动的原因所赋予的运动与自然和技术运动的差别吗?因为一切推动者,只要它是现实的,就都在推动,在此方面是不动的。然而被特称作不动的原因在各方面都是不动的,因为它在各方面都处于现实态并且是永恒持存的。至于按自然和技术而推动者,则只要依照状态处于现实态,并在该状态上是完全的,它们就在推动。因为推动者已然是某种相,必然要将此赋予被推动者。但它们自身也被运动,只要先前静止的状态按照朝向现实态的潜能被激发进入推动的现实活动;这一属性为一切不能同时完整呈现其本己现实活动的事物所共有;而这〔同时完整呈现之事〕仅属于永恒活动的事物。因此在推动的整个时间中,潜能与现实态两者都存在于它们之中,依照从不完全者的进阶,它们被运动;依照状态与现实活动两者的完全性,它们推动。正如安德罗尼柯也曾说过的,自然在自身预先被处置的同时,也依照运动的每个种从内部处置底层主体。因为即使水被火加热,水中的自然也是首先变热,并从而加热或协同加热底层主体。因此他说“潜在能推动者”,正如他先前把潜在保留时的被运动者称为“潜在可运动者”一样,此处也是指在潜在保留时的推动者。显然按照这一论述,对于这样推动的事物,说“只要它推动,它就不被运动”是真实的——因为只要它是完全的,它就在推动;只要它是完全的,它就保持不动而不被运动;反之又说“只要它推动,它就被运动”。因为依照同一种相,自然在自身生长的同时使之生长,而技术则从静止的状态进发到活动之中。 在给出了第三个界说之后,他也要求依此界说来描摹局部的诸运动,他非严格意义地把这些运动称为“各个别者”。因为他不是在谈论数量上为一的事物,而是在谈论在相上相异的事物。然而亚历山大却认为这一更为人熟知的表述是性质变化定义的改述,我认为他提出了缺乏说服力的辩护。但他似乎也将其作为运动的第三个界说而予以接受,尽管这一文句似乎作为旁注被添加而在文本中引起了混乱。在引入建筑与医治作为性质变化之后,他接着补充道“关于其他运动也将以同样方式加以论述”。因为正如亚历山大恰当地指出的,几乎一切技术运动都主要依照性质变化。 既然亚里士多德在此处关于运动所作的普遍论述是这般性质,我认为对于考察者而言,从这些言述中就会明了:他并非在关于运动的同一意义上与他自己的老师发生分歧;相反,一人是在自然变化中考察运动,认为处于同样状态的事物不被运动;另一人则也把运动置于从存在走向拔离之上,甚至不拒绝将运动归于理智,各人都依照其本己的哲学而适合地立论。因为亚里士多德总是抓住显然与明晰的事物,而柏拉图则也抓住以任何方式成其为此类的事物。

语法注3 条
  1. 3.24μήποτε οὖν τοῦ δυνάμει ποιητικοῦ εἶπε τὸν διορισμὸν

    μήποτε 紧接直陈式过去时(εἶπε)的结构,此处并非表示担忧或反问,而是注疏者用以提出一种审慎的推测或解释(“难道不是因为他说了……吗”)。

  2. 3.24τὸ μένοντος τοῦ δυνάμει κινούμενον

    该句法结构在中性定冠词 τό 与实体化的分词 κινούμενον 之间嵌入了一个属格独立结构(μένοντος τοῦ δυνάμει),意为“在潜能保持存续的同时被运动者”。

  3. 3.24οὐ περὶ τὸ αὐτὸ τῆς κινήσεως σημαινόμενον διηνέχθη

    句首的否定词 οὐ 并非直接否定动词 διηνέχθη 本身,而是修饰整个介词短语,构成焦点否定:并非断言“没有发生分歧”,而是指“并非在关于运动的同一种意义上发生分歧”(即探讨的层面不同而非根本对立)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:449.18-451.9