← 辛普里丘

亚里士多德《物理学》注释

§43.24-45.12

无限原理的划分与古代注疏家的解释

围绕《自然学》第一卷第二章184b20中关于无限原理的划分,辛普利丘比较了波菲利等人将“要么亦互相对立”归于阿那克萨戈拉的解释,与亚历山大将其全然归于德谟克利特并怀疑文句脱落或误抄的看法,进而提出了无需改动抄本而调和二者的自身解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5

" Καὶ εἰ ἀπείρους, ἢ οὕτως ὥσπερ Δημόκριτος τὸ γένος ἓν σχήματι δὲ ἢ εἴδει διαφερούσας ἢ καὶ ἐναντίας." Ὅτι μὲν τὸν Δημόκριτον ὁμογενεῖς ὑποθέσθαι τὰς ἀρχὰς καὶ ἐκ τῆς αὐτῆς οὐσίας λέγειν τὰς ἀτόμους τῷ σχήματι καὶ τῷ κατ’ αὐτὸ εἴδει διαφερούσας ὁ Ἀριστοτέλης οἴεται, συμφωνοῦσιν οἱ ἐξηγηταὶ πάντες· τὸ δὲ ἢ καὶ ἐναντίας ὁ μὲν Πορφύριος καὶ ὁ Θεμίστιος ἀνταπόδοσιν οἴονται τοῦ ἢ οὕτως ὥσπερ Δημόκριτος περὶ Ἀναξαγόρου λεγομένην·1 καὶ γὰρ τῶν ἀπείρους τὰς ἀρχὰς ὑποθεμένων οἱ μὲν περὶ Δημόκριτον ὁμοουσίους τὰς ἀτόμους ὑποθέμενοι καθ’ ἓν γένος τὸ πλῆρες θεωρουμένας, σχήματι καὶ θέσει καὶ τάξει διαφέρειν αὐτάς φασιν, οἱ δὲ περὶ Ἀναξαγόραν καὶ ταῖς οὐσίαις ἐναντίας τίθενται· θερμότητας γὰρ καὶ ψυχρότητας ξηρότητάς τε καὶ ὑγρότητας μανότητάς τε καὶ πυκνότητας καὶ τὰς ἄλλας κατὰ ποιότητα ἐναντιότητας ἐν ταῖς ὁμοιομερείαις ὑποτίθενται, αἷς διαφέρειν τὰς ὁμοιομερείας ἀρχὰς κατ’ αὐτοὺς οὔσας φασί, κυρίως τῆς ἐναντιότητος ἐν ταῖς ποιότησι θεωρουμένης ἀλλ’ οὐκ ἐν τοῖς σχήμασιν. ὁ μέντοι Ἀφροδισιεὺς Ἀλέξανδρος οἶδε μὲν καὶ ταύτην τὴν ἐξήγησιν, οὐκ ἀποδέχεται δὲ αὐτήν, ἀλλ’ οἴεται μᾶλλον τὸ ὅλον περὶ Δημοκρίτου λέγεσθαι ὡς τὰς ἀρχὰς τούτου τιθεμένου τὸ μὲν γένος ἕν, τουτέστι κατὰ τὴν ὑποκειμένην φύσιν ἕν, σχήματι δὲ ἢ εἴδει διαφερούσας ἢ καὶ ἐναντίας. ὅτι γὰρ ὡς ἐναντίας λέγοντος τοῦ Δημοκρίτου τὰς ἀρχὰς ὁ Ἀριστοτέλης ἀπομνημονεύει, δι’ ἐκείνων δηλοῖ τῶν ῥητῶν· “καὶ Δημόκριτος τὸ πλῆρες καὶ τὸ κενόν, ὧν τὸ μὲν ὡς ὂν τὸ δὲ ὡς οὐκ ὂν εἶναί φησιν· ἔτι θέσει σχήματι τάξει· ταῦτα δὲ γένη ἐναντίων, θέσεως ἄνω κάτω πρόσθεν ὄπισθεν, σχήματος γωνία τὸ εὐθὺ καὶ τὸ περιφερές”. κἂν γὰρ αὐτὸς Ἀριστοτέλης μή φησιν ἐναντίον εἶναι σχῆμα σχήματι, οὐκ ἤδη καὶ Δημόκριτον ἀνάγκη ταύτης εἶναι τῆς δόξης. οὕτω δὲ τῇ ἐξηγήσει ταύτῃ συμπέπονθεν ὁ Ἀλέξανδρος ὡς αἱρεῖσθαι δυοῖν τὸ ἕτερον λέγειν ἢ τὴν γραφὴν ἡμαρτῆσθαι, περιττῶς παρεγκειμένου τοῦ ἢ οὕτως τοῦ τὴν πρὸς Δημόκριτον ἀνταπόδοσιν ἀπαιτοῦντος (ὀφείλειν γὰρ εἶναι καὶ εἰ ἀπείρους, ὥσπερ Δημόκριτος, τὸ γένος ἕν, σχήματι δὲ ἢ εἴδει διαφερούσας ἢ καὶ ἐναντίας), “ἢ εἰ ὀρθῶς ἔχει, φησίν, ἡ γραφή, παρῆκε2 τὸ ἀνταποδοῦναι τοὺς λέγοντας μηδὲ τῷ γένει τὰς αὐτὰς εἶναι τὰς ἀρχάς, ὡς ἔλεγον οἱ περὶ Ἀναξαγόραν”. εἰ οὖν καὶ τὸ τὰς γραφὰς ἀθετεῖν τὰς ἐν πᾶσι τοῖς ἀντιγράφοις συμφωνουμένας ἄτοπον, καὶ τὸ ἐλλιπῆ τὸν λόγον ἀποδεῖξαι καὶ κατὰ τὴν φράσιν καὶ κατὰ τὰ τμήματα τῆς διαιρέσεως οὐχ ἧττον ἄτοπον καὶ μάλιστα, ὅτι ἡ Ἀναξαγόρου δόξα παραλιμπάνεται, πρὸς ἣν πολλοὺς λόγους ὁ Ἀριστοτέλης κατατείνει· ἀλλὰ καὶ τὸ τὴν Ἀριστοτέλους περὶ Δημοκρίτου δόξαν ἀθετεῖν οἰομένου σαφῶς ἐναντίωσιν ἐν ταῖς ἀρχαῖς ὑποτίθεσθαι, ὅπερ οἱ ἕτεροι ποιοῦσιν ἐξηγηταί, οὐκ εὐπαράδεκτον φαίνεται. μήποτε τὸ μὲν σχήματι καὶ τῇ κατ’ αὐτὸ μορφῇ διαφέρειν ὡς τοῦ Δημοκρίτου ἴδιον ἀποδέδωκε3 κατ’ οὐσίαν μηδὲν λέγοντος διαφέρειν τὰς ἀτόμους, τὸ δὲ μὴ διαφέρειν μόνον τὰς ἀπείρους ἀρχὰς ἀλλὰ καὶ ἐναντίας εἶναι οὐ τῇ Δημοκρίτου μόνον θέσει ὑπάρχον ἀλλὰ καὶ τῇ Ἀναξαγόρου κοινῶς ἀμφοτέραις ἀποδέδωκεν, ἵν’ ᾖ λέγων ἢ οὕτως ὥσπερ Δημόκριτος τὸ γένος ἓν σχήματι δὲ ἢ εἴδει διαφερούσας, ἢ οὐ μόνον σχήματι καὶ τῷ κατ’ αὐτὸ εἴδει διαφερούσας, ἀλλὰ καὶ ἐναντίας· ὡς Δημόκριτος μὲν κατὰ τὸ σχῆμα καὶ τὴν θέσιν τὴν ἐναντίωσιν ἐτίθετο, Ἀναξαγόρας δὲ καὶ κατὰ τὴν οὐσίαν καὶ τὸ γένος. εἰ γὰρ ἔχει τινὰ λόγον ἡ τοιαύτη τῶν λεγομένων ἀποδοχή, οὔτε τὴν γραφὴν διορθοῦν ἀνάγκη οὔτε τὸν λόγον ὡς ἀναπόδοτον αἰτιᾶσθαι οὔτε τὰ περὶ τῆς κατὰ Δημόκριτον ἐναντιώσεως κατανωτίζεσθαι.

“如果原理是无限的,则要么像这样,像德谟克利特那样在属上为一,但在形状或形式上有所相异,要么亦互相对立。” 注疏家们一致同意,亚里士多德认为德谟克利特假定了同属的原理,并称原子由同一实体构成,仅在形状及随形状而来的形式上有所相异;但对于“要么亦互相对立”,波菲利与特米斯提乌认为这是对应于“要么像这样,像德谟克利特那样”的对应肢,是就阿那克萨戈拉而言的。因为在假定原理为无限的人当中,德谟克利特一派假定原子同属单一实体,在“实满”这一单一种属下被考量,并称它们在形状、位置和排列上有所相异;而阿那克萨戈拉一派则把它们在实体上也设定为互相对立的。因为他们在同质部分中假定了热与冷、干与湿、稀疏与稠密以及其他性质上的对立,并称根据他们的看法作为原理的同质部分便以此相异,因为对立严格来说是在性质中被考量的,而非在形状中。然而阿芙洛狄西亚的亚历山大虽亦知晓这一解释,却并不接受,反而认为整句话都是就德谟克利特而言的,即德谟克利特把原理设定为在属上为一(即在基底的本性上为一),但在形状或形式上相异,或者亦互相对立。因为亚里士多德记述德谟克利特将原理称为对立物这一点,是他通过那些文句清楚地表明的:“德谟克利特[设定]实满与虚空,其中他说一者作为‘是者’存在,另一者作为‘非是者’存在;此外还有位置、形状和排列;而这些是对立物的属:位置的对立是上与下、前与后;形状的对立是角、直线与圆弧。”因为即使亚里士多德本人不说形状与形状相对立,德谟克利特亦未必持有此种见解。亚历山大如此深信这一解释,以至于在二者之间择其一而论:要么抄本有误,要求与德谟克利特相对应的“要么像这样”是多余掺入的(因为本应作“如果原理是无限的,像德谟克利特那样在属上为一,但在形状或形式上相异,要么亦互相对立”);“要么,如果异文无误,”他说,“他便遗漏了给出那些主张原理甚至在属上亦不相同的人的对应项,如阿那克萨戈拉一派所主张的那样。”因此,如果对在所有的抄本中一致同意的异文加以否定是荒谬的,且表明论述无论在用语上还是在划分的环节上都有所缺失亦同样荒谬——尤其是因为亚里士多德用许多论证所针对的阿那克萨戈拉的见解被遗漏了——;然而否定亚里士多德关于德谟克利特的见解(亚里士多德分明认为他在原理中假定了对立),即其他注疏家所做的那样,看来亦不易被接受。或许,他把在形状及随形状而来的形态上相异归为德谟克利特所特有(因为德谟克利特称诸原子在实体上毫无差异),而无限原理不仅相异而且亦互相对立这一点,因其并非仅属于德谟克利特的论点,而是亦属于阿那克萨戈拉的论点,他便将其共同归于二者,以致其意为:“要么像这样,像德谟克利特那样在属上为一,但在形状或形式上相异,要么不仅在形状及其形态上相异,而且亦互相对立”——因为德谟克利特是就形状与位置设定对立,而阿那克萨戈拉则是就实体与属设定对立。因为如果对所述内容的这种理解具有某种合理性,那么既没有必要修改抄本,也没有必要指责该论述缺乏对应肢,更不必对有关德谟克利特的对立之说置若罔闻。

语法注3 条
  1. 1.5ἀνταπόδοσιν οἴονται τοῦ ἢ οὕτως ὥσπερ Δημόκριτος περὶ Ἀναξαγόρου λεγομένην

    οἴονται 的直接宾语为前置的名词短语 τὸ δὲ ἢ καὶ ἐναντίας,ἀνταπόδοσιν 作补足语(宾语补足语/谓词性对格)。分词 λεγομένην 在性、数、格上与 ἀνταπόδοσιν 一致,构成“认为[该句]是就阿那克萨戈拉而言、针对‘要么像德谟克利特那样’的对应肢”这一句法结构。

  2. 1.5οὕτω δὲ τῇ ἐξηγήσει ταύτῃ συμπέπονθεν ὁ Ἀλέξανδρος ὡς αἱρεῖσθαι δυοῖν τὸ ἕτερον λέγειν ἢ τὴν γραφὴν ἡμαρτῆσθαι... ἢ εἰ ὀρθῶς ἔχει... παρῆκε

    οὕτω ... ὡς αἱρεῖσθαι 构成程度/结果从句结构。补充不定式 λέγειν 引出由 ἢ ... ἢ 连接的两个抉择肢:第一肢为带不定式的间接引语结构(τὴν γραφὴν ἡμαρτῆσθαι),第二肢则转向包含直陈式过去时定式动词(παρῆκε)的直接引语。两肢共同构成亚历山大所设立的两难推论。

  3. 1.5μήποτε τὸ μὲν σχήματι καὶ τῇ κατ’ αὐτὸ μορφῇ διαφέρειν ὡς τοῦ Δημοκρίτου ἴδιον ἀποδέδωκε

    μήποτε 与直陈式现在完成时动词(ἀποδέδωκε)连用,引导表示委婉推测或假说的独立小句(“或许……是他分配的吧”)。句首带冠词的不定式短语 τὸ μὲν ... διαφέρειν 作 ἀποδέδωκε 的直接宾语,并通过 μέν...δέ 与下文的短语 τὸ δὲ μὴ διαφέρειν μόνον ... ἀλλὰ καὶ ἐναντίας εἶναι 相对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:43.24-45.12