- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:448.17-449.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘通过间距的类比确认了施教与学习虽在底层主体上相同但在定义上相异,并将反驳追溯至第一条后承(两者的现实活动为一则教授等于学习)。进而他探讨了运动自身的单一性以及施作用与承受的区别,批判了亚历山大的阐释并提出了自己的见解。
ὡς οὖν ἐπὶ τούτων μία μὲν τῷ ὑποκειμένῳ ἡ διάστασις, οἱ δὲ λόγοι διάφοροι, καὶ διὰ τοῦτο οὐκ ἀνάγκη τὸ διίστασθαι τὸ αὐτὸ εἶναι, οὕτως καὶ ἐπὶ τῆς διδάξεως καὶ μαθήσεως, ἐπειδὴ τῷ ὑποκειμένῳ ἓν αὕτη καὶ οὐ τῷ λόγῳ, διὰ τοῦτο καὶ τὸ διδάσκειν καὶ μανθάνειν τῷ ὑποκειμένῳ τὰ αὐτά ἐστιν, ἀλλ’ οὐχὶ τῷ λόγῳ. “δύναται δέ, φησὶν ὁ Ἀλέξανδρος, τὸ οὐ μὴν ἀλλ’ οὐδὲ εἰ ἡ δίδαξις τῇ μαθήσει ταὐτόν καὶ τὰ ἑξῆς ὡς ἐκ περιουσίας εἰρῆσθαι,1 ὡς εἰ ἔλεγε, καὶ εἰ δοθείη ἡ δίδαξις τῇ μαθήσει ταὐτὸν εἶναι, οὐκ ἀνάγκη καὶ τὸ μανθάνειν τῷ διδάσκειν ταὐτόν· οὐδὲ γὰρ ἐπεὶ ἡ διάστασις μία τῶν διεστηκότων, ἤδη καὶ τὸ διίστασθαι ἐνθένδε ἐκεῖσε ἢ ἐκεῖθεν ἐνθάδε ἓν καὶ ταὐτόν ἐστιν.” Εἶτα ἐπὶ τὸ πρῶτον ἀκόλουθον ἀναδραμών, ἀφ’ οὗ πάντα ἤρτητο, διελέγχει καὶ τοῦτο. ἦν δὲ ἐκεῖνο ‘εἰ μία ἡ ἀμφοῖν ἐνέργεια, ἡ δίδαξις τῇ μαθήσει ταὐτόν. λέγει οὖν ὅτι ὅλως οὐδὲ ἡ ἀρχὴ τῶν ἀκολουθιῶν ἀναγκαίως ἔχει. οὐ γὰρ εἰ ἡ κίνησις μία, ἤδη καὶ τὰ ὑπάρχοντα τῇ κινήσει τὴν δίδαξιν καὶ τὴν μάθησιν2 ἤτοι τὴν ποίησιν καὶ τὴν πάθησιν ἀνάγκη τὰ αὐτὰ εἶναι κυρίως, διότι ἑτέρα τῷ λόγῳ ἐστὶν ἥ τε ἀπὸ τοῦ ποιοῦντος πρὸς τὸ γινόμενον σχέσις καὶ ἡ ἀπὸ τοῦ γινομένου πρὸς τὸ ποιοῦν. ἀλλὰ πῶς ἡ κίνησις μία καὶ κυρίως μία, εἴπερ εἴρηται πολλάκις ὅτι τῷ ὑποκειμένῳ μία ἐστίν, ἀλλ’ οὐ τῷ λόγῳ; ἢ μία ἡ κίνησις οὐ τῷ ὑποκειμένῳ μόνον, ἀλλὰ καὶ τῷ λόγῳ, ἐν τῷ κινουμένῳ οὖσα ὑπὸ τοῦ κινοῦντος. διὸ καὶ εἷς ὁ λόγος ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν, καὶ οὐδὲ μεμέρισται ἐπ’ αὐτῆς τὸ ὑπὸ τοῦδε καὶ τὸ ἐν τῷδε, ἀλλ’ ἄμφω συμπληροῖ τὴν κίνησιν. ἡ μέντοι ποίησις καὶ ἡ πάθησις μερίζονται, ἡ μὲν περὶ τὴν ἀπὸ τοῦ ποιοῦντος σχέσιν, ἡ δὲ περὶ τὴν ἀπὸ τοῦ γινομένου. ὁ μέντοι Ἀλέξανδρος κατὰ τὸν αὐτὸν τρόπον τοῖς πρότερον ἐξηγεῖται καὶ τοῦτο. “οὐ γὰρ εἰ μία, φησίν, ἡ ἀμφοῖν ἐνέργεια κατὰ τὸ ὑποκείμενον, ἕπεται ἤδη τὴν δίδαξιν τῇ μαθήσει ταὐτὸν εἶναι, ἀλλὰ τὸ μὲν ὑποκείμενον ἀμφοτέροις τῇ τε διδάξει καὶ τῇ μαθήσει ταὐτόν ἐστιν (ἓν γάρ τι ὑπ’ ἀμφοῖν γίνεται τὸ μανθάνειν), οὐ μὴν ἡ δίδαξις ταὐτὸν τῇ μαθήσει”· καὶ ἔοικε τὸ γὰρ τοῦδε ἐν τῷδε καὶ τόδε ὑπὸ τοῦδε ἐπὶ τῆς κινήσεως ἀκούειν· ἐγὼ μέντοι ἐπὶ τῆς ποιήσεως καὶ τῆς παθήσεως εἰρῆσθαι νομίζω καὶ τοῦτο καὶ τὸ ἕτερον τῷ λόγῳ. πῶς δὲ καὶ μίαν τῷ ὑποκειμένῳ λέγει εἶναι τὴν δίδαξιν καὶ τὴν μάθησιν; διότι ἓν ὑπ’ ἀμφοῖν γίνεται τὸ μανθάνειν. γίνεται γὰρ καὶ τὸ διδάσκειν. καὶ ὅλως οὐχ ὅσα ἑνός ἐστιν αἴτια ἕν ἐστι τῷ ὑποκειμένῳ, ἐπεὶ οὕτως καὶ πατὴρ καὶ μήτηρ,3 ἀλλ’ ἕν ἐστι ταῦτα τῷ ὑποκειμένῳ, ὅτι μία ἡ διάστασις καὶ ἀπὸ τοῦ ποιοῦντος ἐν τῷ πάσχοντι τὸ αὐτό.
因此,正如在这些情形中间距在底层主体上是一,而定义相异,且因此隔开并不必然是同一的;同样在教授与学习的情形中,既然在底层主体上这是一而非在定义上是一,因此施教与学习在底层主体上也是相同的,但在定义上却不是相同的。“然而”,亚历山大说,“‘不过,并非即使教授与学习是同一的’及接下来的话,也可以被理解为是作为绰有余裕的论说而说的,正如他若这样说:即使承认教授与学习是同一的,也并不必然学习与施教也是同一的;因为并不因相距诸物的间距是一,从此处到彼处或从彼处到此处的隔开就已经是一且同一的了。”随后,他追溯到一切推论所悬附的第一条后承,并将这一条也予以驳斥。那一条曾是:“如果两者的现实活动是一,教授与学习是同一的”。因此他说,推论的开端根本就不是必然成立的。因为并非如果运动是一,运动所具有的属性即教授与学习——亦即施作用与承受——就必然已经在严格意义上是相同的,因为从施作用者朝向被生成者的关系,与从被生成者朝向施作用者的关系,在定义上是相异的。但是,如果屡次有人说过运动在底层主体上是一,而在定义上不是一,那么运动如何是一,并且是严格意义上的一呢?或者说,运动不仅在底层主体上是一,而且在定义上也是一,它是由推动者引起而存在于被推动者之中的。因此定义也是单一的,“可运动者作为可运动者的完全现实态”,而且在运动之上,“由此事物”与“在此事物中”并没有被分割开来,而是两者共同构成了运动。然而施作用与承受则是被分割开来的,一者关涉从施作用者而来的关系,另一者关涉从被生成者而来的关系。然而亚历山大却依照与先前相同的方式来解释这一点。“因为”,他说,“并非如果两者的现实活动在底层主体上是一,随之而来的就已经是教授与学习是同一的,而是说尽管对于教授和学习这两者而言底层主体是相同的(因为由两者生成了单一的事物,即学习),教授却绝不是与学习同一的”;而且他似乎将“因为这一事物在此事物中,与这一事物由此事物”理解为针对运动而言的;然而我认为,无论这一句还是“在定义上是相异的”,都是针对施作用与承受而言的。但是,他又怎么能说教授与学习在底层主体上是一呢?难道是因为由两者生成了单一的事物即学习吗?因为施教也是生成的。而且概括来说,并非凡为一个事物的诸原因者都在底层主体上是一,否则父亲与母亲也会是这样了;相反,这些事物之所以在底层主体上是一,是因为间距是一,而且从施作用者出发在承受者之中的事物是同一的。
- 3.23ὡς ἐκ περιουσίας εἰρῆσθαι
成语 ἐκ περιουσίας 意为“作为盈余”、“多余地”或“退一步而言(作为额外的让步论证)”。在此指亚历山大认为亚里士多德此处的论述即便退一步承认教授等于学习,也推不出施教等于学习,这是作为多余的、补充性的论据提出来的。
- 3.23τὰ ὑπάρχοντα τῇ κινήσει τὴν δίδαξιν καὶ τὴν μάθησιν
τὰ ὑπάρχοντα τῇ κινήσει(“运动所具有的属性”)作为不定式结构 ἀνάγκη ... εἶναι 的宾格主语,其后的 τὴν δίδαξιν καὶ τὴν μάθησιν 与其构成同位语,并通过 ἤτοι 进一步换言为 τὴν ποίησιν καὶ τὴν πάθησιν。
- 3.23ἐπεὶ οὕτως καὶ πατὴρ καὶ μήτηρ
短语 ἐπεὶ οὕτως 是带有假设或反事实意味的紧凑省略结构(“否则照此说来……”)。辛普里丘用它来揭示荒谬的后果:如果凡是一个事物的诸原因在底层主体上都必然是一,那么父亲和母亲(作为一个孩子的共同原因)也就会在底层主体上合而为一了。
