← 辛普里丘

亚里士多德《物理学》注释

§447.8-448.17

驳施教者即学习者的荒谬推论

辛普里丘注解了亚里士多德如何系统驳斥针对“推动者与被推动者的现实活动为一”所提出的荒谬推论(即“施教者必然在学习”等)。亚里士多德通过披风的异名以及雅典到底比斯往返道路等例子,论证了即便在底层主体上为一,若在定义上不为一,则同一的属性并不会随之伴随。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.23#1

" Οὔτε ἀνάγκη τὸν διδάσκοντα μανθάνειν ἕως τοῦ τὸ γὰρ τοῦδε ἐν τῷδε, καὶ τόδε ὑπὸ τοῦδε ἐνέργειαν εἶναι, ἕτερον τῷ λόγῳ." Δεύτερον ἄτοπον ἐπήγετο τοῖς μίαν λέγουσιν ἐνέργειαν τοῦ τε κινοῦντος καὶ τοῦ κινουμένου τὸ ἀκολουθεῖν τὴν δίδαξιν τῇ μαθήσει ταὐτὸν εἶναι, τούτου δὲ τεθέντος ἀκολουθεῖν τὸ διδάσκειν τῷ μανθάνειν τὸ αὐτὸ εἶναι, καὶ τούτῳ ἐναργὲς ἄτοπον ἕπεσθαι ἐδόκει τὸ τὸν διδάσκοντα κατ’ αὐτὸ τὸ διδάσκειν πάντα μανθάνειν ἃ διδάσκει καὶ τὸν μανθάνοντα κατ’ αὐτὸ τὸ μανθάνειν πάντα διδάσκειν ὅσα μανθάνει. τοιούτων οὖν ὄντων τῶν προσαγομένων δείκνυσι πάσας τὰς ἀκολουθίας μηδὲν ἀναγκαῖον ἐχούσας ἀπὸ τῆς τελευταίας ἀρξάμενος τῆς λεγούσης1 εἰ τὸ ποιεῖν καὶ τὸ πάσχειν ταὐτόν ἐστιν ἤτοι τὸ διδάσκειν καὶ μανθάνειν, ἀνάγκη τὸν διδάσκοντα τῷ μανθάνοντι τὸν αὐτὸν ὄντα ἐν τῷ διδάσκειν μανθάνειν. λύει δὲ ταύτην τὴν ἔνστασιν ἐκ τοῦ μὴ πᾶσιν, οἷς ἐστι ταὐτόν, τούτοις πάντα τὰ αὐτὰ ἀκολουθεῖν,2 ἀλλ’ ἐκείνοις μόνοις οἷς ὁ λόγος ὁ αὐτός ἐστι. καὶ παρατίθεται παραδείγματα τῶν μὲν λόγον τὸν αὐτὸν ἐχόντων διαφόρων ὀνομάτων τὸ λώπιον καὶ ἱμάτιον (τούτων γὰρ ὁ αὐτός ἐστιν ὁρισμός· διὸ πάντα αὐτοῖς τὰ αὐτὰ ἕπεται), τῶν δὲ τῷ ὑποκειμένῳ μὲν τῶν αὐτῶν ὄντων, μὴ μέντοι λόγον τὸν αὐτὸν ἐχόντων τὴν ὁδὸν τὴν Θήβηθεν Ἀθήναζε καὶ Ἀθήνηθεν Θήβαζε. τοιαύτη δὲ καὶ ἡ ἀνάβασις καὶ κατάβασις. ἐπὶ γὰρ τούτων μιᾶς οὔσης τῆς διαστάσεως καὶ θέσεως τῆς αὐτῆς οὔσης ἄλλα τὰ ἀφ’ ὧν ἐστι καὶ ἄλλα τὰ εἰς ἅ· ὥστε καὶ τὸ ὅλον εἶδος ἄλλο· διὸ οὐδὲ τὰ αὐτὰ ἀκολουθεῖ. ἄλλη γὰρ τῷ ἀναβαίνοντι καὶ ἄλλη τῷ καταβαίνοντι διάθεσις. καὶ ἄλλα μὲν τὰ πρῶτα, ἄλλα δὲ τὰ δεύτερα ὑπαντᾷ τῷ Θήβηθεν Ἀθήναζε ἰόντι καὶ Ἀθήνηθεν Θήβαζε· διὸ ὁ εἰς Ἀθήνας ἀπιὼν οὐκ ἄπεισιν εἰς Θήβας. οὐδὲ ἕπεται τὸ αὐτὸ τοῖς κατὰ μόνον τὸ ὑποκείμενον τοῖς αὐτοῖς, ἀλλὰ μόνοις τοῖς κατὰ λόγον τοῖς αὐτοῖς καὶ οἷς τὸ εἶναι καὶ ὁ ὁρισμὸς ὁ αὐτός. οὕτως οὖν κἂν τὸ διδάσκειν καὶ μανθάνειν ταὐτὸν ᾖ τῷ ὑποκειμένῳ μόνον, ἀλλὰ μὴ καὶ τῷ λόγῳ, οὐκ ἔστιν ἀνάγκη τὸν διδάσκοντα αὐτῷ τῷ διδάσκειν μανθάνειν ὅσα διδάσκει. τότε γὰρ ἂν εἵπετο τοῦτο, εἰ τοῦ διδάσκειν καὶ μανθάνειν τῶν αὐτῶν ὄντων κατὰ τὸν λόγον ὁ διδάσκων καὶ ὁ μανθάνων οἱ αὐτοὶ ἂν ἦσαν κατὰ τὸν λόγον. ἀνάγκη γὰρ ἦν τότε τὸν διδάσκοντα εἶναι μανθάνοντα ἑνὸς ὄντος τοῦ λόγου τοῦ κατὰ τὸ διδάσκειν καὶ μανθάνειν. Εἶτα ἐφεξῆς τὴν πρὸ ταύτης ῥηθεῖσαν ἐν τῇ ἀπορίᾳ ἀκολουθίαν διελέγχει ὡς οὐκ οὖσαν ἀναγκαίαν. ἦν δὲ ἡ λέγουσα εἰ ἡ δίδαξις τῇ μαθήσει ταὐτὸν καὶ τὸ διδάσκειν τῷ μανθάνειν ταὐτόν. ὅτι οὖν οὐκ ἀνάγκη τοῦτο οὕτως ἔχειν, δείκνυσι πάλιν διὰ τοῦ αὐτοῦ πως παραδείγματος, τῇ μὲν διδάξει καὶ μαθήσει ἀνάλογον λαβὼν τὴν διάστασιν ἤτοι τῶν τόπων ἢ τῶν ἀριθμῶν, τῷ δὲ διδάσκειν καὶ μανθάνειν τὸ διίστασθαι ἔνθεν ἐκεῖ καὶ ἐκεῖθεν ὧδε· ὡς γὰρ δίδαξις καὶ μάθησις, οὕτω διάστασις, καὶ ὡς τὸ διδάσκειν καὶ μανθάνειν, οὕτω τὸ διίστασθαι ἢ Ἀθήνηθεν εἰς Θήβας ἢ Θήβηθεν εἰς Ἀθήνας ἢ ἀπὸ τεττάρων εἰς δύο ἢ ἀπὸ δύο εἰς τέτταρα.

“施教者也并非必然在学习”直到“因为是这一事物在此事物中的现实活动,与这一事物是由此事物的现实活动,在定义上是相异的”。 针对那些主张推动者与被推动者的现实活动为一的人,曾有人作为第二条荒谬之处提出:随之而来的是教授与学习乃是同一的,而一旦设定了这一点,随之而来的便是施教与学习乃是同一的,而且看似随之伴随而来一个明显的荒谬后果,即施教者正是因施教这一行为本身而在学习他所施教的一切,而学习者正是因学习这一行为本身而在施教他所学得的一切事物。因此,由于所提出的是这类问题,他便从最后一条推论开始证明所有这些推论全无必然性——这条推论主张,如果施作用与承受是同一的,亦即施教与学习是同一的,那么施教者作为与学习者同一的人,必然在施教中学习。他通过“并非对于凡是同一的一切事物,所有同一的属性都伴随于它们,而仅伴随于那些定义同一的事物”这一点来化解这一个反驳。他列举了具有相同定义的不同名称的例子,即“斗篷”与“长袍”(因为这两者的定义是相同的,因此同一的一切属性都伴随于它们);而作为在底层主体上相同却并不具有相同定义的例子,他列举了从底比斯到雅典的路与从雅典到底比斯的路。上升与下降也是如此。因为在这些情况下,间距虽然是一且位置同一,但出发之点与到达之点却是不同的;因此整体的形式也是不同的;所以伴随的属性也并不相同。因为对于上升者与对于下降者而言,状况是不同的。并且对于从底比斯往雅典去的人与从雅典往底比斯去的人而言,最先遇见的与随后遇见的也是不同的;所以离开前往雅典的人并不是离开前往底比斯。同一的属性并不伴随于仅在底层主体上相同的事物,而仅伴随于在定义上相同的事物,即本质与定义相同的事物。因此,即便施教与学习仅在底层主体上是同一的,而并非在定义上也是同一的,施教者也并非必然因施教这一行为本身而在学习他所施教的那些事物。因为唯有在那时,如果由于施教与学习在定义上同一而使得施教者与学习者在定义上也会是同一的,这一情况才会随之而来。因为那时施教者才必然是在学习者,既然依据施教与学习的定义是一。随后,他紧接着驳斥了在难题中在此之前所说的那条推论,指明它不是必然的。那条推论曾主张:如果教授与学习是同一的,那么施教与学习也是同一的。因此,他再次以某种方式通过相同的例子表明这一点并非必然如此,他把位置的或数目的间距类比于教授与学习,而把从此处到彼处以及从彼处到此处的隔开类比于施教与学习;因为正如教授与学习那样,间距也是如此;正如施教与学习那样,无论是从雅典到底比斯还是从底比斯到雅典、无论是从四到二还是从二到四的隔开也是如此。

语法注2 条
  1. 3.23ἀπὸ τῆς τελευταίας ἀρξάμενος τῆς λεγούσης

    分词 ἀρξάμενος 修饰主句主语(亚里士多德),支配介词短语 ἀπὸ τῆς τελευταίας,其后紧接起限定同位作用的冠词分词短语 τῆς λεγούσης(“从主张……的最后一条[推论]开始”)。所省略的阴性单数属格中心词 ἀκολουθίας 从前文的复数宾格 τὰς ἀκολουθίας 补出,而 τῆς τελευταίας 与 τῆς λεγούσης 则围绕 ἀρξάμενος 构成隔置结构(hyperbaton)。

  2. 3.23ἐκ τοῦ μὴ πᾶσιν, οἷς ἐστι ταὐτόν, τούτοις πάντα τὰ αὐτὰ ἀκολουθεῖν

    介词 ἐκ 支配由否定词 μή 修饰的定冠词不定式短语(ἐκ τοῦ μὴ... ἀκολουθεῖν,“基于并非……都伴随这一事实”)。在此结构内部,关系分句 οἷς ἐστι ταὐτόν 倒置在其先行词 τούτοις 之前;τούτοις 作 ἀκολουθεῖν 的与格补足语,而 πάντα τὰ αὐτά 则是该不定式的宾格主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:447.8-448.17