- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:446.21-447.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里斯多德202b8,辛普利丘通过间距与比率的例子、以及潜能与现实态关系的例子,阐明施作用者与承受者的现实活动如何在底层主体上为一却在定义上相异。
" Οὔτε μίαν δυεῖν κωλύει οὐθὲν τὴν αὐτὴν εἶναι ἕως τοῦ ἀλλ’ ὡς ὑπάρχει τὸ δυνάμει πρὸς τὸ ἐνεργοῦν." Τοῖς μίαν λέγουσι τὴν ἀμφοῖν κίνησιν ὡς ἄτοπον ἐπήγετο τὸ δύο διαφόρων τῷ εἴδει τοῦ τε ποιοῦντος καὶ τοῦ πάσχοντος μίαν εἶναι καὶ τὴν αὐτὴν ἐνέργειαν. λέγει οὖν μηδὲ τοῦτο ἄτοπον εἶναι ὡς δοκεῖ. μηδὲν γὰρ κωλύειν τὴν δίδαξιν καὶ τὴν μάθησιν καὶ ὅλως τὴν ποίησιν καὶ πάθησιν μίαν εἶναι ἐνέργειαν, μίαν δὲ τῷ ὑποκειμένῳ, εἰ καὶ τῷ λόγῳ διάφορον. ὁ γὰρ δίδαξιν εἰπὼν οὐκ ἄλλο τι λέγει ἢ τὸ ἐκ τοῦ διδάσκειν καὶ μανθάνειν γινόμενον, ὧν ἀδύνατον θάτερον χωρὶς θατέρου εἶναί τε καὶ γίνεσθαι, καὶ ὁ τὴν μάθησιν δὲ λέγων τὸ αὐτὸ πάλιν λέγει. ἓν οὖν κατὰ τὸ ὑποκείμενον, εἰ καὶ τῷ λόγῳ διάφορα, ὡς ἓν τὸ διάστημα τὸ μεταξὺ δυεῖν καὶ τεττάρων, οἱ δὲ λόγοι διάφοροι, ὁ μὲν τῶν τεττάρων πρὸς τὰ δύο διπλάσιος, ὁ δὲ τοῖν δυοῖν πρὸς τὰ τέτταρα ἥμισυς. αὐτὸς δὲ ἔτι ἐναργεστέρῳ παραδείγματι ἐχρήσατο εἰπὼν οὕτως εἶναι τῷ μὲν ὑποκειμένῳ ἕν, τῷ δὲ λόγῳ διάφορα, ὡς τὸ δυνάμει πρὸς τὸ ἐνεργοῦν.1 ἐνεργοῦν δὲ λέγει τὸ ἐνεργείᾳ τελέως ὄν. τοῦτο γὰρ ἤδη καὶ ἐνεργεῖ. εἰ γὰρ ὃ γέγονεν ἐνεργείᾳ τοῦτο ἦν δυνάμει καὶ οὐκ ἄλλο,2 καὶ ὃ δυνάμει ἦν τοῦτο γέγονεν ἐνεργείᾳ, ἕν ἐστιν ἄμφω καὶ τὸ αὐτὸ τῷ ὑποκειμένῳ, οἱ δὲ λόγοι διάφοροι. τὸ μὲν γὰρ δυνάμει τοῦτό ἐστιν, ὃ δύναται γενέσθαι τοῦτο ὃ λέγεται δυνάμει, τὸ δὲ ἐνεργείᾳ, ὃ ἤδη ἐστὶ τοῦτο ὃ λέγεται ἐνεργείᾳ.
“二者的同一[现实活动]为一也毫无妨碍”直到“而是如同潜能者相对于处于现实活动中的东西所处的关系那样”。 针对那些主张两者的运动为一的人,曾有人作为荒谬之处提出:在物种上相异的两物(即施作用者与承受者)的现实活动乃是一且同一的。因此他说,这也并非如看起来那样荒谬。因为没有什么妨碍教授与学习、以及一般的施作用与承受是一项现实活动——即在底层主体上为一,即使在定义上是相异的。因为说了“教授”的人所指的无非是由教与学产生的东西(这两者中一方不可能脱离另一方而存在或产生),而说“学习”的人同样也是在指这一事物。因此,正如二与四之间的间距是一,而比率各异(四相对于二的比率是两倍,而二相对于四的比率是一半),它们在底层主体上也是一,即使在定义上相异。但他自己运用了一个更为明显的例子,说它们在底层主体上为一、在定义上相异,就像潜能者相对于处于现实活动中的东西所处的关系那样。他把完全在现实态中的东西称为“处于现实活动中的东西”;因为这也已经是处于现实活动之中的了。因为如果现实态中所生成的东西就是曾处于潜能之中的那一物而非他物,并且曾处于潜能之中的东西在现实态中成为了此物,那么两者在底层主体上就是一且同一的,而定义则是相异的。因为潜能者乃是能够成为其在潜能上被称为的那一物的东西,而在现实态中的东西则是已经是其在现实态上被称为的那一物的东西。
- 3.22ὡς τὸ δυνάμει πρὸς τὸ ἐνεργοῦν
承接引文(lemma)中的 ἀλλ’ ὡς ὑπάρχει τὸ δυνάμει πρὸς τὸ ἐνεργοῦν 的省略表达。需补出动词 ὑπάρχει(或 ἔχει),理解为表达对应关系或比率的结构:“正如潜能者相对于处于现实活动中的东西[所处的关系]那样”。
- 3.22τοῦτο ἦν δυνάμει καὶ οὐκ ἄλλο
δυνάμει 为副词性与格(“在潜能中”)。句式上,τοῦτο ἦν δυνάμει(“在潜能中正是那物”)构成主语 ὃ γέγονεν ἐνεργείᾳ(“在现实态中生成的东西”)的谓语部分,过去时 ἦν 表示转化为现实态之前的先前状态。
