- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:445.7-446.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德着手解决《物理学》卷三第3章(202b5)关于运动的难题之际,辛普里丘论证了一者的现实活动在另一者之中并非荒谬,而是在施作用与承受中必然如此;他警示不要混淆运动本身与其产生的完成结果,并对亚历山大关于文本异读的解释提出了质疑。
" Ἢ οὔτε τὴν ἄλλου ἐνέργειαν ἐν ἑτέρῳ εἶναι ἄτοπον ἕως τοῦ ἀλλὰ τοῦδε ἐν τῷδε." Ἐντεῦθεν ἄρχεται λύειν τὰς ἀπορίας οὐ πάσας, ἀλλ’ ὅσαι πρὸς τὴν ἀληθῆ δόξαν ἐνίστανται τὴν λέγουσαν μίαν μὲν εἶναι τῷ ὑποκειμένῳ τὴν κίνησιν, δύο δὲ κατὰ τὸν λόγον. διὸ τὰς μὲν πρὸς τὸ μίαν εἶναι τὴν κίνησιν ἀπορίας ἃς ὕστερον τέθεικε πάσας διαλύει, τὰς δὲ πρὸς τὸ δύο εἶναι τὰς κινήσεις οὐ πάσας, ἀλλ’ ὅσαι δύνανται καὶ πρὸς τὴν μίαν καὶ ἐν τῷ κινουμένῳ οὖσαν ὑπαντᾶν. καὶ τοῦτο εἰκότως· αὗται γὰρ αἱ ἀπορίαι ἥπτοντο μάλιστα τοῦ τῆς κινήσεως ὁρισμοῦ ἐντελέχειαν λέγοντος τοῦ κινητοῦ ᾗ κινητόν. πρώτην οὖν ἔνστασιν λύει τὴν λέγουσαν ‘εἰ ἄμφω αἱ ἐνέργειαι ἐν τῷ κινουμένῳ καὶ πάσχοντι, ἡ ἑκάστου ἐνέργεια οὐκ ἐν ἑκάστῳ ὑπάρξει, ἀλλ’ ἐν ἑτέρῳ’. λύει δὲ αὐτὴν ὡς δυναμένην λέγεσθαι καὶ πρὸς τὴν δόξαν τὴν λέγουσαν μίαν ἐν τῷ κινουμένῳ κατὰ τὸ ὑποκείμενον γίνεσθαι τὴν ἀμφοτέρων ἐνέργειαν. ἡ δὲ λύσις τὸ ἐπαχθὲν ὡς ἄτοπον τῇ ὑποθέσει δεικνύναι πειρᾶται μὴ ὂν ἄτοπον.1 οὐδὲ γὰρ ἄτοπον τὸ τὴν ἄλλου ἐνέργειαν ἐν ἑτέρῳ εἶναι, μᾶλλον δὲ ἀναγκαῖον ἐπὶ τοῦ κινοῦντος καὶ κινουμένου καὶ ὅλως τοῦ ποιοῦντος καὶ πάσχοντος. εἰ γάρ ἐστιν ὑπὸ τοῦ ποιοῦντος ἐν τῷ πάσχοντι ἡ δίδαξις, οὔτε ἐν τῷ διδάσκοντί ἐστιν οὔτε καθ’ ἑαυτὴν ἀποτετμημένη τοῦ μανθάνοντος οὔτε ἐν τῷ μανθάνοντι οὕτως, ὡς δύνασθαι καὶ ἄνευ τοῦ διδάσκοντος ἐν αὐτῷ ὑφίστασθαι, ἀλλὰ τοῦ κινοῦντος παρόντος καὶ ἐνεργοῦντος ἐγγίνεται τῷ κινουμένῳ. ὡς γὰρ ἡ διαπλαστικὴ τοῦ κηροῦ ἐνέργεια τοῦ πλάστου οὖσα ἐν τῷ κηρῷ ἐστιν αὐτὴ ἡ διάπλασις, καθ’ ἣν ὁ μὲν πλάττει τὸ δὲ πλάττεται, καὶ οὐκ ἔστι δύο λαβεῖν τὰς ἐνεργείας, οὕτως ἔχει καὶ ἐπὶ τῆς διδάξεως μιᾶς οὔσης αὐτῆς καὶ τῆς μαθήσεως τῷ ὑποκειμένῳ. μὴ πλανήσῃ δὲ ἡμᾶς ἡ ἀπὸ τῆς κινήσεως ἐγγινομένη διάθεσις οἷον τὸ σχῆμα τῷ κηρῷ ἢ τῇ ψυχῇ ἡ γνῶσις· οὐ γάρ ἐστι ταῦτα κινήσεις, ἀλλ’ ἀποτελέσματα τῶν κινήσεων. ἄλλο γάρ ἐστι τὸ πλάττεσθαι καὶ μανθάνειν ἤτοι διδάσκεσθαι καὶ ἄλλο τὸ πεπλάσθαι ἢ δεδιδάχθαι. καὶ τοῦτο μὲν ἀποτέλεσμά ἐστιν ἐν τῷ κινουμένῳ καὶ χωρὶς τοῦ κινοῦντος ὑφεστηκὸς καὶ ἀναλογοῦν τῇ ἕξει καὶ τῷ λόγῳ τοῦ διδάσκοντος, ὃς καὶ αὐτὸς χωριστός ἐστι τοῦ διδασκομένου, ἡ μέντοι κατὰ τὸ διδάσκειν καὶ διδάσκεσθαι ἐνέργεια μία τῷ ὑποκειμένῳ ἐστί, κἂν τῷ λόγῳ διάφορος, ἡ μὲν ὡς ἀπὸ τοῦ ποιοῦντος, ἡ δὲ ὡς ἀπὸ τοῦ πάσχοντος λαμβανομένη. καὶ γὰρ μέση οὖσα ἀμφοῖν ἡ κίνησις ἐφάπτεται καὶ τοῦ ποιοῦντος καὶ τοῦ πάσχοντος οὐκ ἀποτετμημένη. ἐὰν δὲ τοῦδε μόνον ἢ ἐν τῷδε μόνον ὂν ληφθῇ,2 οὐκέτι διασώσει τὸ μέσον. καὶ διὰ τοῦτο ὅταν μὲν κατὰ ἀποτομὴν αὐτὴν ὁρῶμεν ἐν τῷ κινουμένῳ θεωροῦντες αὐτήν, ἐπειδὴ ἐν ἐκείνῳ ὑφέστηκεν, ἐντελέχειαν λέγομεν τοῦ κινητοῦ ᾗ κινητόν· ὅταν δὲ κατὰ συμπλοκὴν ἀπὸ τοῦ κινοῦντος ἀρξάμενοι, λέγομεν ἐνέργειαν τοῦ κινητικοῦ ἐν τῷ κινουμένῳ, ὡς ὁριεῖται ἐπὶ τέλει τοῦ περὶ κινήσεως λόγου. φερομένης δὲ καὶ τοιαύτης γραφῆς ἔστι μέντοι καὶ οὐκ ἀποτετμημένως, ἀλλὰ τοῦδε ἐν τῷδε, ὁ Ἀλέξανδρος “οὐχ ἁπλῶς, φησί, καὶ ἀποτετμημένως ἔν τινι, ἀλλ’ ἐν ὡρισμένῳ τινὶ καὶ τούτῳ πρὸς ὃ λέγεται· λέγεται δὲ πρὸς τὸ μαθηματικόν”. καὶ θαυμαστὸν ἔμοιγε δοκεῖ, πῶς τὸ οὐκ ἀποτετμημένως ἀντὶ τοῦ οὐκ ἀορίστως ἤκουσε,3 καίτοι πρότερον καλῶς τὸ ἔν τινι μέντοι καὶ οὐκ ἀποτετμημένη ἐξηγήσατο δηλοῦν, ὅτι οὐ κεχωρισμένη τοῦ μανθάνοντος οὔτε ὡς ἐν τῷ διδάσκοντι μόνῳ οὖσα οὔτε ὡς καθ’ ἑαυτήν· καὶ ἐπὶ ταύτης γὰρ τῆς γραφῆς τὸ αὐτὸ ἂν σημαίνοι τὸ ἐπίρρημα.
“或者,一物的现实活动在另一物之中并非荒谬”直到“而是此物的[现实活动]在此物之中”。 从这里开始,他着手解决这些难题,但不是全部,而是针对那主张运动在底层主体上是一、在定义上是二的真实看法而发难的那些。因此,他完全消解了针对运动为一的诸难题(这些是他后来提出的);而针对运动为二的诸难题,他并未消解全部,而只是消解了那些同样能够针对运动是一且存在于被动者之中的看法的难题。这是合情合理的;因为这些难题尤其触及了那把运动说成“潜动者作为潜动者的完全实现”的运动定义。因此,他首先解决的异议是这样说的:“如果两者的现实活动都在被动者和承受者之中,那么各自的现实活动就将不在各自之中,而是在另一者之中。”他把这一异议当作同样可以针对“两者的现实活动根据底层主体在被动者中成为一”的看法来解决。这一解答试图表明,作为荒谬之物加于该假说之上的东西,其实并不是荒谬的。因为一物的现实活动在另一物之中并非荒谬,反而对于动者与被动者、以及一般的施作用者与承受者而言是必然的。因为如果教授是由施作用者在承受者之中进行的,那么它既不在教者之中,也不是脱离学者而独立存在的,更不是以即便没有教者也能在学者自身中自存的方式存在于学者之中;而是在动者临在并发生现实活动时,产生在被动者之中的。因为正如属于雕塑者的使蜡成形的现实活动就是蜡之中的塑造本身(依此一方在塑造,另一方被塑造),并且不能把现实活动当作两个,对于教授而言也是如此,因为它与学习在底层主体上是一。切勿让由运动产生的状态(例如蜡中的形态或灵魂中的知识)迷惑了我们;因为这些并不是运动,而是运动的完成结果。因为被塑造和学习(即被教导)是一回事,而被塑成和已被教导则是另一回事。后者是存在于被动者之中、甚至脱离动者而存立的完成结果,并且相应于教者的状态和定义(教者自身也是可与被教导者相分离的);然而,依教与被教而言的现实活动,在底层主体上是一,即使在定义上是不同的(一个被看作来自施作用者,另一个被看作来自承受者)。因为运动作为两者的居间物,不加割裂地同时触及施作用者和承受者。但如果它被看作仅仅属于此者或仅仅在此者之中,它就将不再保全居间地位。因此,当我们根据割裂来看待它,在被动者之中观察它时,由于它自存于那一者之中,我们便称之为“潜动者作为潜动者的完全实现”;而当我们从动者出发根据结合来〔看待它〕时,我们便称之为“能动者在被动者之中的现实活动”,正如在关于运动的论述结尾处将被定义的那样。既然流传着这样一种异读:“然而存在着,且不是割裂地,而是此者的在此者之中”,亚历山大便说:“并非单纯且割裂地在某物之中,而是在某一确定的事物之中,并且在与之相关而言的那一事物之中;而它是与能学者相关而言的。”但在我看来,他是如何把“并非割裂地”理解为“并非无规定地”的,实属令人惊异,尽管他此前曾很好地解释说,“然而在某物之中且并未被割裂”表明它没有脱离学者,既不是仅仅在教者之中,也不是独自存在;因为在这一读法中,该副词也本应表达同样的含义。
- 3.21ἡ δὲ λύσις τὸ ἐπαχθὲν ὡς ἄτοπον τῇ ὑποθέσει δεικνύναι πειρᾶται μὴ ὂν ἄτοπον
主语为 ἡ λύσις,不定式 δεικνύναι 作动词 πειρᾶται 的补足语。δεικνύναι 的直接宾语是实词化的分词短语 τὸ ἐπαχθὲν ὡς ἄτοπον τῇ ὑποθέσει(“作为荒谬之物加于该假说之上的推论”),分词短语 μὴ ὂν ἄτοπον 则充当宾语补足语(“表明[它]并非是荒谬的”)。
- 3.21ἐὰν δὲ τοῦδε μόνον ἢ ἐν τῷδε μόνον ὂν ληφθῇ
被动语态虚拟式 ληφθῇ 的主语以及分词 ὂν 的逻辑主语均为承前省略的“运动”(ἡ κίνησις)。 τοῦδε 为领属性属格(“仅属于此者”),ἐν τῷδε 则为表示处所的介词短语(“仅在此者之中”),分词 ὂν 将这两者作为表语成分加以联系。
- 3.21πῶς τὸ οὐκ ἀποτετμημένως ἀντὶ τοῦ οὐκ ἀορίστως ἤκουσε
动词 ἤκουσε 在此处并非指实际听觉,而是注疏传统中表示“理解为”、“解释为”的常见用法。整句构成间接疑问从句,充当非人称结构 θαυμαστὸν ἔμοιγε δοκεῖ 的真正主语。
