← 辛普里丘

亚里士多德《物理学》注释

§444.9-445.6

将两者的现实活动视为同一所致的荒谬

关于亚里士多德在202a36中讨论若运动或现实活动在动者和被动者中皆为“一”所导致的荒谬,辛普里丘阐释了其背后的析取逻辑,以及这一论证向教授、学习和行为主体自身的延展。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.20

" Ἀλλὰ μία ἔσται ἡ ἐνέργεια ἕως τοῦ καὶ τὸν ποιοῦντα πάσχειν." Τὸ πρῶτον διαιρετικὸν ἦν· ἢ ἕτεραι αἱ κινήσεις ἢ οὐχ ἕτεραι, ἀλλὰ μία δηλονότι, ὅπερ ἐνεδείξατο διὰ τοῦ “εἰ μὲν ἕτεραι, ἐν τίνι”, ὡς ὀφείλοντος ἐπάγεσθαι καὶ τοῦ ‘εἰ δὲ μὴ ἕτεραι’. ἀποδοὺς οὖν πρότερον ἑπόμενα ἄτοπα τοῖς ἑτέρας λέγουσι μεταβέβηκε λοιπὸν ἐπὶ τοὺς μίαν ὑποτιθεμένους. καὶ λέγει καὶ ταύτῃ τῇ δόξῃ τὰ δοκοῦντα ἕπεσθαι ἄτοπα, ἅπερ καὶ λύσει μετ’ ὀλίγον τὴν ἀπορίαν παραμυθούμενος τῷ διορισμῷ. τί οὖν τὸ ἑπόμενον ἄτοπον τοῖς μίαν λέγουσι κίνησιν τὴν ποίησιν καὶ τὴν πάθησιν καὶ τὴν δίδαξιν καὶ τὴν μάθησιν; τὸ δύο, φησίν, ἑτέρων τῷ εἴδει τὴν αὐτὴν καὶ μίαν ἐνέργειαν εἶναι. καὶ ὅτι μὲν ἕτερα τῷ εἴδει τὸ κινοῦν καὶ κινούμενον, δῆλον, εἴπερ τὸ μὲν ποιοῦν ἐνεργείᾳ ἐστὶν ὅπερ ἐστί, τὸ δὲ πάσχον δυνάμει τοιοῦτον ὄν, ἐνεργείᾳ τὸ ἀντικείμενόν ἐστι τούτῳ, ὃ δύναται, ἐπείπερ αἱ μεταβολαὶ ἐξ ἐναντίων. ὥστε οὐ μόνον ἕτερα ἀλλὰ καὶ ἐναντία. ὡς οὖν ἄτοπον λευκοῦ καὶ μέλανος διαφερόντων τῷ εἴδει, καὶ τοῦ μὲν διακρίνοντος τὴν ὄψιν, τοῦ δὲ συγκρίνοντος, μίαν λέγειν τὴν ἐνέργειαν οὕτω ποιοῦντος καὶ πάσχοντος ἑτέρων ὄντων τῷ εἴδει, ἀτόπῳ δὲ ὄντι τῷ δυεῖν ἑτέρων τῷ εἴδει μίαν εἶναι ἐνέργειαν, ἐπειδὴ χρὴ ἑκάστου εἴδους οἰκείαν εἶναι ἐνέργειαν, ἀτόπῳ δ’ οὖν ὄντι τούτῳ ἄλλο τι ἐναργέστερον ἄτοπον ἀκολουθεῖ.1 εἰ γὰρ ἡ δίδαξις καὶ ἡ μάθησις καὶ ἡ ποίησις καὶ ἡ πάθησις τὸ αὐτὸ καὶ ἕν ἐστιν, ἔσται καὶ τὸ διδάσκειν τῷ μανθάνειν τὸ αὐτό. τὸ δὲ ἐναργέστερον τῆς ἀτοπίας ὄψει, ἐὰν τὸν διδάσκοντα αὐτὸν μεταλάβῃς, ὥστε τὸν διδάσκοντα πάντα μανθάνειν ὅσα διδάσκει καὶ τὸν ποιοῦντα πάντα πάσχειν ὅσα ποιεῖ. τριῶν γὰρ τούτων ὄντων διδάξεως τοῦ διδάσκειν τοῦ διδάσκοντος,2 ἡ μὲν δίδαξις αὐτή ἐστιν ἡ ἐνέργεια, τὸ δὲ διδάσκειν τὴν διδάσκουσαν οὐσίαν κατὰ τὴν ἐνέργειαν ἐνδείκνυται, τὸ 〈δὲ〉 διδάσκον τὴν οὐσίαν μετὰ τῆς ἐνεργείας. διὸ φαίνεται μὲν καὶ ἐπὶ τῆς διδάξεως τὸ ἄτοπον, ἔτι δὲ μᾶλλον ἐπὶ τοῦ διδάσκειν διὰ τὴν τῆς οὐσίας παρέμφασιν τῆς τὴν ἐναντίωσιν ἐχούσης, ἔτι δὲ τούτων ἐναργέστερον ἐπ’ αὐτῆς τῆς οὐσίας. ἀναιρεθέντος δὲ διὰ τῶν εἰρημένων λόγων καὶ τοῦ δύο ἁπλῶς εἶναι τὰς ἐνεργείας, καὶ τοῦ μίαν ἁπλῶς δειχθήσεται, ὅτι πῇ μὲν μία, πῇ δὲ δύο, μία μὲν τῷ ὑποκειμένῳ, δύο δὲ τῷ λόγῳ.

“但现实活动将是一”直到“并且施作用者也在承受”。 第一个论点是划分性的:运动要么是不同的,要么不是不同的,而是显然为一;他通过“如果一方面它们是不同的,那么它们在什么之中”指明了这一点,仿佛“如果另一方面它们不是不同的”也应当被接着提出一样。因此,在首先交代了主张运动是不同的人所随之而来的荒谬之后,他接下来转向了假设运动为一的人。他也陈述了这种看法似乎也会伴随的荒谬,这些荒谬他稍后也将通过规定来安抚难题并予以解决。那么,对于主张施作用与承受、教授与学习是单一运动的人来说,所随之而来的荒谬是什么呢?他说,就是同一且唯一的现实活动属于在形式上不同的两个事物。动者与被动者在形式上是不同的,这一点是显而易见的,既然施作用者在现实上就是其所是,而承受者在潜能上是如此的,在现实上却与它所能成为的事物是对立的,因为变化是从相反者出发的。所以它们不仅是不同的,而且也是相反的。因此,正如在形式上不同、一个分散视线而另一个汇聚视线的白色和黑色上,说现实活动是一是荒谬的,在形式上不同的施作用者和承受者上也是如此;而尽管形式不同的两者具有单一现实活动是荒谬的(因为每一形式都应当有其特有的现实活动),无论如何,由于这是荒谬的,另一个更为明显的荒谬便随之而来。因为如果教授与学习、施作用与承受是同一且唯一的,那么教与学也将是同一的。如果改取教者本身,你将会更明显地看到这种荒谬,以至于教者要学习他所教的一切,施作用者也要承受他所施作用的一切。因为在这三者——教授、教的行为、教者——之中,教授本身是现实活动,教的行为根据现实活动指明进行教授的实体,而教者则指明伴随着现实活动的实体。因此,荒谬性在教授上固然显现出来,但由于暗含具有相反性的实体,在教的行为上表现得更甚,而比起这些,在实体本身上则显现得更为明显。既然通过上述论证,现实活动单纯是二和单纯是一都被排除了,那么就会表明它在某种意义上是一,在某种意义上是二:在底层主体上是一,在定义上则是二。

语法注2 条
  1. 3.20ὡς οὖν ἄτοπον λευκοῦ καὶ μέλανος διαφερόντων τῷ εἴδει ... οὕτω ποιοῦντος καὶ πάσχοντος ἑτέρων ὄντων τῷ εἴδει, ἀτόπῳ δὲ ὄντι τῷ δυεῖν ἑτέρων τῷ εἴδει μίαν εἶναι ἐνέργειαν ... ἀτόπῳ δ’ οὖν ὄντι τούτῳ ἄλλο τι ἐναργέστερον ἄτοπον ἀκολουθεῖ.

    该句由类比结构(ὡς... οὕτω...)与重述性的与格结构(ἀτόπῳ δὲ ὄντι... ἀτόπῳ δ’ οὖν ὄντι τούτῳ)复合而成。以 ὡς οὖν ἄτοπον [ἐστι]... 引出的类比,在 οὕτω [καὶ ἐπὶ] ποιοῦντος καὶ πάσχοντος... 处得到呼应,随后由 ἀτόπῳ δ’ οὖν ὄντι τούτῳ 引出主句的主动词 ἀκολουθεῖ(其主语为 ἄλλο τι ἐναργέστερον ἄτοπον)。

  2. 3.20τριῶν γὰρ τούτων ὄντων διδάξεως τοῦ διδάσκειν τοῦ διδάσκοντος

    短语 τριῶν γὰρ τούτων ὄντων 是属格独立结构,接下来的三个属格成分(διδάξεως、τοῦ διδάσκειν、τοῦ διδάσκοντος,即名词、带冠词不定词、带冠词分词)作为 τούτων 的同位语并列出现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:444.9-445.6