← 辛普里丘

亚里士多德《物理学》注释

§443.9-444.8

关于双重运动之荒谬性的文本阐释

介绍了亚历山大通过变更加音和倒装对文本所作的解读,及其基于“一物仅与一物相反”原则所作的论证补充;辛普里丘则指出无需引入相反性、仅凭运动的双重性本身就足以构成荒谬,并纠正了亚历山大关于过度与不足的看法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.19#2

“Δυνατὸν δέ, φησὶν Ἀλέξανδρος, καὶ ἄλλως ἀναγινώσκειν ὀξύνοντας, ἀλλὰ μὴ βαρύνοντας τὸ τινές·1 εἰ γὰρ δύο αἱ κινήσεις ἅμα, δύο τινὲς ἔσονται καὶ ἐναντίαι ἀλλοιώσεις τοῦ ἑνὸς καὶ εἰς ἓν εἶδος, ἅπερ ἀδύνατα. δυνατὸν δέ, φησί, καὶ ὑπερβιβάσαντας σαφεστέραν ποιῆσαι τὴν λέξιν οὕτως· εἶτα ἄτοπον τὸ δύο κινήσεις ἅμα κινεῖσθαι καὶ εἰς ἓν εἶδος, καὶ οὐ μόνον ἄτοπον ἀλλὰ καὶ ἀδύνατον τοῦτο, εἶτα ἐπὶ τούτοις τὸ τίνες γὰρ ἔσονται ἀλλοιώσεις τοῦ ἑνός· διὰ τοῦτο γὰρ ἀδύνατα, ὅτι οὐχ οἷόν τε λαβεῖν, τίνες ἔσονται ἀλλοιώσεις τοῦ ἑνός. καὶ ἄλλως δὲ ἑκατέρῳ τῶν ἀτόπων ἴδιόν τι δηλωτικὸν ἐπήνεγκε, φησὶν Ἀλέξανδρος, τοῦ ἀτόπου· ἔστι δὲ τὰ ἄτοπα τό τε δύο κινήσεις ἅμα κινεῖσθαι καὶ τὸ τὰς δύο εἰς ἓν εἶδος. τῷ μὲν γὰρ εἶτα ἄτοπον τὸ δύο κινήσεις ἅμα κινεῖσθαι ἐπήγαγε τὸ τίνες γὰρ ἔσονται. διὰ γὰρ τοῦτο ἄτοπον διὰ τὸ ἄπορον εἶναι τίνες ἔσονται. τῷ δὲ καὶ δύο εἰς ἓν εἶδος ἐπήνεγκε τὸ ἀλλὰ ἀδύνατον· ἀδύνατον γὰρ τοῦτο. διὰ τί δὲ ἀδύνατον; ἢ ὅτι πᾶσα μεταβολὴ ἐξ ἐναντίου εἰς ἐναντίον, ἓν δὲ ἑνὶ ἐναντίον. ἀδύνατον οὖν τὰς δύο κινήσεις δύο οὔσας μεταβολὰς καὶ ἐκ δυεῖν δηλονότι (οὐ γὰρ ἂν ἐξ ἑνὸς δύο ἦσαν) εἰς ἐναντίον τελευτᾶν. ἔτι δὲ μᾶλλον τὸ ἀδύνατον φανήσεται, ἐὰν ἐννοήσωμεν, ὅτι καὶ αἱ δύο κινήσεις τοῦ τε κινοῦντος καὶ τοῦ κινουμένου ἢ ποιοῦντος καὶ πάσχοντος ἅμα ἐν τῷ αὐτῷ ἔσονται καὶ ἀλλήλαις ἐναντίαι οὖσαι καὶ ἐκείνῳ μόνῳ εἰς ὃ ἡ μεταβολή.2 ἀδύνατον δὲ τὰ ἐναντία ἅμα περὶ τὸ αὐτὸ εἶναι.” μήποτε δὲ Ἀριστοτέλης ἀρκεῖν οἰόμενος πρὸς ἐσχάτην ἀτοπίαν τὸ δύο εἶναι τὰς κινήσεις ἑνὸς εἴδους τοῦ ἐναντίας εἶναι οὐκ ἐμνημόνευσε. διὸ δύο τὰ ἄτοπα ἐπήγαγε τό τε δύο ὅλως εἶναι ἑνὸς εἴδους καὶ τὸ δύο οὔσας διαφόρους εἰς ἓν φέρεσθαι, κἂν μὴ ὦσιν ἐναντίαι. ἐπιτείνει δὲ τὸ ἄτοπον ἡ ἐναντίωσις. ὁ μέντοι Ἀλέξανδρος ἐνδίδωσιν ἐνταῦθα καὶ δύο ἑνὶ ἐναντία εἶναι ἐπὶ τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως μόνης. ταῦτα γὰρ δοκεῖ καὶ τῷ μεταξὺ καὶ ἀλλήλοις εἶναι ἐναντία. ἀλλ’ ἐπιστῆσαι ἄξιον, ὅτι τῷ μεταξὺ ὡς ἓν ἄμφω ἐστὶν ἐναντία·3 ὡς γὰρ ἀσύμμετρα συμμέτρῳ καὶ ὡς ἄνισα ἴσῳ· ὥστε οὐδὲ ὑπὸ τούτου σαλεύεται ὁ κανὼν ὁ λέγων ἓν ἑνὶ εἶναι ἐναντίον. εἰπὼν δὲ ὁ Ἀριστοτέλης τὰ συμβαίνοντα ἄτοπα τοῖς ἄμφω τὰς κινήσεις ἐν τῷ κινουμένῳ καὶ πάσχοντι τιθεῖσι δέδωκεν ἐννοεῖν, ὅτι τὰ αὐτὰ ἀκολουθήσει καὶ τοῖς ἐν τῷ κινοῦντι καὶ ποιοῦντι τιθεῖσιν ἀμφοτέρας, καὶ ἔτι μᾶλλον, εἴπερ ἐν τῷ κινοῦντι ἡ κίνησις. διὸ καὶ παρῆκε τοῦτο τὸ τμῆμα τῆς διαιρέσεως ‘κινήσεται γὰρ τὸ κινούμενον μὴ κινούμενον’.

“亚历山大说,也可以有另一种读法,即把τινές读作扬调而非抑调:因为如果运动同时是两个,那么就一个事物而言且趋向于一个形式,将会有某两个且相反的质变,而这是不可能的。他说,也可以通过倒装使文句更清晰,如下:‘其次,同时进行两个运动且趋向于一个形式是荒谬的,而且这不仅荒谬也是不可能的;其次,在这些之后是“因为对于一个事物会有怎样的质变呢?”因为正是由于不可能把握对于一个事物会有怎样的质变,这些才是不可能的。’亚历山大又说,以另一种方式,[亚里士多德]对两种荒谬中的每一种都附加了表明其荒谬性的特有说明:而这两种荒谬就是同时进行两个运动,以及两个[运动]趋向于一个形式。因为对于‘其次,同时进行两个运动是荒谬的’,他附加了‘因为会有怎样的[质变]呢?’因为正是由于会有怎样的[质变]是一个难题,它才是荒谬的。而对于‘且两个趋向于一个形式’,他附加了‘但这是不可能的’;因为这是不可能的。为什么不可能呢?难道不是因为一切变化都是从相反者到相反者,且一物仅与一物相反吗?因此,两个运动既然是两个变化,且显然是从两个[相反者]出发(因为它们不可能从一个出发而是两个),终结于[单一的]相反者是不可能的。如果我们再考虑到,施动者与被动者、或施作用者与承受者的这两个运动,既彼此相反,又与变化所趋向的那唯一的端点相反,同时存在于同一事物之中,那么这种不可能性将显得更加明显。但相反者同时存在于同一事物周围是不可能的。”然而,亚里士多德或许认为,运动作为一个形式的运动却有两个,这对于极度的荒谬性来说已经足够了,因而并未提及它们是相反的。因此他提出了两个荒谬:即作为一个形式的运动总共有两个,以及即使它们不是相反的,作为两个不同的运动却趋向于一个。而相反性则加剧了这种荒谬。不过,亚历山大在这里让步承认,唯独在过度与不足的情况下,两个事物可以与一个事物相反;因为它们似乎既与中介物相反,又彼此相反。但值得注意的是,两者是作为一个整体与中介物相反的;因为正如不成比例之于成比例,不平等之于平等;因此‘一物仅与一物相反’这一规则即使在此也没有被动摇。亚里士多德在陈述了把两个运动都置于被动者和承受者之中所产生的荒谬之后,使人理解到,对于把两者都置于施动者和施作用者之中的人来说,同样的结果也会随之而来,并且如果运动在施动者之中,就更是如此。因此,他也省略了划分的这一分支(‘因为被动者将在不被运动的情况下被运动’)。

语法注3 条
  1. 3.19ὀξύνοντας, ἀλλὰ μὴ βαρύνοντας τὸ τινές

    指对亚里士多德原文音调(重音)的调整:将句中的词读作不定代名词τινές(末音节为扬调/锐音,而非抑调/重音),而不是作为疑问代词τίνες(首音节带扬调)。在句法上,这使该句由疑问句(“因为将会有怎样的质变呢?”)变为陈述句的结论分句(“将会有某两个质变……”)。

  2. 3.19καὶ ἐκείνῳ μόνῳ εἰς ὃ ἡ μεταβολή

    与格ἐκείνῳ μόνῳ与前方的ἀλλήλαις并列,作分词ἐναντίαι οὖσαι的支配对象(“既彼此相反,又与变化所趋向的那唯一的端点相反”)。后随的关系从句εἰς ὃ ἡ μεταβολή用以修饰限定先行词ἐκείνῳ。

  3. 3.19ὡς ἓν ἄμφω ἐστὶν ἐναντία

    ὡς ἓν在主语ἄμφω(过度与不足)后作表语性修饰(“作为单一者”)。辛普里丘在此指出,过度和不足并非作为两个独立的相反项分别与中介物相反,而是作为“不成比例”或“不平等”这单一极向中介物(成比例、平等)对立,因此并不违背“一物仅与一物相反”的原则。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:443.9-444.8