- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:442.9-443.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘依据亚里斯多德(202a28),首先驳斥了“施作用在施作用者之中,受作用在承受者之中”的立场,继而反驳了“两者都在被动者之中”的假说,论证了就同一个形式而言两个不同且相反的运动不可能同时属于同一主体。
" Ἀλλὰ μὴν εἰ τοῦτο ἕως τοῦ καὶ εἰς ἓν εἶδος; ἀλλὰ ἀδύνατον." Πρὸς τὸ προσεχῶς ἐπαχθὲν τμῆμα τὸ λέγον “ἡ μὲν ποίησις ἐν τῷ ποιοῦντι, ἡ δὲ πάθησις ἐν τῷ πάσχοντι” πρῶτον ὑπαντᾷ, καὶ λαβὼν ὅτι κατὰ ταύτην τὴν ὑπόθεσιν, ὥσπερ ἐν τῷ κινουμένῳ ἐστὶν ἡ κίνησις ἡ οἰκεία, οὕτως καὶ ἐν τῷ κινοῦντι ἡ αὐτοῦ οἰκεία (ὁ γὰρ αὐτὸς λόγος ἐπ’ ἀμφοῖν) ἐπάγει, ὅτι δυεῖν ἀτόποιν θάτερον ἀνάγκη κατὰ ταύτην τὴν ὑπόθεσιν ὁμολογεῖν. ἢ γὰρ πᾶν τὸ κινοῦν καὶ κινήσεται, εἴπερ τὸ κινοῦν ἔχει κίνησιν, τὸ δὲ ἔχον κίνησιν κινεῖται·1 ἄτοπον δὲ τὸ πᾶν τὸ κινοῦν κινεῖσθαι καὶ οὔτε δοκοῦν αὐτῷ, εἴπερ τὸ πρώτως κινοῦν ἀκίνητον οἴεται οὔτε τοῖς πράγμασι συνᾷδον (πολλὰ γὰρ τῶν κινούντων ἀκίνητα μένει οἷον χρῶμα κάλλος εὐρυθμία)· ἢ ἔχον τι κίνησιν ἐν ἑαυτῷ οὐ κινεῖται, ὅπερ πάντων ἐστὶν ἀλογώτατον, ὡς τὸ ἔχον τι λευκὸν μὴ λελευκάνθαι. ᾧ γὰρ πάρεστι κίνησις, τοῦτο πάντως κινεῖται καὶ τὸ κινούμενον παρουσίᾳ κινήσεως κινεῖται. τοῦτο δὲ δείξας ἄτοπον μεταβέβηκεν ἐπὶ τὸ ἕτερον τμῆμα τῆς διαιρέσεως τὸ πρῶτον ῥηθέν, καὶ τὰ ἄτοπα λοιπὸν ἐπάγει τοῖς ὑποτιθεμένοις ἄμφω ἐν τῷ κινουμένῳ καὶ πάσχοντι, τήν τε ποίησιν καὶ τὴν πάθησιν καὶ τὴν δίδαξιν καὶ τὴν μάθησιν. ἄτοπον δὲ πρῶτον μὲν τὸ τὴν ἑκάστου ἐνέργειαν μὴ ἐν τῷ ἐνεργοῦντι αὐτὴν εἶναι, ἀλλ’ ἐν ἄλλῳ τινί, εἴπερ ἡ τοῦ ποιοῦντος ἐνέργεια ἐν τῷ κινουμένῳ ἔσται. δεύτερον δὲ ἄτοπον τὸ τὸ αὐτὸ δύο κινήσεις διαφόρους καὶ ἐναντίας ἅμα κινεῖσθαι καθ’ ἓν εἶδος. εἰ γὰρ τὸ κινοῦν ἀλλοιοῖ φέρε εἰπεῖν καὶ τὸ κινούμενον ἀλλοιοῦται, οὐ δυνατὸν τὸ κινούμενον καθὸ ἀλλοιοῦται ἀλλοιοῦν. διαφόρου γὰρ οὔσης τῆς ἐνεργείας διάφορα ἂν εἴη καὶ τὰ ἀποτελέσματα, ὥσπερ οὐ δυνατὸν καθὸ ἀλλοιοῖ καὶ αὔξεσθαι. ὑπὸ γὰρ αὔξοντος αὔξεταί τι καὶ ὑπὸ ἀλλοιοῦντος ἀλλοιοῦται. γοργῶς οὖν ἐπηπόρησε ταύτῃ τῇ ὑποθέσει· τίνες γὰρ ἔσονται ἀλλοιώσεις δύο καὶ ἑνὸς τοῦ κινουμένου καὶ εἰς ἓν εἶδος φερομένου; ἔτι γὰρ ἀτοπώτερον τὸ καὶ δύο οὔσας τὰς κινήσεις, ἃς ἀλλοιώσεις ἐκάλεσεν, εἰς ἓν εἶδος φέρεσθαι. ὅτι γὰρ εἰς ἓν εἶδος τελευτᾷ ἡ τοῦ κινοῦντος καὶ κινουμένου ἐνέργεια, δῆλον ἐκ τοῦ, ὅταν παύσηται τὸ κινοῦν καὶ κινούμενον, εἰς ἕν τι μεταβεβληκὸς φαίνεσθαι τὸ κινούμενον, ὥστε εἰς τοῦτο καὶ ἐκινεῖτο. ἀδύνατον οὖν καὶ τὰ δύο εἶναι ἐν τῷ κινουμένῳ καθ’ ἓν εἶδος γινομένης τῆς κινήσεως ἢ θερμὸν ἢ λευκὸν ἤ τι τοιοῦτον, καὶ τὰ δύο οὔσας ἐναντίας ἅμα τῷ αὐτῷ ὑπάρχειν, καὶ ἔτι τὰ δύο οὔσας ἐναντίας εἰς ἓν εἶδος τελευτᾶν·2 μιᾶς μὲν γὰρ ὑποτιθεμένης τῷ ὑποκειμένῳ τῆς ἀμφοτέρων ἐνεργείας οὐδὲν κωλύει τὸ καὶ δύο εἶναι τῷ λόγῳ καὶ εἰς ἓν τελευτᾶν εἶδος, δυοῖν δὲ ὑποτιθεμένων ἀδύνατος καὶ ἡ ὑπόθεσις ἑνὸς ὄντος εἴδους· κἂν τῇ ὑποθέσει τις συγχωρήσῃ, τὸ ἑπόμενον ἀδύνατον τὸ εἰς ἓν εἶδος τελευτᾶν.
“然而如果这……”至“……并且趋向于一个形式?但这是不可能的。” 对于方才引入的说“施作用在施作用者之中,而受作用在承受者之中”的分支,他首先予以应对,并且在设定按照这一假说,正如固有运动存在于被动者之中一样,施动者自身的固有运动也同样存在于施动者之中(因为同样的道理适用于两者)之后,他进一步指出,按照这一假说必然要承认两种荒谬之一。因为要么每一个施动者都也将被运动——如果施动者具有运动,而具有运动者即被运动的话;然而每一个施动者都被运动是荒谬的,这既不为他所认可(如果他确实认为第一施动者是不动的),也与事实不符(因为许多施动者保持不动,例如颜色、美、匀称);要么某物自身之中具有运动却不被运动,而这是所有事情中最不合常理的,就好像具有某种白者竟然没有变白一样。因为运动临在于其上的东西无论如何都是被运动的,而被动者正是由于运动的临在而被运动的。在证明了这一点的荒谬之后,他便转向划分的另一分支,即最初陈述的那个分支,进而列举出对于那些把两者——即施作用与受作用,以及教学与学习——都设定在被动者和承受者之中的人所产生的种种荒谬。第一个荒谬是:每一事物的现实活动不在施展它的事物之中,而是在某种别的事物之中,如果施作用者的现实活动将在被动者之中的话。第二个荒谬是:同一事物就一个形式而言同时进行两个不同且相反的运动。因为比如施动者使之质变,而被动者受到质变,那么被动者就不可能在它受到质变的那一点上使其质变。因为现实活动若是不同的,所产生的结果也会是不同的,正如不可能在它使之质变的那一点上也进行增长一样。因为某物是由增长者使其增长,由质变者使其质变的。因此他针对这一假说敏锐地提出了难题:“因为被动者既是一个,且趋向于一个形式,又将会有怎样的两个质变呢?”因为他称为质变的运动即使是两个,却趋向于一个形式,这就更为荒谬了。因为施动者与被动者的现实活动终结于一个形式,这一点从以下事实是显然的:每当施动者与被动者停息时,被动者显现为已经变化成某种单一的事物,从而它原本也就是向着这单一事物运动的。因此,当运动就一个形式——或热、或白、或某种诸如此类的东西——而发生时,两者都在被动者之中是不可能的,两者作为相反者同时属于同一事物也是不可能的,此外两者作为相反者终结于一个形式也是不可能的。因为如果两者的现实活动在主体上被设定为一个,那么它在定义上是两个并且终结于一个形式并没有任何妨碍;但如果被设定为两个,那么在形式只有一个的情况下,甚至连假说本身都是不可能的;而且即使有人承认该假说,其后果即终结于一个形式也是不可能的。
- 3.19ἢ γὰρ πᾶν τὸ κινοῦν καὶ κινήσεται... ἢ ἔχον τι κίνησιν ἐν ἑαυτῷ οὐ κινεῖται
紧承前文 δυεῖν ἀτόποιν θάτερον(两种荒谬之一)的二择一结构(ἢ ... ἢ ...)。第一分支由归结从句 πᾶν τὸ κινοῦν καὶ κινήσεται(每一个施动者都将被运动)构成,第二分支则以受分词 ἔχον 修饰的不定代词 τι 作为主语并由 οὐ κινεῖται 充当主要动词,二者形成对称的逻辑结构。
- 3.19καὶ τὰ δύο οὔσας ἐναντίας εἰς ἓν εἶδος τελευτᾶν
由 ἀδύνατον οὖν 统辖的带不定式的宾格结构。阴性宾格分词 οὔσας 与依据上下文补充的阴性名词 τὰς κινήσεις(运动)一致,而句首的中性宾格短语 τὰ δύο 则概括指代“两种现实活动/运动”。
