← 辛普里丘

亚里士多德《物理学》注释

§441.14-442.8

关于施作用与受作用所在位置的划分

辛普利丘梳理了亚里斯多德关于施作用与受作用(运动)所在位置的划分选项,解释了第三分支(两者都在施动者中)与第四分支(交叉位置)被省略的缘由,指出包含第三分支的异文是多余的,并反驳了忒弥斯提乌斯的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.18#2

ἐν τίνι οὖν δύο οὖσαι;1 ἢ γὰρ ἄμφω ἐν τῷ πάσχοντι καὶ ποιουμένῳ ἤτοι κινουμένῳ, ἢ ἡ μὲν ποίησις ἐν τῷ ποιοῦντι, ἡ δὲ πάθησις ἐν τῷ πάσχοντι. εἰ δέ τις καὶ τὴν πάθησιν ποίησιν βούλοιτο καλεῖν, διότι ἐνέργεια λέγεται καὶ αὐτή (ἐντελέχεια γὰρ τοῦ κινητοῦ), καλείτω μέν, ἀλλ’ ἴστω ὅτι ὁμωνύμως αὕτη λέγεται ποίησις τῇ τοῦ ποιοῦντος ποιήσει, μενούσης τῆς ἑτερότητος κἂν τὰ ὀνόματα τὰ αὐτὰ εἴη. Τὸ δὲ τρίτον τμῆμα τῆς διαιρέσεως τὸ λέγον ‘ἢ ἄμφω ἐν τῷ κινοῦντι’ παραλέλοιπε καὶ ὡς ἐναργῶς ἄτοπον, διότι συνέβαινε τὸ κινούμενον μὴ κινεῖσθαι, εἰ μηδεμίαν ἔχει κίνησιν ἐν ἑαυτῷ, τὸ δὲ κινοῦν δύο ἔχον κινήσεις διπλῆν κινεῖσθαι κίνησιν, καὶ μέντοι διότι τὰ αὐτὰ συμβαίνει ἄτοπα καὶ τούτῳ τῷ τμήματι τῆς διαιρέσεως (καὶ ἔτι μᾶλλον) ἅπερ τῷ ἀμφοτέρας τὰς κινήσεις ἐν τῷ κινουμένῳ τιθέντι.2 καὶ ἄλλως δὲ δείξει προϊών, ὅτι καὶ τὴν ἑτέραν τῶν κινήσεων ἐν τῷ κινοῦντι λέγειν τὴν οἰκείαν αὐτῷ δοκοῦσαν ἄτοπον, εἰ δὲ τοῦτο ἄτοπον, πολὺ ἀτοπώτερον τὸ ἀμφοτέρας ἐν αὐτῷ τιθέναι. διὰ ταῦτα μὲν οὖν παρῆκεν ἐκεῖνο τὸ τμῆμα τῆς διαιρέσεως, ὡς ἐν τοῖς πλείοσι γέγραπται τῶν ἀντιγράφων. ἔν τισι δὲ καὶ τοῦτο πρόσκειται τῆς γραφῆς ἐχούσης οὕτως· ἢ γὰρ ἄμφω ἐν τῷ πάσχοντι καὶ ποιουμένῳ ἢ ἐν τῷ ποιοῦντι καὶ διατιθέντι, ἢ ἡ μὲν ποίησις ἐν τῷ ποιοῦντι ἡ δὲ πάθησις ἐν τῷ πάσχοντι. περιττὴ δὲ ἡ προσθήκη, εἴπερ μηδὲ ἀντιλέγει πρὸς ἐκείνην τὴν θέσιν ὁ Ἀριστοτέλης. Ἀλλὰ καὶ τέταρτόν ἐστι τμῆμα τῆς διαιρέσεως τὸ τῷ δευτέρῳ ῥηθέντι ἀντικείμενον τὸ λέγον ‘ἢ ἡ μὲν ποίησις ἐν τῷ πάσχοντι, ἡ δὲ πάθησις ἐν τῷ ποιοῦντι’, ὅπερ ὡς ἐναργῶς ἄτοπον παραλέλοιπεν. ὁ μέντοι πιθανὸς Θεμίστιος τὸ εἰ δὲ δεῖ καὶ ταύτην ποίησιν καλεῖν, ὁμώνυμος ἂν εἴη, πρὸς ἔνδειξιν τούτου τοῦ τμήματος εἰρῆσθαι νομίζει, ὡς εἰ μετὰ τὸ εἰπεῖν ἢ ἡ μὲν ποίησις ἐν τῷ ποιοῦντι, ἡ δὲ πάθησις ἐν τῷ πάσχοντι ἐπῆγεν·3 “ἀνάπαλιν γὰρ οὐκ ἐνδέχεται οἷον τὴν ποίησιν ἐν τῷ πάσχοντι εἶναι, εἰ μή τις τὴν τοῦ πάσχοντος ἐνέργειαν ὁμωνύμως ποίησιν ὀνομάζειν ἐθέλοι”. καίτοι εἰ τούτου ἕνεκεν εἴρητο, ἀνάγκη ἦν καὶ τὴν πάθησιν ἐν τῷ ποιοῦντι ὁμωνύμως λέγεσθαι. ὅπερ οὐκ εἴρηται ἐπιπόλαιον ὄν.

那么,作为二者,它们存在于何物之中呢?因为要么两者都在承受并被施作用者即被动者之中,要么施作用在施作用者之中,而受作用在承受者之中。如果有人也想把受作用称为“施作用”,因为受作用自身也被称为一种现实活动(因为它是可动者的终极现实),那就让他这样称呼吧,但他应当知晓,这相对于施作用者的施作用而言是同名异义地被称为“施作用”的,即便名称相同,其差异依然存留。另一方面,说“要么两者都在施动者之中”的划分的第三个分支,他省略了,这既因为它是显见荒谬的——因为如果被动者自身之中毫无运动,结果就是被动者不运动,而施动者具有两个运动,就会进行双重运动;也是因为凡是在把两个运动都置于被动者之中的分支上所产生的荒谬,在这个划分的分支上也同样产生(甚至更为严重)。此外,随着他继续论述,他将证明,哪怕说其中一个看似固有于施动者的运动在施动者之中都是荒谬的;而如果这是荒谬的,把两者都置于其中就荒谬得多。因此,出于这些缘故,正如在绝大多数抄本中所写的那样,他略去了划分的那个分支。但在某些抄本中这也被补入,其字句如下:“因为要么两者都在承受并被施作用者之中,要么在施作用并使其成某种状态者之中,要么施作用在施作用者之中,而受作用在承受者之中。”然而如果亚里斯多德甚至并未反驳那个论点,这种增补便是多余的。但是划分还有第四个分支,与前面说过的第二个分支相对立,即说“要么施作用在承受者之中,而受作用在施作用者之中”,他也作为显见荒谬而略去了。然而,令人信服的忒弥斯提乌斯认为,“但如果也应当称此为施作用,它将会是同名异义的”这一说法是为了指示这一分支而说的,就好像他在说了“要么施作用在施作用者之中,而受作用在承受者之中”之后又补充道:“因为反过来是不可能的,例如施作用存在于承受者之中,除非有人愿意同名异义地将承受者的现实活动称为施作用”。然而如果是为了这个缘故而说的,那么在施作用者之中的受作用也必然同样同名异义地被言说;但这并未被述及,因其是浮浅的。

语法注3 条
  1. 3.18ἐν τίνι οὖν δύο οὖσαι;

    省略了显性主语与限定动词的疑问句。阴性复数现在分词 οὖσαι 承接前文的“两个现实活动/运动”(αἱ ἐνέργειαι / αἱ κινήσεις)。它在句法上起着附带情况分词的作用(相当于条件从句“如果/既然它们是两个”),需补充限定动词 εἰσίν 理解:“那么,作为二者,[它们]在何物之中呢?”

  2. 3.18ἅπερ τῷ ἀμφοτέρας τὰς κινήσεις ἐν τῷ κινουμένῳ τιθέντι

    关系代名词 ἅπερ 承接前文的中性复数 ἄτοπα。与格短语 τῷ ... τιθέντι 与前面的与格短语 τούτῳ τῷ τμήματι τῆς διαιρέσεως 相对相应,构成关系或不利益与格(“对……而言”)。定冠词 τῷ 与现在分词 τιθέντι 构成名词化结构,指“把两个运动都置于被动者之中的[论者/分支]”。

  3. 3.18ὡς εἰ μετὰ τὸ εἰπεῖν ... ἐπῆγεν

    由 ὡς εἰ 接未完成过去直陈语气动词 ἐπῆγεν 构成的比较虚拟结构(“就好像[亚里斯多德]在说了……之后补充道……”)。句法上用以解释忒弥斯提乌斯如何设想了亚里斯多德文本中未明写的补充话语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:441.14-442.8