- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:440.18-441.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘考察了亚里士多德所提出的“逻辑上的疑难”(202a21)中“逻辑上的”一词的含义,并解释了由施作用与受作用这两种现实活动的区分而引出的疑难的开端部分。
" Ἔχει δ’ ἀπορίαν λογικὴν ἕως τοῦ ὁμώνυμος ἂν εἴη." Εἰπὼν πρότερον τὰ ἑαυτῷ δοκοῦντα περὶ τῆς κινήσεως, ὅτι μία ἐστὶν ἀπὸ τοῦ κινοῦντος ἐν τῷ κινουμένῳ, ἐφεξῆς τὴν περὶ τούτου ἀπορίαν ἐνοχλοῦσαν τοῖς μὴ οὕτως ἐκδεχομένοις, ὡς αὐτὸς εἶπε, διαρθροῖ. ἣν λογικὴν καλεῖ, ἢ ὡς ἐξ ἐνδόξων προϊοῦσαν ἢ ὡς ἐν λόγῳ μόνῳ τὸ πιθανὸν ἔχουσαν καὶ οὐκ ἀπὸ τῶν πραγμάτων βεβαιουμένην (οὕτως γὰρ λόγοι λέγονται οἱ τοῦ Ζήνωνος οἱ πιθανῶς τὴν κίνησιν ἀναιροῦντες), ἢ λογικὴν λέγει τὴν κοινοτέραν1 καὶ οὐ προσεχῆ οὐδὲ ἰδίαν τοῦ προκειμένου οὐδὲ ἐξ οἰκείων ἀρχῶν· ἡ μὲν γὰρ ἐκ τῶν οἰκείων ἐπιχείρησις οὐ λογική, ὡς ἡ τὴν ψυχὴν ἀθάνατον ἐκ τοῦ αὐτοκινήτου δεικνῦσα (ἀπὸ γὰρ τῆς οὐσίας τῆς ψυχῆς βούλεται προϊέναι, ὡς φησιν ὁ Ἀλέξανδρος), ἡ δὲ ἐκ τοῦ τὰ ἐναντία ἐκ τῶν ἐναντίων γίνεσθαι τὸ ἀθάνατον δεικνῦσα λογική· οὐ γὰρ ἐξ οἰκείων καὶ προσεχῶν τῆς ψυχῆς πρόεισιν, ἀλλὰ διὰ κοινῶν, δι’ ὧν καὶ ἄλλο ἄν δειχθείη τι οὕτως ἔχον καὶ μὴ ὁμογενὲς τῇ ψυχῇ. κἂν γὰρ καθολικῆς δεῖ προτάσεως ἐν ταῖς ἀποδείξεσιν, ἀλλ’ οὐχ οὕτως εἶναι χρὴ κοινήν, ὅταν τὰ ἰδίως ὑπάρχοντα δεικνύωμεν, ὥστε καὶ τοῖς ἀνομογενέσιν ἁρμόττειν. τὰ μὲν οὖν παραδείγματα καλῶς ἐφήρμοσεν ὁ Ἀλέξανδρος. ἐκεῖνο δὲ ἐπισημαίνομαι διὰ τοὺς ἀληθείας ἐρῶντας, ὅτι ὁ ἀπὸ τῶν ἐναντίων ἐν Φαίδωνι λόγος οὐ τὴν ἀθανασίαν αὐτόθεν ἐπαγγέλλεται καταδεῖξαι τῆς ψυχῆς, ἀλλὰ τὸ προϋπάρχειν μόνον τοῦ τῇδε βίου τὴν ψυχὴν καὶ τὸ ἐπιδιαμένειν. Τὴν δὲ ἀπορίαν ἐκτίθεται πρῶτον διορίζων, ὅτι ἔστι τις ἐνέργεια καὶ τοῦ κινοῦντος καὶ τοῦ κινουμένου, ἤτοι τοῦ ποιητικοῦ καὶ τοῦ παθητικοῦ, ὡς εἶναι δύο ἐνεργείας. ὃ πρώην μὲν ὡς ἐναργὲς ἔλαβεν εἰπὼν δεῖν εἶναι ἐντελέχειαν ἀμφοῖν, νῦν δὲ ἐκ τῆς ἑτερότητος τῶν ὀνομάτων, ὧν ἔχουσιν αἱ ἐνέργειαι. εἰ γὰρ ἡ μὲν ποίησις λέγεται, ἡ δὲ πάθησις, δύο ἂν εἶεν ἐνέργειαι. καὶ εἰ τὰ ἔργα αὐτῶν, καὶ τὰ τέλη τοῦ μὲν ποίημα τοῦ δὲ πάθος, ταῦτα δὲ διαφέροντα ἀλλήλων.2 ὧν δὲ τὰ ἔργα καὶ τὰ τέλη ἕτερα, τούτων καὶ αἱ ἐνέργειαι ἕτεραι ἐφ’ αἷς τὰ τέλη.3 διορίσας οὖν ταῦτα, ἄρχεται λοιπὸν τῆς διαιρέσεως τῆς τὴν ἀπορίαν ἀναπλούσης οὕτως· εἰ ἄμφω κινήσεις εἰσὶν ἥ τε τοῦ κινοῦντος καὶ ἡ τοῦ κινουμένου, ἢ ἕτεραι τελέως αὗται ἢ οὐχ ἕτεραι· καὶ εἰ ἕτεραι, ἐπειδὴ συμβεβηκότα εἰσὶν αἱ κινήσεις, πάντως ἔν τινί εἰσιν οὐσίᾳ.
“但这具有逻辑上的疑难”至“将会是同名异义的”。 在先前陈述了他自己关于运动的看法,即从施动者出发而在被动者之中的[运动]是一之后,他接下去分梳了关于此事的疑难,此疑难困扰着那些没有像他所说的那样理解的人。他将这疑难称为“逻辑上的”,或者是由于它出自公认见解,或者是由于它仅仅在论述中具有说服力而未由事物本身所证实(因为芝诺那些有说服力地消除运动的论证就是这样被称为“论述”的);或者,他是把更普遍、既不切近也不固有于当前论题、亦非出自本有原理的论证称为“逻辑上的”。因为出自本有原理的论证并非逻辑上的,例如从自行动出发证明灵魂不灭的论证(正如亚历山大所说,因为它意欲从灵魂的实体出发);而从对立面产生于对立面出发证明不灭的论证则是逻辑上的,因为并非出自灵魂的本有且切近之事,而是通过相通之事,通过这些事情,某种与灵魂非同类的别物也可以被证明是如此的。因为即使在证明中需要全称前提,但当我们证明固有属性时,它也不应普遍到甚至适合于不同类之物的地步。因此,亚历山大把这些范例运用得很恰当。然而,为了热爱真理的人们,我指出这一点:《斐多篇》中从对立面出发的论据并不是直接声称要论证灵魂的不灭,而仅仅是声称灵魂先于今世的生活而预先存在,以及在死后继续长存。 他提出这疑难,首先规定施动者和被动者(即施作用者和受作用者)各自都有某种现实活动,以至于有两个现实活动。这在先前他作为显明之事而采纳,曾说必然有两者的终极现实,而现在他则是从这些现实活动所具有的名称的区别出发[来采纳]。因为如果一个被称为施作用,另一个被称为受作用,那么就会有两个现实活动;并且,如果它们的成果[也各不相同],其目的也是一者为所作之物、另一者为承受,而且它们彼此有别,〔那么也会有两个现实活动〕。凡是成果和目的各不相同的事物,作为这些目的所系之基的现实活动亦各不相同。规定了这些之后,他便最后开始展开这一疑难的划分,如下所示:如果施动者的运动与被动者的运动两者都是运动,那么它们要么完全不同,要么并非不同;而如果不同,既然运动是偶性,它们便完全必然存在于某种实体之中。
- 3.18ἣν λογικὴν καλεῖ, ἢ ὡς ἐξ ἐνδόξων προϊοῦσαν ἢ ὡς ἐν λόγῳ μόνῳ τὸ πιθανὸν ἔχουσαν καὶ οὐκ ἀπὸ τῶν πραγμάτων βεβαιουμένην... ἢ λογικὴν λέγει τὴν κοινοτέραν
辛普里丘在此并列了三种关于亚里士多德为何将该疑难称为 λογική 的解释。前两种由 ἢ ὡς... ἢ ὡς... 引导分词短语(以 ὡς+分词 表示原因或样态),第三种则转换为独立的限定动词短语 ἢ λογικὴν λέγει...。
- 3.18καὶ εἰ τὰ ἔργα αὐτῶν, καὶ τὰ τέλη τοῦ μὲν ποίημα τοῦ δὲ πάθος, ταῦτα δὲ διαφέροντα ἀλλήλων
条件句中动词与谓词的省略。在 καὶ εἰ τὰ ἔργα αὐτῶν 之后,需从后文补充分词 διαφέροντα 作为共同谓语(“并且如果它们的成果[亦各不同],其目的亦……”)。后半部分的 καὶ τὰ τέλη... ταῦτα δὲ διαφέροντα 整体同样受条件词 εἰ 管辖。
- 3.18ἐφ’ αἷς τὰ τέλη
关系代词 αἷς 的先行词是紧邻其前的 αἱ ἐνέργειαι。前置词 ἐπί 加上与格在此表示“依存于……”或“以……为目的”,指示了目的(τέλη)所依凭并指向的那些现实活动。
